Plato · Apology Ἀπολογία Σωκράτους

Plato, Apology 31b–33e: The divine sign, the Arginusae trial and Leon of Salamis; Socrates as no teacher

Socrates says that his divine sign has always held him back from entering politics, and that an honest man who opposed the many would not have lived long. As proof he gives two actions: as a senator he was the only one of the presiding prytanes to oppose trying the ten generals who had failed to pick up the dead after the naval battle as a single group, and under the Thirty he refused to help arrest Leon of Salamis and went home. He says he has never taught anyone for pay or kept anything secret, and anyone who wishes may listen to him. Young men and their fathers present, Crito, Critobulus, Plato and others, could testify against him if he had corrupted them.

Sections 31b–33e · 1331 words · click a number to copy its link

τοιοῦτος οὖν ἄλλος οὐ ῥᾳδίως ὑμῖν γενήσεται, ὦ ἄνδρες, ἀλλʼ ἐὰν ἐμοὶ πείθησθε, φείσεσθέ μου· ὑμεῖς δʼ ἴσως τάχʼ ἂν ἀχθόμενοι, ὥσπερ οἱ νυστάζοντες ἐγειρόμενοι, κρούσαντες ἄν με, πειθόμενοι Ἀνύτῳ, ῥᾳδίως ἂν ἀποκτείναιτε, εἶτα τὸν λοιπὸν βίον καθεύδοντες διατελοῖτε ἄν, εἰ μή τινα ἄλλον ὁ θεὸς ὑμῖν ἐπιπέμψειεν κηδόμενος ὑμῶν. ὅτι δʼ ἐγὼ τυγχάνω ὢν τοιοῦτος οἷος ὑπὸ τοῦ θεοῦ τῇ πόλει δεδόσθαι, ἐνθένδε ἂν κατανοήσαιτε· οὐ γὰρ ἀνθρωπίνῳ ἔοικε τὸ ἐμὲ τῶν μὲν ἐμαυτοῦ πάντων ἠμεληκέναι καὶ ἀνέχεσθαι τῶν οἰκείων ἀμελουμένων τοσαῦτα ἤδη ἔτη, τὸ δὲ ὑμέτερον πράττειν ἀεί, ἰδίᾳ ἑκάστῳ προσιόντα ὥσπερ πατέρα ἢ ἀδελφὸν πρεσβύτερον πείθοντα ἐπιμελεῖσθαι ἀρετῆς. καὶ εἰ μέν τι ἀπὸ τούτων ἀπέλαυον καὶ μισθὸν λαμβάνων ταῦτα παρεκελευόμην, εἶχον ἄν τινα λόγον· νῦν δὲ ὁρᾶτε δὴ καὶ αὐτοὶ ὅτι οἱ κατήγοροι τἆλλα πάντα ἀναισχύντως οὕτω κατηγοροῦντες τοῦτό γε οὐχ οἷοί τε ἐγένοντο ἀπαναισχυντῆσαι παρασχόμενοι μάρτυρα, ὡς ἐγώ ποτέ τινα ἢ ἐπραξάμην μισθὸν ἢ ᾔτησα. ἱκανὸν γάρ, οἶμαι, ἐγὼ παρέχομαι τὸν μάρτυρα ὡς ἀληθῆ λέγω, τὴν πενίαν. ἴσως ἂν οὖν δόξειεν ἄτοπον εἶναι, ὅτι δὴ ἐγὼ ἰδίᾳ μὲν ταῦτα συμβουλεύω περιιὼν καὶ πολυπραγμονῶ, δημοσίᾳ δὲ οὐ τολμῶ ἀναβαίνων εἰς τὸ πλῆθος τὸ ὑμέτερον συμβουλεύειν τῇ πόλει. τούτου δὲ αἴτιόν ἐστιν ὃ ὑμεῖς ἐμοῦ πολλάκις ἀκηκόατε πολλαχοῦ λέγοντος, ὅτι μοι θεῖόν τι καὶ δαιμόνιον γίγνεται [φωνή], ὃ δὴ καὶ ἐν τῇ γραφῇ ἐπικωμῳδῶν Μέλητος ἐγράψατο. ἐμοὶ δὲ τοῦτʼ ἔστιν ἐκ παιδὸς ἀρξάμενον, φωνή τις γιγνομένη, ἣ ὅταν γένηται, ἀεὶ ἀποτρέπει με τοῦτο ὃ ἂν μέλλω πράττειν, προτρέπει δὲ οὔποτε. τοῦτʼ ἔστιν ὅ μοι ἐναντιοῦται τὰ πολιτικὰ πράττειν, καὶ παγκάλως γέ μοι δοκεῖ ἐναντιοῦσθαι· εὖ γὰρ ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ ἐγὼ πάλαι ἐπεχείρησα πράττειν τὰ πολιτικὰ πράγματα, πάλαι ἂν ἀπολώλη καὶ οὔτʼ ἂν ὑμᾶς ὠφελήκη οὐδὲν οὔτʼ ἂν ἐμαυτόν. καί μοι μὴ ἄχθεσθε λέγοντι τἀληθῆ· οὐ γὰρ ἔστιν ὅστις ἀνθρώπων σωθήσεται οὔτε ὑμῖν οὔτε ἄλλῳ πλήθει οὐδενὶ γνησίως ἐναντιούμενος καὶ διακωλύων πολλὰ ἄδικα καὶ παράνομα ἐν τῇ πόλει γίγνεσθαι, ἀλλʼ ἀναγκαῖόν ἐστι τὸν τῷ ὄντι μαχούμενον ὑπὲρ τοῦ δικαίου, καὶ εἰ μέλλει ὀλίγον χρόνον σωθήσεσθαι, ἰδιωτεύειν ἀλλὰ μὴ δημοσιεύειν.

