Callimachus · Hymns Ὕμνοι

Callimachus, Hymns 5.1–142: Hymn to Athena: the Bath of Pallas and Teiresias

The women of Argos are summoned to the Bath of Pallas and told to bring no perfume or mirror, only plain olive oil, as Athena herself used. The poet tells how Teiresias, son of Everes, unwittingly saw Athena bathing with his mother Chariclo at the Fountain of the Horse on Helicon and was blinded. Athena tells Chariclo that this is the law of Cronus, foretells the fate of Actaeon, and promises to make Teiresias a seer who knows the birds, has a staff to guide him and keeps his understanding among the dead. The hymn closes with greetings as the goddess arrives and a prayer for Argos.

Lines 5.1–142 · 1374 words · click a number to copy its link
1ὅσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι, ἔξιτε· τᾶν ἵππων ἄρτι φρυασσομενᾶν τᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπειν σοῦσθέ νυν, ὦ ξανθαί, σοῦσθε Πελασγιάδες. 5οὔποκʼ Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων, οὐδʼ ὅκα δὴ λύθρῳ πεπαλαγμένα πάντα φέροισα τεύχεα τῶν ἀδίκων ἦνθʼ ἀπὸ γηγενέων, ἀλλὰ πολὺ πράτιστον ὑφʼ ἅρματος αὐχένας ἵππων 10λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων. ὦ ἴτʼ Ἀχαιιάδες, καὶ μὴ μύρα μηδʼ ἀλαβάστρως συρίγγων ἀίω φθόγγον ὑπαξονίων , 15μὴ μύρα λωτροχόοι τᾷ Παλλάδι μηδʼ ἀλαβάστρως (οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ) οἴσετε μηδὲ κάτοπτρον· ἀεὶ καλὸν ὄμμα τὸ τήνας οὐδʼ ὅκα τὰν Ἴδᾳ Φρὺξ ἐδίκαζεν ἔριν, οὔτʼ ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε Σιμοῦντος 20ἔβλεψεν δίναν ἐς διαφαινομέναν·

All ye that are companions of the Bath of Pallas, come forth, come forth! I heard but now the snorting of the sacred steeds, and the goddess is ready to go. Haste ye now, O fair-haired daughters of Pelasgus, haste! Never did Athena wash her mighty arms before she drave the dust from the flanks of her horses—not even when, her armour all defiled with filth, she returned from the battle of the lawless Giants; but far first she loosed from the car her horses’ necks, and in the springs of Oceanus washed the flecks of sweat and from their mouths that champed the bit cleansed the clotted foam.

O come, daughters of Achaea, and bring not perfume nor alabasters (I hear the voice of the axle-naves!); bring not, ye companions of the Bath, for Pallas perfume nor alabasters (for Athena loves not mixed unguents), neither bring ye a mirror. Always her face is fair, and, even when the Phrygian judged the strife on Ida, the great goddess looked not into orichalc nor into the transparent eddy of Simois, nor did Hera.

21οὐδʼ Ἥρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν· ἁ δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως, οἷα παρʼ Εὐρώτᾳ τοὶ Λακεδαιμόνιοι 25ἀστέρες, ἐμπεράμως ἐνετρίψατο λιτὰ λαβοῖσα χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς· ὦ κῶραι, τὸ δʼ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν. τῶ καὶ νῦν ἄρσεν τι κομίξατε μῶνον ἔλαιον, 30ᾧ Κάστωρ, ᾧ καὶ χρίεται Ἡρακλέης· οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον. ἔξιθʼ Ἀθαναία· πάρα τοι καταθύμιος ἴλα, παρθενικαὶ μεγάλων παῖδες Ἀκεστοριδᾶν 35ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομήδεος ἀσπίς, ὡς ἔθος Ἀργείων τοῦτο παλαιότερον Εὐμήδης ἐδίδαξε, τεὶν κεχαρισμένος ἱρεύς· ὅς ποκα βωλευτὸν γνοὺς ἐπί οἱ θάνατον δᾶμον ἑτοιμάζοντα φυγᾷ τεὸν ἱρὸν ἄγαλμα 40ᾤχετʼ ἔχων, Κρεῖον δʼ εἰς ὄρος ᾠκίσατο· κρεῖον ὄρος· σὲ δέ, δαῖμον, ἀπορρώγεσσιν ἔθηκεν ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες· ἔξιθʼ Ἀθαναία περσέπτολι, χρυσεοπήληξ, ἵππων καὶ σακέων ἁδομένα πατάγῳ.

