Callimachus · Hymns Ὕμνοι

Callimachus, Hymns 4.87–204: Hymn to Delos: Leto's wanderings

The unborn Apollo warns Thebe not to make him prophesy yet and speaks of his coming fight with the serpent at Pytho. Leto is refused by the Achaean cities and by Thessaly, and Peneius is ready to shelter her until Ares threatens him and she bids him save himself. The islands, frightened by Iris, turn her away, and on Cos the unborn god forbids her to bear him there because another god, Ptolemy, is due to be born on the island. He foretells the defeat of the Galatians at Delphi, and Asteria then calls to Leto to cross over to her.

Lines 4.87–204 · 1176 words · click a number to copy its link
87φθέγξατο δʼ οὐκ ἀτέλεστον ἀπειλήσας ἐπὶ Θήβῃ· Θήβη, τίπτε τάλαινα τὸν αὐτίκα πότμον ἐλέγχεις; μήπω μή μʼ ἀέκοντα βιάζεο μαντεύεσθαι. 90οὔπω μοι Πυθῶνι μέλει τριποδήιος ἕδρη, οὐδέ τί πω τέθνηκεν ὄφις μέγας, ἀλλʼ ἔτι κεῖνο θηρίον αἰνογένειον ἀπὸ Πλειστοῖο καθέρπον Παρνησὸν νιφόεντα περιστέφει ἐννέα κύκλοις· ἀλλʼ ἔμπης ἐρέω τι τομώτερον ἢ ἀπὸ δάφνης. 95φεῦγε πρόσω· ταχινός σε κιχήσομαι αἵματι λούσων τόξον ἐμόν· σὺ δὲ τέκνα κακογλώσσοιο γυναικὸς ἔλλαχεσ. οὐ σύ γʼ ἐμεῖο φίλη τροφὸς οὐδὲ Κιθαιρὼν ἔσσεται· εὐαγέων δὲ καὶ εὐαγέεσσι μελοίμην. ὣς ἄρʼ ἔφη. Λητὼ δὲ μετάτροπος αὖτις ἐχώρει. 100ἀλλʼ ὅτʼ Ἀχαιιάδες μιν ἀπηρνήσαντο πόληες ἐρχομένην, Ἑλίκη τε Ποσειδάωνος ἑταίρη Βοῦρά τε Δεξαμενοῖο βοόστασις Οἰκιάδαο, ἂψ δʼ ἐπὶ Θεσσαλίην πόδας ἔτρεπε, φεῦγε δʼ Ἄναυρος καὶ μεγάλη Λάρισα καὶ αἱ Χειρωνίδες ἄκραι, 105φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων. Ἥρη, σοὶ δʼ ἔτι τῆμος ἀνηλεὲς ἦτορ ἔκειτο οὐδὲ κατεκλάσθης τε καὶ ᾤκτισας, ἡνίκα πήχεις ἀμφοτέρους ὀρέγουσα μάτην ἐφθέγξατο τοῖα

Force me not yet to prophesy against my will. Not yet is the tripod seat at Pytho my care; not yet is the great serpent dead, but still that beast of awful jaws, creeping down from Pleistus, wreathes snowy Parnassus with his nine coils. Nevertheless I will speak unto thee a word more clear than shall be spoken from the laurel branch. Flee on! swiftly shall I overtake thee and wash my bow in blood. Thou hast in thy keeping the children of a slanderous woman. Not thou shalt be my dear nurse, nor Cithaeron. Pure am I and may I be the care of them that are pure.” So he spake. And Leto turned and went back. But when the Achaean cities refused her as she came—Helice, the companion of Poseidon, and Bura, the steading of Dexamenus, the son of Oeceus—she turned her feet back to Thessaly. And Anaurus fled and great Larisa and the cliffs of Cheiron; fled, too, Peneius, coiling through Tempe.

But thy heart, Hera, was even then still pitiless and thou wert not broken down nor didst have compassion, when she stretched forth both her arms and spake in vain: “Ye nymphs of Thessaly, offspring of a river, tell your sire to hush his great stream.