Such another is not likely to come to you, gentlemen; but if you take my advice, you will spare me. But you, perhaps, might be angry, like people awakened from a nap, and might slap me, as Anytus advises, and easily kill me; then you would pass the rest of your lives in slumber, unless God, in his care for you, should send someone else to sting you. And that I am, as I say, a kind of gift from the god, you might understand from this; for I have neglected all my own affairs and have been enduring the neglect of my concerns all these years, but I am always busy in your interest, coming to each one of you individually like a father or an elder brother and urging you to care for virtue; now that is not like human conduct. If I derived any profit from this and received pay for these exhortations, there would be some sense in it; but now you yourselves see that my accusers, though they accuse me of everything else in such a shameless way, have not been able to work themselves up to such a pitch of shamelessness as to produce a witness to testify that I ever exacted or asked pay of anyone. For I think I have a sufficient witness that I speak the truth, namely, my poverty. Perhaps it may seem strange that I go about and interfere in other people’s affairs to give this advice in private, but do not venture to come before your assembly and advise the state. But the reason for this, as you have heard me say at many times and places, is that something divine and spiritual comes to me, the very thing which Meletus ridiculed in his indictment. I have had this from my childhood; it is a sort of voice that comes to me, and when it comes it always holds me back from what I am thinking of doing, but never urges me forward. This it is which opposes my engaging in politics. And I think this opposition is a very good thing; for you may be quite sure, men of Athens, that if I had undertaken to go into politics, I should have been put to death long ago and should have done no good to you or to myself. And do not be angry with me for speaking the truth; the fact is that no man will save his life who nobly opposes you or any other populace and prevents many unjust and illegal things from happening in the state. A man who really fights for the right, if he is to preserve his life for even a little while, must be a private citizen, not a public man.