But Cypris took the shining bronze and often altered and again altered the same lock. But Pallas, after running twice sixty double courses, even as beside the Eurotas the Lacedaemonian Stars, took and skilfully anointed her with simple unguents, the birth of her own tree. And, O maidens, the red blush arose on her, as the colour of the morning rose or seed of pomegranate. Wherefore now also bring ye only the manly olive oil, wherewith Castor and wherewith Heracles anoint themselves. And bring her a comb all of gold, that she may comb her hair, when she hath anointed her glossy tresses.

Come forth, Athena! A company pleasing to thy heart awaits thee, the maiden daughters of Acestor’s mighty sons. And therewithal, O Athena, is borne the shield of Diomedes, since this is the Argive custom which in olden days Eumedes taught them: a priest who found favour with thee: who on a time, when he knew that the people were plotting and planning death for him, fled with thy holy image and dwelt on the Creion hill—dwelt on the hill of Creion and established thee, O goddess, on the rugged rocks, whose name is now the Pallatid rocks.

Come forth, Athena, Sacker of Cities, golden-helmeted, who rejoicest in the din of horse and shield.

45σάμερον ὑδροφόροι μὴ βάπτετε—σάμερον Ἄργος πίνετʼ ἀπὸ κρανᾶν μηδʼ ἀπὸ τῶ ποταμῶ, σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ ᾽ς Φυσάδειαν ἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ. καὶ γὰρ δὴ χρυδῷ τε καὶ ἄνθεσιν ὕδατα μίξας 50ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων τἀθάνᾳ τὸ λοετρὸν ἄγων καλόν. ἀλλά, Πελασγέ, φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδῃς. ὅς κεν ἴδῃ γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον, τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον. 55πότνἰ Ἀθαναία τὺ μὲν ἔξιθι· μέσφα δʼ ἐγώ τι ταῖσδʼ ἐρέω. μῦθος δʼ οὐκ ἐμός, ἀλλʼ ἑτέρων. παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις πουλύ τι καὶ περὶ δὴ φίλατο τᾶν ἑταρᾶν, ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο· 60ἀλλὰ καὶ ἀρχαίων εὖτʼ ἐπὶ Θεσπιέων ἢ ʼπὶ Κορωνείας ἢ εἰς Ἁλίαρτον ἐλαύνοι ἵππως, Βοιωτῶν ἔργα διερχομένα, ἢ ʼπὶ Κορωνείας, ἵνα οἱ τεθυωμένον ἄλσος καὶ βωμοὶ ποταμῷ κεῖντʼ ἐπὶ Κωραλίῳ· 65πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω, οὐδʼ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι ἁδεῖαι τελέθεσκον, ὅκʼ οὐχ ἁγεῖτο Χαρικλώ· ἀλλʼ ἔτι καὶ τήναν δάκρυα πόλλʼ ἔμενεν, καίπερ Ἀθαναίᾳ καταθύμιον ἔσσαν ἑταίραν. 70δή ποκα γὰρ πέπλων λυσαμένα περόνας ἵππω ἐπὶ κράνᾳ Ἑλικωνίδι καλὰ ῥεοίσᾳ λῶντο· μεσαμβρινὰ δʼ εἶχʼ ὄρος ἁσυχία.

To-day, ye water-carriers, dip not your pitchers—to-day, O Argos, drink ye from the fountains and not from the river; to-day, ye handmaidens, carry your pitchers to Physadeia, or Amymone, daughter of Danaus. For, mingling his waters with gold and with flowers, Inachus will come from his pastoral hills, bringing fair water for the Bath of Athena. But beware, O Pelasgian, lest even unwittingly thou behold the Queen. Whoso shall behold Pallas, Keeper of Cities, naked, shall look on Argos for this the last time. Lady Athena, do thou come forth, and meanwhile I shall say somewhat unto these. The story is not mine but told by others.

Maidens, one nymph of old in Thebes did Athena love much, yea beyond all her companions, even the mother of Teiresias, and was never apart from her. But when she drave her steeds towards ancient Thespiae or towards Coroneia or to Haliartus, passing through the tilled fields of the Boeotians—or toward Coroneia where her fragrant grove and altars are set by the river Curalius—often did the goddess set the nymph upon her car and there was no dalliance of nymphs nor sweet ordering of dance, where Chariclo did not lead.

