Pausanias · Description of Greece Ἑλλάδος Περιήγησις

Pausanias, Description of Greece 5.10.1–10: Olympia: the temple of Zeus, its sculptures and the Altis

Pausanias describes the Altis and the temple of Zeus, built after the Elean conquest of Pisa, with its Doric style, dimensions, the architect Libon and the marble tiles said to have been devised by Byzes of Naxos. He lists the golden shield and gilt Victory on the roof, and describes the gable sculptures by Paeonius and Alcamenes and the reliefs of the labours of Hercules over the doors.

Sections 5.10.1–10 · 926 words · click a number to copy its link

πολλὰ μὲν δὴ καὶ ἄλλα ἴδοι τις ἂν ἐν Ἕλλησι, τὰ δὲ καὶ ἀκούσαι θαύματος ἄξια· μάλιστα δὲ τοῖς Ἐλευσῖνι δρωμένοις καὶ ἀγῶνι τῷ ἐν Ὀλυμπίᾳ μέτεστιν ἐκ θεοῦ φροντίδος. τὸ δὲ ἄλσος τὸ ἱερὸν τοῦ Διὸς παραποιήσαντες τὸ ὄνομα Ἄλτιν ἐκ παλαιοῦ καλοῦσι· καὶ δὴ καὶ Πινδάρῳ ποιήσαντι ἐς ἄνδρα Ὀλυμπιονίκην ᾆσμα Ἄλτις ἐπωνόμασται τὸ χωρίον.

ἐποιήθη δὲ ὁ ναὸς καὶ τὸ ἄγαλμα τῷ Διὶ ἀπὸ λαφύρων, ἡνίκα Πίσαν οἱ Ἠλεῖοι καὶ ὅσον τῶν περιοίκων ἄλλο συναπέστη Πισαίοις πολέμῳ καθεῖλον. Φειδίαν δὲ τὸν ἐργασάμενον τὸ ἄγαλμα εἶναι καὶ ἐπίγραμμά ἐστιν ἐς μαρτυρίαν ὑπὸ τοῦ Διὸς γεγραμμένον τοῖς ποσί· Φειδίας Χαρμίδου υἱὸς Ἀθηναῖός μʼ ἐποίησε. / τοῦ ναοῦ δὲ Δώριος μέν ἐστιν ἡ ἐργασία, τὰ δὲ ἐκτὸς περίστυλός ἐστι·

πεποίηται δὲ ἐπιχωρίου πώρου. ὕψος μὲν δὴ αὐτοῦ τὸ ἐς τὸν ἀετὸν ἀνῆκον, εἰσίν οἱ ὀκτὼ πόδες καὶ ἑξήκοντα, εὖρος δὲ πέντε καὶ ἐνενήκοντα, τὰ δὲ ἐς μῆκος τριάκοντά τε καὶ διακόσιοι· τέκτων δὲ ἐγένετο αὐτοῦ Λίβων ἐπιχώριος. κέραμος δὲ οὐ γῆς ὀπτῆς ἐστιν, ἀλλὰ κεράμου τρόπον λίθος ὁ Πεντελῆσιν εἰργασμένος· τὸ δὲ εὕρημα ἀνδρὸς Ναξίου λέγουσιν εἶναι Βύζου, οὗ φασιν ἐν Νάξῳ τὰ ἀγάλματα ἐφʼ ὧν ἐπίγραμμα εἶναι Νάξιος Εὔεργός με γένει Λητοῦς πόρε, Βύζεω / παῖς, ὃς πρώτιστος τεῦξε λίθου κέραμον. / ἡλικίαν δὲ ὁ Βύζης οὗτος κατὰ Ἀλυάττην ἦν τὸν Λυδὸν καὶ Ἀστυάγην τὸν Κυαξάρου βασιλεύοντα ἐν Μήδοις.