μεγάλα δʼ ἔγωγε ὑμῖν τεκμήρια παρέξομαι τούτων, οὐ λόγους ἀλλʼ ὃ ὑμεῖς τιμᾶτε, ἔργα. ἀκούσατε δή μοι τὰ συμβεβηκότα, ἵνα εἰδῆτε ὅτι οὐδʼ ἂν ἑνὶ ὑπεικάθοιμι παρὰ τὸ δίκαιον δείσας θάνατον, μὴ ὑπείκων δὲ ἀλλὰ κἂν ἀπολοίμην. ἐρῶ δὲ ὑμῖν φορτικὰ μὲν καὶ δικανικά, ἀληθῆ δέ. ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ἄλλην μὲν ἀρχὴν οὐδεμίαν πώποτε ἦρξα ἐν τῇ πόλει, ἐβούλευσα δέ· καὶ ἔτυχεν ἡμῶν ἡ φυλὴ Ἀντιοχὶς πρυτανεύουσα ὅτε ὑμεῖς τοὺς δέκα στρατηγοὺς τοὺς οὐκ ἀνελομένους τοὺς ἐκ τῆς ναυμαχίας ἐβουλεύσασθε ἁθρόους κρίνειν, παρανόμως, ὡς ἐν τῷ ὑστέρῳ χρόνῳ πᾶσιν ὑμῖν ἔδοξεν. τότʼ ἐγὼ μόνος τῶν πρυτάνεων ἠναντιώθην ὑμῖν μηδὲν ποιεῖν παρὰ τοὺς νόμους καὶ ἐναντία ἐψηφισάμην· καὶ ἑτοίμων ὄντων ἐνδεικνύναι με καὶ ἀπάγειν τῶν ῥητόρων, καὶ ὑμῶν κελευόντων καὶ βοώντων, μετὰ τοῦ νόμου καὶ τοῦ δικαίου ᾤμην μᾶλλόν με δεῖν διακινδυνεύειν ἢ μεθʼ ὑμῶν γενέσθαι μὴ δίκαια βουλευομένων, φοβηθέντα δεσμὸν ἢ θάνατον. καὶ ταῦτα μὲν ἦν ἔτι δημοκρατουμένης τῆς πόλεως· ἐπειδὴ δὲ ὀλιγαρχία ἐγένετο, οἱ τριάκοντα αὖ μεταπεμψάμενοί με πέμπτον αὐτὸν εἰς τὴν θόλον προσέταξαν ἀγαγεῖν ἐκ Σαλαμῖνος Λέοντα τὸν Σαλαμίνιον ἵνα ἀποθάνοι, οἷα δὴ καὶ ἄλλοις ἐκεῖνοι πολλοῖς πολλὰ προσέταττον, βουλόμενοι ὡς πλείστους ἀναπλῆσαι αἰτιῶν. τότε μέντοι ἐγὼ οὐ λόγῳ ἀλλʼ ἔργῳ αὖ ἐνεδειξάμην ὅτι ἐμοὶ θανάτου μὲν μέλει, εἰ μὴ ἀγροικότερον ἦν εἰπεῖν, οὐδʼ ὁτιοῦν, τοῦ δὲ μηδὲν ἄδικον μηδʼ ἀνόσιον ἐργάζεσθαι, τούτου δὲ τὸ πᾶν μέλει. ἐμὲ γὰρ ἐκείνη ἡ ἀρχὴ οὐκ ἐξέπληξεν, οὕτως ἰσχυρὰ οὖσα, ὥστε ἄδικόν τι ἐργάσασθαι, ἀλλʼ ἐπειδὴ ἐκ τῆς θόλου ἐξήλθομεν, οἱ μὲν τέτταρες ᾤχοντο εἰς Σαλαμῖνα καὶ ἤγαγον Λέοντα, ἐγὼ δὲ ᾠχόμην ἀπιὼν οἴκαδε. καὶ ἴσως ἂν διὰ ταῦτα ἀπέθανον, εἰ μὴ ἡ ἀρχὴ διὰ ταχέων κατελύθη. καὶ τούτων ὑμῖν ἔσονται πολλοὶ μάρτυρες.ἆρʼ οὖν ἄν με οἴεσθε τοσάδε ἔτη διαγενέσθαι εἰ ἔπραττον τὰ δημόσια, καὶ πράττων ἀξίως ἀνδρὸς ἀγαθοῦ ἐβοήθουν τοῖς δικαίοις καὶ ὥσπερ χρὴ τοῦτο περὶ πλείστου ἐποιούμην; πολλοῦ γε δεῖ, ὦ ἄνδρες Ἀθηναῖοι· οὐδὲ γὰρ ἂν ἄλλος ἀνθρώπων οὐδείς.

