ἔστι δὲ αὐτοῦ καὶ νεὼς ἐν Ῥώμῃ δίθυρος, ὃν πολέμου πύλην καλοῦσι. νομίζεται γάρ ἀνεῷχθαι μὲν αὐτὸν ὅταν ᾖ πόλεμος, κεκλεῖσθαι δὲ εἰρήνης γενομένης, ὃ δὴ χαλεπὸν ἦν καὶ σπανίως γινόμενον, ἀεί τινι συνηρτημένης πολέμῳ τῆς ἡγεμονίας, διὰ μέγεθος τοῖς κύκλῳ περικεχυμένοις γένεσι βαρβάροις ἀντερειδούσης.
He also has a temple at Rome with double doors, which they call the gates of war; for the temple always stands open in time of war, but is closed when peace has come. The latter was a difficult matter, and it rarely happened, since the realm was always engaged in some war, as its increasing size brought it into collision with the barbarous nations which encompassed it round about.
πλὴν ἐπί γε τοῦ Σεβαστοῦ Καίσαρος ἐκλείσθη καθελόντος Ἀντώνιον καὶ πρότερον ὑπατευόντων Μάρκου Ἀτιλίου καὶ Τίτου Μαλλίου χρόνον οὐ πολὺν εἶτα εὐθὺς ἀνεῴχθη πολέμου συρραγέντος. ἀλλʼ ἐπί γε τῆς Νομᾶ βασιλείας οὐδεμίαν ἡμέραν ἀνεῳγμένος ὤφθη, τρία δὲ καὶ τετταράκοντα ἔτη συνεχῶς ἔμεινε κεκλεισμένος· οὕτως ἐξῄρητο παντελῶς τὰ τοῦ πολέμου καὶ πανταχόθεν.
But in the time of Augustus Caesar it was closed, after he had overthrown Antony; and before that, when Marcus Atilius and Titus Manlius were consuls, it was closed a short time; then war broke out again at once, and it was opened. During the reign of Numa, however, it was not seen open for a single day, but remained shut for the space of forty-three years together, so complete and universal was the cessation of war.
οὐ γάρ μόνον ὁ Ῥωμαίων ἡμέρωτο καὶ κατεκεκήλητο τῇ δικαιοσύνῃ καὶ πρᾳότητι τοῦ βασιλέως δῆμος, ἀλλὰ καὶ τὰς κύκλῳ πόλεις, ὥσπερ αὔρας τινὸς ἐκεῖθεν ἢ πνεύματος ὑγιεινοῦ φέροντος, ἀρχὴ μεταβολῆς ἔλαβε καὶ πόθος εἰσερρύη πάντας εὐνομίας καὶ εἰρήνης καὶ γῆν φυτεύειν καὶ τέκνα τρέφειν ἐν ἡσυχίᾳ καὶ σέβεσθαι θεούς.
For not only was the Roman people softened and charmed by the righteousness and mildness of their king, but also the cities round about, as if some cooling breeze or salubrious wind were wafted upon them from Rome, began to experience a change of temper, and all of them were filled with longing desire to have good government, to be at peace, to till the earth, to rear their children in quiet, and to worship the gods.
ἑορταὶ δὲ καὶ θαλίαι καὶ παρʼ ἀλλήλους ἀδεῶς ἰόντων καὶ ἀναμιγνυμένων ὑποδοχαὶ καὶ φιλοφροσύναι τὴν Ἰταλίαν κατεῖχον, οἷον ἐκ πηγῆς τῆς Νομᾶ σοφίας τῶν καλῶν καὶ δικαίων ἐπεισρεόντων εἰς ἅπαντας καὶ διαχεομένης τῆς περὶ ἐκεῖνον γαλήνης· ὥστε καὶ τὰς ποιητικὰς ὑπερβολὰς ἐνδεῖν πρὸς τὴν τότε κατάστασιν λέγουσιν·
Festivals and feasts, hospitalities and friendly converse between people who visited one another promiscuously and without fear,—these prevailed throughout Italy, while honour and justice flowed into all hearts from the wisdom of Numa, as from a fountain, and the calm serenity of his spirit diffused itself abroad. Thus even the hyperboles of the poets fall short of picturing the state of man in those days:
ἐν δὲ σιδαροδέτοις πόρπαξιν αἰθᾶν ἀραχνᾶν ἔργα· καί, εὐρὼς δάμναται ἔγχεά τε λογχωτὰ ξίφεὰ τʼ ἀμφήκεα, χαλκεᾶν δὲ οὐκέτι σαλπίγγων κτύπος, οὐδὲ συλᾶται μελίφρων ὕπνος ἀπὸ βλεφάρων. οὔτε γάρ πόλεμος οὔτε στάσις οὔτε νεωτερισμὸς περὶ πολιτείαν ἱστόρηται Νομᾶ βασιλεύοντος· οὐ μὴν οὐδʼ ἐπʼ αὐτὸν ἐκεῖνον ἔχθρα τις ἢ φθόνος ἢ διʼ ἔρωτα βασιλείας ἐπιβουλὴ καὶ σύστασις ἀνδρῶν,
And on the iron-bound shield-handles lie the tawney spiders’ webs; and, rust now subdues the sharp-pointed spears and two-edged swords; no longer is the blast of brazen trumpets heard, nor are the eyelids robbed of delicious sleep. For there is no record either of war, or faction, or political revolution while Numa was king. Nay more, no hatred or jealousy was felt towards his person, nor did ambition lead men to plot and conspire against his throne.