Yet even her did many tears await in the after days, albeit she was a comrade pleasing to the heart of Athena. One day those twain undid the buckles of their robes beside the fair-flowing Fountain of the Horse on Helicon and bathed; and noontide quiet held all the hill.

73ἀμφότεραι λώοντο, μεσαμβριναὶ δʼ ἔσαν ὧραι, πολλὰ δʼ ἁσυχία τῆνο κατεῖχεν ὄρος. 75Τειρεσίας δʼ ἔτι μῶνος ἁμᾶ κυσὶν ἄρτι γένεια περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο· διψάσας δʼ ἄφατόν τι ποτὶ ῥόον ἤλυθε κράνας, σχέτλιος· οὐκ ἐθέλων δʼ εἶδε τὰ μὴ θεμιτά· τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα 80τίς σε, τὸν ὀφθαλμὼς οὐκέτʼ ἀποισόμενον, ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων; ἁ μὲν ἔφα, παιδὸς δʼ ὄμματα νὺξ ἔλαβεν. ἑστάκη δʼ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι γώνατα καὶ φωνὰν ἔσχεν ἀμηχανία. 85ἁ νύμφα δʼ ἐβόασε τί μοι τὸν κῶρον ἔρεξας, πότνια; τοιαῦται δαίμονες ἐστὲ φίλαι; ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε, εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας, ἀλλʼ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὦ ἐμὲ δειλάν, 90ὦ ὄρος, ὦ Ἑλικὼν οὐκέτι μοι παριτέ, ἦ μεγάλʼ ἀντʼ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις. ἆ καὶ ἅμʼ ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα μάτηρ μὲν γοερᾶν οἶτον ἀηδονίδων 95ἆγε βαρὺ κλαίοισα, θεὰ δʼ ἐλέησεν ἑταίραν καί νιν Ἀθαναία πρὸς τόδʼ ἔλεξεν ἔπος δῖα γύναι, μετὰ πάντα βαλεῦ πάλιν ὅσσα διʼ ὀργὰν εἶπας· ἐγὼ δʼ οὔ τοι τέκνον ἔθηκʼ ἀλαόν. οὐ γὰρ Ἀθαναίᾳ γλυκερὸν πέλει ὄμματα παίδων 100ἁρπάζειν· Κρόνιοι δʼ ὧδε λέγοντι νόμοι·

Those two were bathing and it was the noontide hour and a great quiet held that hill, Only Teiresias, on whose cheek the down was just darkening, still ranged with his hounds the holy place. And, athirst beyond telling, he came unto the flowing fountain, wretched man! and unwillingly saw that which is not lawful to be seen. And Athena was angered, yet said to him: “What god, O son of Everes, led thee on this grievous way hence shalt thou never more take back thine eyes!”

She spake and night seized the eyes of the youth. And he stood speechless; for pain glued his knees and helplessness stayed his voice. But the nymph cried: “What hast thou done to my boy, lady? Is such the friendship of you goddesses? Thou hast taken away the eyes of my son. Foolish child! thou hast seen the breast and body of Athena, but the sun thou shalt not see again. O me unhappy! O hill, O Helicon, where I may no more come, surely a great price for little hast thou exacted. Losing a few gazelles and deer, thou hast taken the eyes of my child.”

Therewith the mother clasped her beloved child in both her arms and, wailing the heavy plaint of the mournful nightingale, led him away. And the goddess Athena pitied her comrade and spake to her and said: “Noble lady, take back all the words that thou hast spoken in anger. It is not I that made thy child blind. For no sweet thing is it for Athena to snatch away the eyes of children. But the laws of Cronus order thus: Whosoever shall behold any of the immortals, when the god himself chooses not, at a heavy price shall he behold.

101ὅς κε τινʼ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται, ἀθρήσῃ, μισθῶ τοῦτον ἰδεῖν μεγάλω. δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο ἔργον· ἐπεὶ μοιρᾶν ὧδʼ ἐπένησε λίνα, 105ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ, ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον. πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ, τόσσα δʼ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι. 110καὶ τῆνος μεγάλας σύνδρομος Ἀρτέμιδος ἐσσεῖτʼ· ἀλλʼ οὐκ αὐτὸν ὅ τε δρόμος αἵ τʼ ἐν ὄρεσσι ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι, ὁππόκʼ ἂν οὐκ ἐθέλων περ ἴδῃ χαρίεντα λοετρὰ δαίμονος· ἀλλʼ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες 115τουτάκι δειπνησεῦντι· τὰ δʼ υἱέος ὀστέα μάτηρ λεξεῖται δρυμὼς πάωτας ἐπερχομένα· ὀλβίσταν ἐρέει σε καὶ εὐαίωνα γενέσθαι, ἐξ ὀρέων ἀλαὸν παῖδʼ ὑποδεξαμέναν. ὦ ἑτάρα, τῶ μή τι μινύρεο· τῷδε γὰρ ἄλλα 120τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα. μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν, ἦ μέγα τῶν ἄλλων δή τι περισσότερον. γνωσεῖται δʼ ὄρνιχας, ὅς αἴσιος οἵ τε πέτονται ἤλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες. 125πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμῳ χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις. δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ, δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον.