I will give you powerful proofs of this not mere words, but what you honor more,—actions. And listen to what happened to me, that you may be convinced that I would never yield to any one, if that was wrong, through fear of death, but would die rather than yield. The tale I am going to tell you is ordinary and commonplace, but true. I, men of Athens, never held any other office in the state, but I was a senator; and it happened that my tribe held the presidency when you wished to judge collectively, not severally, the ten generals who had failed to gather up the slain after the naval battle; this was illegal, as you all agreed afterwards. At that time I was the only one of the prytanes who opposed doing anything contrary to the laws, and although the orators were ready to impeach and arrest me, and though you urged them with shouts to do so, I thought I must run the risk to the end with law and justice on my side, rather than join with you when your wishes were unjust, through fear of imprisonment or death. That was when the democracy still existed; and after the oligarchy was established, the Thirty sent for me with four others to come to the rotunda and ordered us to bring Leon the Salaminian from Salamis to be put to death. They gave many such orders to others also, because they wished to implicate as many in their crimes as they could. Then I, however, showed again, by action, not in word only, that I did not care a whit for death if that be not too rude an expression, but that I did care with all my might not to do anything unjust or unholy. For that government, with all its power, did not frighten me into doing anything unjust, but when we came out of the rotunda, the other four went to Salamis and arrested Leon, but I simply went home; and perhaps I should have been put to death for it, if the government had not quickly been put down. Of these facts you can have many witnesses. Do you believe that I could have lived so many years if I had been in public life and had acted as a good man should act, lending my aid to what is just and considering that of the highest importance? Far from it, men of Athens; nor could any other man.

ἀλλʼ ἐγὼ διὰ παντὸς τοῦ βίου δημοσίᾳ τε εἴ πού τι ἔπραξα τοιοῦτος φανοῦμαι, καὶ ἰδίᾳ ὁ αὐτὸς οὗτος, οὐδενὶ πώποτε συγχωρήσας οὐδὲν παρὰ τὸ δίκαιον οὔτε ἄλλῳ οὔτε τούτων οὐδενὶ οὓς δὴ διαβάλλοντες ἐμέ φασιν ἐμοὺς μαθητὰς εἶναι. ἐγὼ δὲ διδάσκαλος μὲν οὐδενὸς πώποτʼ ἐγενόμην· εἰ δέ τίς μου λέγοντος καὶ τὰ ἐμαυτοῦ πράττοντος ἐπιθυμοῖ ἀκούειν, εἴτε νεώτερος εἴτε πρεσβύτερος, οὐδενὶ πώποτε ἐφθόνησα, οὐδὲ χρήματα μὲν λαμβάνων διαλέγομαι μὴ λαμβάνων δὲ οὔ, ἀλλʼ ὁμοίως καὶ πλουσίῳ καὶ πένητι παρέχω ἐμαυτὸν ἐρωτᾶν, καὶ ἐάν τις βούληται ἀποκρινόμενος ἀκούειν ὧν ἂν λέγω. καὶ τούτων ἐγὼ εἴτε τις χρηστὸς γίγνεται εἴτε μή, οὐκ ἂν δικαίως τὴν αἰτίαν ὑπέχοιμι, ὧν μήτε ὑπεσχόμην μηδενὶ μηδὲν πώποτε μάθημα μήτε ἐδίδαξα· εἰ δέ τίς φησι παρʼ ἐμοῦ πώποτέ τι μαθεῖν ἢ ἀκοῦσαι ἰδίᾳ ὅτι μὴ καὶ οἱ ἄλλοι πάντες, εὖ ἴστε ὅτι οὐκ ἀληθῆ λέγει.ἀλλὰ διὰ τί δή ποτε μετʼ ἐμοῦ χαίρουσί τινες πολὺν χρόνον διατρίβοντες; ἀκηκόατε, ὦ ἄνδρες Ἀθηναῖοι, πᾶσαν ὑμῖν τὴν ἀλήθειαν ἐγὼ εἶπον· ὅτι ἀκούοντες χαίρουσιν ἐξεταζομένοις τοῖς οἰομένοις μὲν εἶναι σοφοῖς, οὖσι δʼ οὔ. ἔστι γὰρ οὐκ ἀηδές. ἐμοὶ δὲ τοῦτο, ὡς ἐγώ φημι, προστέτακται ὑπὸ τοῦ θεοῦ πράττειν καὶ ἐκ μαντείων καὶ ἐξ ἐνυπνίων καὶ παντὶ τρόπῳ ᾧπέρ τίς ποτε καὶ ἄλλη θεία μοῖρα ἀνθρώπῳ καὶ ὁτιοῦν προσέταξε πράττειν. ταῦτα, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἀληθῆ ἐστιν καὶ εὐέλεγκτα. εἰ γὰρ δὴ ἔγωγε τῶν νέων τοὺς μὲν διαφθείρω τοὺς δὲ διέφθαρκα, χρῆν δήπου, εἴτε τινὲς αὐτῶν πρεσβύτεροι γενόμενοι ἔγνωσαν ὅτι νέοις οὖσιν αὐτοῖς ἐγὼ κακὸν πώποτέ τι συνεβούλευσα, νυνὶ αὐτοὺς ἀναβαίνοντας ἐμοῦ κατηγορεῖν καὶ τιμωρεῖσθαι· εἰ δὲ μὴ αὐτοὶ ἤθελον, τῶν οἰκείων τινὰς τῶν ἐκείνων, πατέρας καὶ ἀδελφοὺς καὶ ἄλλους τοὺς προσήκοντας, εἴπερ ὑπʼ ἐμοῦ τι κακὸν ἐπεπόνθεσαν αὐτῶν οἱ οἰκεῖοι, νῦν μεμνῆσθαι καὶ τιμωρεῖσθαι. πάντως δὲ πάρεισιν αὐτῶν πολλοὶ ἐνταυθοῖ οὓς ἐγὼ ὁρῶ, πρῶτον μὲν Κρίτων οὑτοσί, ἐμὸς ἡλικιώτης καὶ δημότης, Κριτοβούλου τοῦδε πατήρ, ἔπειτα Λυσανίας ὁ Σφήττιος, Αἰσχίνου τοῦδε πατήρ, ἔτι δʼ Ἀντιφῶν ὁ Κηφισιεὺς οὑτοσί, Ἐπιγένους πατήρ, ἄλλοι τοίνυν οὗτοι ὧν οἱ ἀδελφοὶ ἐν ταύτῃ τῇ διατριβῇ γεγόνασιν, Νικόστρατος Θεοζοτίδου, ἀδελφὸς Θεοδότου—καὶ ὁ μὲν Θεόδοτος τετελεύτηκεν, ὥστε οὐκ ἂν ἐκεῖνός γε αὐτοῦ καταδεηθείη—καὶ Παράλιος ὅδε, ὁ Δημοδόκου, οὗ ἦν Θεάγης ἀδελφός· ὅδε δὲ Ἀδείμαντος, ὁ Ἀρίστωνος, οὗ ἀδελφὸς οὑτοσὶ Πλάτων, καὶ Αἰαντόδωρος, οὗ Ἀπολλόδωρος ὅδε ἀδελφός.