ἐν δὲ Ὀλυμπίᾳ λέβης ἐπίχρυσος ἐπὶ ἑκάστῳ τοῦ ὀρόφου τῷ πέρατι ἐπίκειται καὶ Νίκη κατὰ μέσον μάλιστα ἕστηκε τὸν ἀετόν, ἐπίχρυσος καὶ αὕτη. ὑπὸ δὲ τῆς Νίκης τὸ ἄγαλμα ἀσπὶς ἀνάκειται χρυσῆ, Μέδουσαν τὴν Γοργόνα ἔχουσα ἐπειργασμένην. τὸ ἐπίγραμμα δὲ τὸ ἐπὶ τῇ ἀσπίδι τούς τε ἀναθέντας δηλοῖ καὶ καθʼ ἥντινα αἰτίαν ἀνέθεσαν· λέγει γὰρ δὴ οὕτω· ναὸς μὲν φιάλαν χρυσέαν ἔχει, ἐκ δὲ Τανάγρας / τοὶ Λακεδαιμόνιοι συμμαχία τʼ ἀνέθεν / δῶρον ἀπʼ Ἀργείων καὶ Ἀθαναίων καὶ Ἰώνων, / τὰν δεκάταν νίκας εἵνεκα τῶ πολέμω. / ταύτης τῆς μάχης μνήμην καὶ ἐν τῇ Ἀτθίδι ἐποιησάμην συγγραφῇ, τὰ Ἀθήνῃσιν ἐπεξιὼν μνήματα.

τοῦ δὲ ἐν Ὀλυμπίᾳ ναοῦ τῆς ὑπὲρ τῶν κιόνων περιθεούσης ζώνης κατὰ τὸ ἐκτὸς ἀσπίδες εἰσὶν ἐπίχρυσοι μία καὶ εἴκοσιν ἀριθμόν, ἀνάθημα στρατηγοῦ Ῥωμαίων Μομμίου κρατήσαντος Ἀχαιῶν πολέμῳ καὶ Κόρινθόν τε ἑλόντος καὶ Κορινθίους τοὺς Δωριέας ποιήσαντος ἀναστάτους.

τὰ δὲ ἐν τοῖς ἀετοῖς, ἔστιν ἔμπροσθεν Πέλοπος ἡ πρὸς Οἰνόμαον τῶν ἵππων ἅμιλλα ἔτι μέλλουσα καὶ τὸ ἔργον τοῦ δρόμου παρὰ ἀμφοτέρων ἐν παρασκευῇ. Διὸς δὲ ἀγάλματος κατὰ μέσον πεποιημένου μάλιστα τὸν ἀετόν, ἔστιν Οἰνόμαος ἐν δεξιᾷ τοῦ Διὸς ἐπικείμενος κράνος τῇ κεφαλῇ, παρὰ δὲ αὐτὸν γυνὴ Στερόπη, θυγατέρων καὶ αὕτη τῶν Ἄτλαντος· Μυρτίλος δέ, ὃς ἤλαυνε τῷ Οἰνομάῳ τὸ ἅρμα, κάθηται πρὸ τῶν ἵππων, οἱ δέ εἰσιν ἀριθμὸν οἱ ἵπποι τέσσαρες. μετὰ δὲ αὐτόν εἰσιν ἄνδρες δύο· ὀνόματα μέν σφισιν οὐκ ἔστι, θεραπεύειν δὲ ἄρα τοὺς ἵππους καὶ τούτοις προσετέτακτο ὑπὸ τοῦ Οἰνομάου.

πρὸς αὐτῷ δὲ κατάκειται τῷ πέρατι Κλάδεος· ἔχει δὲ καὶ ἐς τὰ ἄλλα παρʼ Ἠλείων τιμὰς ποταμῶν μάλιστα μετά γε Ἀλφειόν. τὰ δὲ ἐς ἀριστερὰ ἀπὸ τοῦ Διὸς ὁ Πέλοψ καὶ Ἱπποδάμεια καὶ ὅ τε ἡνίοχός ἐστι τοῦ Πέλοπος καὶ ἵπποι δύο τε ἄνδρες, ἱπποκόμοι δὴ καὶ οὗτοι τῷ Πέλοπι. καὶ αὖθις ὁ ἀετὸς κάτεισιν ἐς στενόν, καὶ κατὰ τοῦτο Ἀλφειὸς ἐπʼ αὐτοῦ πεποίηται. τῷ δὲ ἀνδρὶ ὃς ἡνιοχεῖ τῷ Πέλοπι λόγῳ μὲν τῷ Τροιζηνίων ἐστὶν ὄνομα Σφαῖρος, ὁ δὲ ἐξηγητὴς ἔφασκεν ὁ ἐν Ὀλυμπίᾳ Κίλλαν εἶναι.