Noble lady, the thing that is done can no more be taken back; since thus the thread of the Fates span when thou didst bear him at the first; but now, O son of Everes, take thou the issue which is due to thee. How many burnt offerings shall the daughter of Cadmus burn in the days to come, how many Aristaeus, praying that they might see their only son, the young Actaeon, blind. And yet he shall be companion of the chase to great Artemis. But him neither the chase nor comradeship in archery on the hills shall save in that hour, when, albeit unwillingly, he shall behold the beauteous bath of the goddess. Nay, his own dogs shall then devour their former lord. And his mother shall gather the bones of her son, ranging over all the thickets. Happiest of women shall she call thee and of happy fate, for that thou didst receive thy son home from the hills—blind. Therefore, O comrade, lament not; for to this thy son—for thy sake—shall remain many other honours from me. For I will make him a seer to be sung of men hereafter, yea, more excellent far than any other. He shall know the birds—which is of good omen among all the countless birds that fly and what birds are of ill-omened flight. Many oracles shall he utter to the Boeotians and many unto Cadmus, and to the mighty sons of Labdacus in later days. Also will I give him a great staff which shall guide his feet as he hath need, and I will give him a long term of life. And he only, when he dies,

129καὶ μόνος, εὖτε θάνῃ, πεπνυμένος ἐν νεκύεσσι 130φοιτασεῖ, μεγάλωι τίμιος Ἁγεσίλᾳ. ὥς φαμένα κατένευσε· τὸ δʼ ἐντελὲς ᾧ κʼ ἔπι νεύσῃ Παλλάς, ἐπεὶ μώνᾳ Ζεὺς τό γε θυγατέρων δῶκεν Ἀθαναίᾳ, πατρώια πάντα φέρεσθαι, λωτροχόοι, μάτηρ δʼ οὔτις ἔτικτε θεάν, 135ἀλλὰ Διὸς κορυφά. κορυφὰ Διὸς οὐκ ἐπινεύει ψεύδεα κοὐδὲ Διὸς ψεύδετ αι ἁ θυγάτηρ. ἔρχετʼ Ἀθαναία νῦν ἀτρεκές· ἀλλὰ δέχεσθε τὰν θεόν, ὦ κῶραι τὦργον ὅσαις μέλεται, σύν τʼ εὐαγορίᾳ σύν τʼ εὔγμασι σύν τʼ ὀλολυγαῖς. 140χαῖρε θεά, κάδευ δʼ Ἄργεος Ἰναχίω. χαῖρε καὶ ἐξελάοισα, καὶ ἐς πάλιν αὖτις ἐλάσσαις ἵππως, καὶ Δαναῶν κλᾶρον ἅπαντα σάω.

shall walk among the dead having understanding, honoured of the great Leader of the Peoples.”

So she spake and bowed her head; and that word is fulfilled over which Pallas bows; since to Athena only among his daughters hath Zeus granted that she should win all things that belong to her sire, O companions of the Bath, and no mother bare that goddess, but the head of Zeus. The head of Zeus bows not in falsehood, and in falsehood his daughter hath no part.

Now comes Athena in very deed. O maidens, whose task it is, receive ye the goddess with pious greeting and with prayer, and with the voice of thanksgiving. Hail, goddess, and have thou Inachian Argos in thy keeping! Hail when thou drivest forth thy steeds, and home again mayst thou drive them with joy, and do thou preserve all the estate of the Danaans.

People and places in this passage

English translation by A. W. Mair (1921). Original text: A. W. Mair and G. R. Mair (eds. and trs.), Callimachus and Lycophron, Aratus, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1921 (Greek text as digitised by Perseus, tlg0533.tlg015-tlg020 perseus-grc3).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (OCR from the Internet Archive scan). Introductions, summaries and notes © GreekMythology.com.