But you will find that through all my life, both in public, if I engaged in any public activity, and in private, I have always been the same as now, and have never yielded to any one wrongly, whether it were any other person or any of those who are said by my traducers to be my pupils. But I was never any one’s teacher. If any one, whether young or old, wishes to hear me speaking and pursuing my mission, I have never objected, nor do I converse only when I am paid and not otherwise, but I offer myself alike to rich and poor; I ask questions, and whoever wishes may answer and hear what I say. And whether any of them turns out well or ill, I should not justly be held responsible, since I never promised or gave any instruction to any of them; but if any man says that he ever learned or heard anything privately from me, which all the others did not, be assured that he is lying. But why then do some people love to spend much of their time with me? You have heard the reason, men of Athens; for I told you the whole truth; it is because they like to listen when those are examined who think they are wise and are not so; for it is amusing. But, as I believe, I have been commanded to do this by the God through oracles and dreams and in every way in which any man was ever commanded by divine power to do anything whatsoever. This, Athenians, is true and easily tested. For if I am corrupting some of the young men and have corrupted others, surely some of them who have grown older, if they recognize that I ever gave them any bad advice when they were young, ought now to have come forward to accuse me. Or if they did not wish to do it themselves, some of their relatives—fathers or brothers or other kinsfolk—ought now to tell the facts. And there are many of them present, whom I see; first Crito here, who is of my own age and my own deme and father of Critobulus, who is also present; then there is Lysanias the Sphettian, father of Aeschines, who is here; and also Antiphon of Cephisus, father of Epigenes. Then here are others whose brothers joined in my conversations, Nicostratus, son of Theozotides and brother of Theodotus (now Theodotus is dead, so he could not stop him by entreaties), and Paralus, son of Demodocus; Theages was his brother; and Adimantus, son of Aristo, whose brother is Plato here; and Aeantodorus, whose brother Apollodorus is present.

People and places in this passage

English translation by Harold North Fowler (1914). Original text: Harold North Fowler (trans.), Plato I: Euthyphro, Apology, Crito, Phaedo, Phaedrus, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1914; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.