109Νύμφαι Θεσσαλίδες, ποταμοῦ γένος, εἴπατε πατρὶ 110κοιμῆσαι μέγα χεῦμα· περιπλέξασθε γενείῳ λισσόμεναι τὰ Ζηνὸς ἐν ὕδατι τέκνα τεκέσθαι. Πηνειὲ Φθιῶτα, τί νῦν ἀνέμοισιν ἐρίζεις; ὦ πάτερ, οὐ μὴν ἵππον ἀέθλιον ἀμφιβέβηκας. ἦ ῥά τοι ὧδʼ αἰεὶ ταχινοὶ πόδες, ἢ ἐπʼ ἐμεῖο 115μοῦνοι ἐλαφρίζουσι, πεποίησαι δὲ πέτεσθαι σήμερον ἐξαπίνης;" ὁ δʼ ἀνήκοος. "ὦ ἐμὸν ἄχθος, ποῖ σε φέρω; μέλεοι γὰρ ἀπειρήκασι τένοντες. Πήλιον ὦ Φιλύρης νυμφήιον, ἀλλὰ σὺ μεῖνον, μεῖνον, ἐπεὶ καὶ θῆρες ἐν οὔρεσι πολλάκι σεῖο 120ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι. τὴν δʼ ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβων Λητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε πότνια σὰς ὠδῖνας ἀναίνομαι· οἶδα καὶ ἄλλας λουσαμένας ἀπʼ ἐμεῖο λεχωίδας· ἀλλά μοι Ἥρη 125δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἢ ἀπολέσθαι ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ· τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων 130διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι. ἠνίδʼ ἐγώ· τί περισσά; κάλει μόνον Εἰλήθυιαν. εἶπε καὶ ἠρώησε μέμαν ῥόον. ἀλλά οἱ Ἄρης Παγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείρας 135ἐμβαλέειν δίνῃσιν, ἀποκρύψαι δὲ ῥέεθρα·

Entwine your hands about his beard and entreat him that the children of Zeus be born in his waters. Phthiotian Peneius, why dost thou now vie with the winds? O sire, thou dost not bestride a racing horse. Are thy feet always thus swift, or are they swift only for me, and hast thou to-day been suddenly made to fly?” But he heard her not. “O burden mine, whither shall I carry thee? The hapless sinews of my feet are outworn. O Pelion, bridal chamber of Philyra, do thou stay, O stay, since on thy hills even the wild lionesses oftentimes lay down their travail of untimely birth.” Then shedding tears, Peneius answered her: “Leto, Necessity is a great goddess. It is not I who refuse, O Lady, thy travail; for I know of others who have washed the soilure of birth in me—but Hera hath largely threatened me. Behold what manner of watcher keeps vigil on the mountain top, who would lightly drag me forth from the depths. What shall I devise? Or is it a pleasant thing to thee that Peneius should perish? Let my destined day take its course. I will endure for thy sake, even if I must wander evermore with ebbing flood and thirsty, and alone be called of least honour among rivers. Here am I! What needeth more? Do thou but call upon Eileithyia.” He spake and stayed his great stream. But Ares was about to lift the peaks of Pangaeum from their base and hurl them in his eddying waters and hide his streams. And from on high he made a din as of thunder and smote his shield with the point of his spear, and it rang with a warlike noise.