τὰ μὲν δὴ ἔμπροσθεν ἐν τοῖς ἀετοῖς ἐστι Παιωνίου, γένος ἐκ Μένδης τῆς Θρᾳκίας, τὰ δὲ ὄπισθεν αὐτῶν Ἀλκαμένους, ἀνδρὸς ἡλικίαν τε κατὰ Φειδίαν καὶ δευτερεῖα ἐνεγκαμένου σοφίας ἐς ποίησιν ἀγαλμάτων. τὰ δὲ ἐν τοῖς ἀετοῖς ἐστιν αὐτῷ Λαπιθῶν ἐν τῷ Πειρίθου γάμῳ πρὸς Κενταύρους ἡ μάχη. κατὰ μὲν δὴ τοῦ ἀετοῦ τὸ μέσον Πειρίθους ἐστίν· παρὰ δὲ αὐτὸν τῇ μὲν Εὐρυτίων ἡρπακὼς τὴν γυναῖκά ἐστι τοῦ Πειρίθου καὶ ἀμύνων Καινεὺς τῷ Πειρίθῳ, τῇ δὲ Θησεὺς ἀμυνόμενος πελέκει τοὺς Κενταύρους· Κένταυρος δὲ ὁ μὲν παρθένον, ὁ δὲ παῖδα ἡρπακώς ἐστιν ὡραῖον. ἐποίησε δὲ ἐμοὶ δοκεῖν ταῦτα ὁ Ἀλκαμένης, Πειρίθουν τε εἶναι Διὸς ἐν ἔπεσι τοῖς Ὁμήρου δεδιδαγμένος καὶ Θησέα ἐπιστάμενος ὡς εἴη τέταρτος ἀπὸ Πέλοπος.

ἔστι δὲ ἐν Ὀλυμπίᾳ καὶ Ἡρακλέους τὰ πολλὰ τῶν ἔργων. ὑπὲρ μὲν τοῦ ναοῦ πεποίηται τῶν θυρῶν ἡ ἐξ Ἀρκαδίας ἄγρα τοῦ ὑὸς καὶ τὰ πρὸς Διομήδην τὸν Θρᾷκα καὶ ἐν Ἐρυθείᾳ πρὸς Γηρυόνην, καὶ Ἄτλαντός τε τὸ φόρημα ἐκδέχεσθαι μέλλων καὶ τῆς κόπρου καθαίρων τὴν γῆν ἐστιν Ἠλείοις· ὑπὲρ δὲ τοῦ ὀπισθοδόμου τῶν θυρῶν τοῦ ζωστῆρος τὴν Ἀμαζόνα ἐστὶν ἀφαιρούμενος καὶ τὰ ἐς τὴν ἔλαφον καὶ τὸν ἐν Κνωσσῷ ταῦρον καὶ ὄρνιθας τὰς ἐπὶ Στυμφήλῳ καὶ ἐς ὕδραν τε καὶ τὸν ἐν τῇ γῇ τῇ Ἀργείᾳ λέοντα.

τὰς θύρας δὲ ἐσιόντι τὰς χαλκᾶς, ἔστιν ἐν δεξιᾷ πρὸ τοῦ κίονος Ἴφιτος ὑπὸ γυναικὸς στεφανούμενος Ἐκεχειρίας, ὡς τὸ ἐλεγεῖον τὸ ἐπʼ αὐτοῖς φησιν. ἑστήκασι δὲ καὶ ἐντὸς τοῦ ναοῦ κίονες, καὶ στοαί τε ἔνδον ὑπερῷοι καὶ πρόσοδος διʼ αὐτῶν ἐπὶ τὸ ἄγαλμά ἐστι. πεποίηται δὲ καὶ ἄνοδος ἐπὶ τὸν ὄροφον σκολιά.

Many a wondrous sight may be seen, and not a few tales of wonder may be heard in Greece; but there is nothing on which the blessing of God rests in so full a measure as the rites of Eleusis and the Olympic games. From of old the sacred grove (alsos) of Zeus has been called Altis, through a corruption of the word for grove. Pindar, too, in a song composed in honour of an Olympic victor, calls the place Altis.