136ὑψόθε δʼ ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῇ δούρατος· ἡ δʼ ἐλέλιξεν ἐνόπλιον· ἔτρεμε δʼ Ὄσσης οὔρεα καὶ πεδίον Κραννώνιον αἵ τε δυσαεῖς ἐσχατιαὶ Πίνδοιο, φόβῳ δʼ ὠρχήσατο πᾶσα 140Θεσσαλίη· τοῖος γὰρ ἀπʼ ἀσπίδος ἔβρεμεν ἦχος. ὡς δʼ ὁπότʼ Αἰτναίου ὄρεος πυρὶ τυφομένοιο σείονται μυχὰ πάντα κατουδαίοιο γίγαντος εἰς ἑτέρην Βριαρῆος ἐπωμίδα κινυμένοιο, θερμάστραι τε βρέμουσιν ὑφʼ Ἡφαίστοιο πυράγρης 145ἔργα θʼ ὁμοῦ, δεινὸν δὲ πυρίκμητοί τε λέβητες καὶ τρίποδες πίπτοντες ἐπʼ ἀλλήλοις ἰαχεῦσι· τῆμος ἔγεντʼ ἄραβος σάκεος τόσος εὐκύκλοιο. Πηνειὸς δʼ οὐκ αὖτις ἐχάζετο, μίμνε δʼ ὁμοίως καρτερὸς ὡς τὰ πρῶτα, θοὰς δʼ ἐστήσατο δίνας, 150εἰσόκε οἱ Κοιηὶς ἐκέκλετο σῴζεο χαίρων, σῴζεο· μὴ σύ γʼ ἐμεῖο πάθῃς κακὸν εἵνεκα τῆσδε ἀντʼ ἐλεημοσύνης, χάριτος δέ τοι ἔσσετʼ ἀμοιβή. ἦ καὶ πολλὰ πάροιθεν ἐπεὶ κάμεν ἔστιχε νήσους εἰναλίας· αἱ δʼ οὔ μιν ἐπερχομένην ἐδέχοντο, 155οὐ λιπαρὸν νήεσσιν Ἐχινάδες ὅρμον ἔχουσαι, οὐδʼ ἥτις Κέρκυρα φιλοξεινωτάτη ἄλλων, Ἶρις ἐπεὶ πάσῃσιν ἐφʼ ὑψηλοῖο Μίμαντος σπερχομένη μάλα πολλὸν ἀπέτραπεν· αἱ δʼ ὑπʼ ὁμοκλῆς πανσυδίῃ φοβέοντο κατὰ ῥόον ἥντινα τέτμοι.

And the hills of Ossa trembled and the plain of Crannon, and the windswept skirts of Pindus, and all Thessaly danced for fear: such echoing din rang from his shield. And even as when the mount of Aetna smoulders with fire and all its secret depths are shaken as the giant under earth, even Briares, shifts to his other shoulder, and with the tongs of Hephaestus roar furnaces and handiwork withal; and firewrought basins and tripods ring terribly as they fall one upon the other: such in that hour was the rattle of the fair-rounded shield. But Peneius retired not back, but abode his ground, steadfast even as before, and stayed his swift eddying streams, until the daughter of Coeüs called to him: “Save thyself, farewell! save thyself; do not for my sake suffer evil for this thy compassion; thy favour shall be rewarded.”

So she spake and after much toil came unto the isles of the sea. But they received her not when she came—not the Echinades with their smooth anchorage for ships, nor Cercyra which is of all other islands most hospitable; since Iris on lofty Mimas was wroth with them all and utterly prevented them. And at her rebuke they fled all together, every one that she came to, along the waters. Then she came unto primeval Cos, the isle of Merops, the holy retreat of the heroine Chalciope, but the word of her son restrained her: “Bear me not, mother, here.

160ὠγυγίην δἤπειτα Κόων, Μεροπηίδα νῆσον, ἵκετο, Χαλκιόπης ἱερὸν μυχὸν ἡρωίνης. ἀλλά ἑ παιδὸς ἔρυκεν ἔπος τόδε μὴ σύ γε, μῆτερ, τῇ με τέκοις. οὔτʼ οὖν ἐπιμέμφομαι οὐδὲ μεγαίρω νῆσον, ἐπεὶ λιπαρή τε καὶ εὔβοτος, εἴ νύ τις ἄλλη· 165ἀλλά οἱ ἐκ Μοιρέων τις ὀφειλόμενος θεὸς ἄλλος ἐστί, Σαωτήρων ὕπατον γένος· ᾧ ὑπὸ μίτρην ἵξεται οὐκ ἀέκουσα Μακηδόνι κοιρανέεσθαι ἀμφοτέρη μεσόγεια καὶ αἳ πελάγεσσι κάθηνται, μέχρις ὅπου περάτη τε καὶ ὁππόθεν ὠκέες ἵπποι 170ἠέλιον φορέουσιν· ὁ δʼ εἴσεται ἤθεα πατρός. καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος ὕστερον, ὁππότʼ ἂν οἱ μὲν ἐφʼ Ἑλλήνεσσι μάχαιραν βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα ὀψίγονοι Τιτῆνες ἀφʼ ἑσπέρου ἐσχατόωντος 175ῥώσωνται νιφάδεσσιν ἐοικότες ἢ ἰσάριθμοι τείρεσιν, ἡνίκα πλεῖστα κατʼ ἠέρα βουκολέονται, φρούρια καὶ καὶ πεδία Κρισσαῖα καὶ ἠπείροι ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸν 180γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῇ,

I blame not the island nor have any grudge, since a bright isle it is and rich in pasture as any other. But there is due to her from the Fates another god, the most high lineage of the Saviours; beneath whose crown shall come—not loth to be ruled by a Macedonian—both continents and the lands which are set in the sea, far as where the end of the earth is and again whence his swift horses carry the sun. And he shall know the ways of his sire.

Yea and one day hereafter there shall come upon us a common struggle, when the Titans of a later day shall rouse up against the Hellenes barbarian sword and Celtic war, and from the furthest West rush on like snowflakes and in number as the stars when they flock most thickly in the sky; forts too [and villages of the Locrians and Delphian heights and Crisaean plains and [glens of the mainland] be thronged about and around, and shall behold the rich smoke of their burning neighbour, and no longer by hearsay only; but already beside the temple behold the ranks of the foemen, and already beside my tripods the swords and cruel belts and hateful shields, which shall cause an evil journey to the foolish tribe of the Galatians.

181ἀλλʼ ἤδη παρὰ νηὸν ἀπαυγάζοιντο φάλαγγας δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε ἀσπίδας, αἳ Γαλάτῃσι κακὴν ὁδὸν ἄφρονι φύλῳ 185στήσονται· τέων αἱ μὲν ἐμοὶ γέρας, αἱ δʼ ἐπὶ Νείλῳ ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος. ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω. αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν 190ὕστερον ἤματα πάντα. σὺ δὲ ξυμβάλλεο, μῆτερ· ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή, πλαζομένη πελάγεσσι· πόδες δέ οἱ οὐχ ἑνὶ χώρῳ, ἀλλὰ παλιρροίῃ ἐπινήχεται ἀνθέρικος ὥς, ἔνθα νότος, ἔνθʼ εὖρος, ὅπη φορέῃσι θάλασσα. 195τῇ με φέροις· κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν. αἱ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι· Ἀστερίη φιλόμολπε, σὺ δʼ Εὐβοίηθε κατῄεις, Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν, ἀλλʼ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος· 200[…] […] . φλεξας ἐπεὶ περικαίεο πυρί, τλήμονʼ ὑπʼ ὠδίνεσσι βαρυνομένην ὁρόωσα· Ἥρη, τοῦτό με ῥέξον ὅ τοι φίλον· οὐ γὰρ ἀπειλὰς ὑμετέρας ἐφύλαξα· πέρα, πέρα εἰς ἐμὲ Λητοῖ.

Of these shields some shall be my guerdon; others, when they have seen the wearers perish amid fire, shall be set by the banks of Nile to be the prizes of a king who laboured much. O Ptolemy who art to be, these prophecies I declare for thee. Greatly shalt thou praise in all the days to be him that prophesied while yet in his mother’s womb. But mark thou, mother: there is to be seen in the water a tiny island, wandering over the seas. Her feet abide not in one place, but on the tide she swims even as a stalk of asphodel, where the South wind or the East wind blows, whithersoever the sea carries her. Thither do thou carry me. For she shall welcome thy coming.”

When he had spoken thus much, the other islands in the sea ran away. But thou, Asteria, lover of song, didst come down from Euboea to visit the round Cyclades—not long ago, but still behind thee trailed the sea-weed of Geraestus... since thy heart was kindled, seeing the unhappy lady in the grievous pangs of birth: “Hera, do to me what thou wilt. For I heed not thy threats. Cross, cross over, Leto, unto me.”

People and places in this passage

English translation by A. W. Mair (1921). Original text: A. W. Mair and G. R. Mair (eds. and trs.), Callimachus and Lycophron, Aratus, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1921 (Greek text as digitised by Perseus, tlg0533.tlg015-tlg020 perseus-grc3).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (OCR from the Internet Archive scan). Introductions, summaries and notes © GreekMythology.com.