The temple and image of Zeus were made from the booty at the time when the Eleans conquered Pisa and the vassal states that revolted with her. That the image was made by Phidias is attested by the inscription under the feet of Zeus :— Phidias, Charmides’ son, an Athenian, made me. The temple is built in the Doric style, and columns run all round it on the outside. It is made of native conglomerate. The height of it up to the gable is sixty-eight feet, its breadth ninety-five, its length two hundred and thirty. The architect was Libon, a native. The tiles are not of baked earth, but of Pentelic marble, which is wrought into the shape of tiles. They say that this was a contrivance of Byzes, a Naxian, who is said to have made the images in Naxos, which bear the following inscription :— Euergus, a Naxian, dedicated me to the offspring of Latona, Euergus, son of Byzes, who first made tiles of stone. This Byzes lived in the time of Alyattes, the Lydian, and of Astyages, the son of Cyaxares, king of the Medes. A gilt kettle is set on each extremity of the roof of the temple at Olympia; and a Victory, also gilt, stands just at the middle of the gable. Under the image of Victory is hung a golden shield with the Gorgon Medusa wrought in relief on it. The inscription on the shield sets forth the persons who dedicated it and their reason for doing so. It runs thus :-— The temple hath a golden shield: from Tanagra The Lacedaemonians and their allies brought it and dedicated it As a gift taken from the Argives, Athenians, and Ionians, The tithe offered in acknowledgment of victory in the war. I mentioned this battle also in my account of Attica, when I was describing the tombs at Athens. On the outside of the frieze, which runs round the temple at Olympia above the columns, are one-and-twenty gilded shields, dedicated by the Roman general Mummius after he had conquered the Achaeans, taken Corinth, and expelled its Dorian inhabitants. As to the sculptures in the gables : in the front gable there is represented the chariot-race between Pelops and Oenomaus about to begin; both are preparing for the race. An image of Zeus stands just at the middle of the gable: on the right of Zeus is Oenomaus with a helmet on his head, and beside him is his wife Sterope, one of the daughters of Atlas. Myrtilus, who drove the chariot of Oenomaus, is seated in front of the horses: his horses are four in number. After him there are two men: they have no names, but seemingly they also were ordered by Oenomaus to look after the horses. At the very extremity Cladeus is lying down: next to the Alpheus the Cladeus is the river most honoured by the Eleans. On the left of Zeus are Pelops and Hippodamia, and the charioteer of Pelops, and the horses, and two men, supposed to be grooms of Pelops. Where the gable again narrows down, Alpheus is represented. The name of Pelops’ charioteer, according to the Troezenians, is Sphaerus; but the guide at Olympia said it was Cillas. The figures in the front gable are by Paeonius, a native of Mende in Thrace: the figures in the back gable are by Alcamenes, a contemporary of Phidias, and only second to him as a sculptor. His work in the gable represents the battle of the Lapiths with the Centaurs at the wedding of Pirithous. At the middle of the gable is Pirithous: beside him, on the one hand, are Eurytion, who has snatched up the wife of Pirithous, and Caeneus, who is succouring Pirithous ; on the other hand is Theseus repelling the Centaurs with an axe; one Centaur has caught up a maiden, another a blooming youth. Alcamenes, it seems to me, represented this scene because he had learned from Homer that Pirithous was a son of Zeus, and because he knew that Theseus was a great grandson of Pelops. Most of the labours of Hercules are also represented at Olympia. Above the doors of the temple is the hunting of the Arcadian boar, and the affair with Diomede the Thracian, and that with Geryon at Erythea, and Hercules about to take the burden of Atlas on himself, and Hercules cleansing the land of the Eleans from the dung. Above the doors of the back chamber is Hercules wresting from the Amazon her girdle, and the stories of the deer, and the bull in Cnosus, and the birds at Stymphalus, and the hydra, and the lion in the land of Argos.

As you enter the bronze doors you have on the right, in front of the pillar, a statue of Iphitus being crowned by a woman Ecechiria (‘truce’), as the distich inscribed on the statue declares. Within the temple also there are pillars, and there are galleries up above, through which there is an approach to the image. There is also a winding ascent to the roof.

People and places in this passage

English translation by Sir James George Frazer (1898). Original text: Friedrich Spiro (ed.), Pausaniae Graeciae descriptio, 3 vols., Leipzig: Teubner, 1903 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (OCR from the Internet Archive scan). Introductions, summaries and notes © GreekMythology.com.