ἀλλʼ εἴτε φόβος θεῶν προκήδεσθαι δοκούντων τοῦ ἀνδρὸς εἴτε τῆς ἀρετῆς αἰδὼς εἴτε δαιμόνιος τύχη, πάσης κακίας ἄθικτον ἐπʼ ἐκείνου καὶ καθαρὸν διαφυλάττουσα τὸν βίον, ἐναργὲς ἐξήνεγκε παράδειγμα καὶ τεκμήριον τῆς Πλατωνικῆς φωνῆς, ἣν ὕστερον ἐκεῖνος οὐκ ὀλίγοις χρόνοις γενόμενος ἐτόλμησεν ἀφεῖναι περὶ πολιτείας,
On the contrary, either fear of the gods, who seemed to have him in their especial care, or reverence for his virtue, or a marvellous felicity, which in his days kept life free from the taint of every vice, and pure, made him a manifest illustration and confirmation of the saying which Plato, many generations later, ventured to utter regarding government,
ὡς μία κακῶν παῦλα καὶ λύσις ἀνθρώποις ἐστίν, ἔκ τινος τύχης θείας εἰς ταὐτὸ διανοίᾳ φιλοσόφῳ βασιλικὴν συμπεσοῦσαν δύναμιν ἐγκρατῆ καὶ ὑπερδέξιον τῆς κακίας τὴν ἀρετὴν καταστῆσαι. μακάριος μὲν γὰρ αὐτός ὁ σώφρων ὡς ἀληθῶς, μακάριοι δὲ οἱ συνήκοοι τῶν ἔκ τοῦ σωφρονοῦντος στόματος ἰόντων λόγων.
namely, that human ills would only then cease and disappear when, by some divine felicity, the power of a king should be united in one person with the insight of a philosopher, thereby establishing virtue in control and mastery over vice. Blessed, indeed, is such a wise man in himself, and blessed, too, are those who hear the words of wisdom issuing from his lips.
τάχα γὰρ οὐδὲ ἀνάγκης τινὸς δεῖ πρὸς τοὺς πολλοὺς οὐδὲ ἀπειλῆς, αὐτοὶ δὲ τὴν ἀρετὴν ἐν εὐδήλῳ παραδείγματι καὶ λαμπρῷ τῷ βίῳ τοῦ ἄρχοντος ὁρῶντες, ἑκουσίως σωφρονοῦσι καὶ συμμετασχηματίζονται πρὸς τὸν ἐν φιλίᾳ καὶ ὁμονοίᾳ τῇ πρὸς αὐτοὺς μετὰ δικαιοσύνης καὶ μετριότητος ἀμύμονα καὶ μακάριον βίον, ἐν ᾧ τὸ κάλλιστον ἁπάσης πολιτείας τέλος ἐστί, καὶ βασιλικώτατος ἁπάντων ὁ τοῦτον τὸν βίον καὶ ταύτην τὴν διάθεσιν τοῖς ὑπηκόοις ἐνεργάσασθαι δυνάμενος. ταῦτα μὲν οὖν Νομᾶς παντὸς μᾶλλον φαίνεται συνεωρακώς.
For possibly there is no need of any compulsion or menace in dealing with the multitude, but when they see with their own eyes a conspicuous and shining example of virtue in the life of their ruler, they will of their own accord walk in wisdom’s ways, and unite with him in conforming themselves to a blameless and blessed life of friendship and mutual concord, attended by righteousness and temperance. Such a life is the noblest end of all government, and he is most a king who can inculcate such a life and such a disposition in his subjects. This, then, as it appears, Numa was preeminent in discerning.
περὶ δὲ παίδων αὐτοῦ καὶ γάμων ἀντιλογίαι γεγόνασι τοῖς ἱστορικοῖς. οἱ μὲν γὰρ οὔτε γάμον ἄλλον ἢ τὸν Τατίας λαβεῖν αὐτὸν οὔτε παιδὸς ἑτέρου γενέσθαι πατέρα πλὴν μιᾶς θυγατρὸς Πομπιλίας λέγουσιν· οἱ δὲ πρὸς ταύτῃ τέσσαρας υἱοὺς ἀναγράφουσιν αὐτοῦ, Πόμπωνα, Πῖνον, Κάλπον, Μάμερκον, ὧν ἕκαστον οἴκου διαδοχὴν καὶ γένους ἐντίμου καταλιπεῖν.
As regards his marriages and offspring, historians are at variance. Some say that he had no other wife than Tatia, and no other child than one daughter, Pompilia. Others ascribe to him four sons besides, Pompon, Pinus, Calpus, and Mamercus, each one of whom was the founder of an honourable family.
εἶναι γάρ ἀπὸ μὲν τοῦ Πόμπωνος τοὺς Πομπωνίους, ἀπὸ δὲ Πίνου τοὺς Πιναρίους, ἀπὸ δὲ Κάλπου τοὺς Καλπουρνίους, ἀπὸ δὲ Μαμέρκου τοὺς Μαμερκίους, οἷς διὰ τοῦτο καὶ Ῥῆγας γενέσθαι παρωνύμιον, ὅπερ ἐστὶ βασιλέας, τρίτοι δέ εἰσιν οἱ τούτων μὲν κατηγοροῦντες ὡς χαριζομένων τοῖς γένεσι καὶ προστιθέντων οὐκ ἀληθῆ στέμματα τῆς ἀπὸ Νομᾶ διαδοχῆς, τὴν δὲ Πομπιλίαν οὐκ ἐκ Τατίας γεγονέναι λέγοντες, ἀλλʼ ἐξ ἑτέρας γυναικός, ἣν ἤδη βασιλεύων ἔγημε, Λουκρητίας·
From Pompon the Pomponii are descended, from Pinus the Pinarii, from Calpus the Calpurnii, and from Mamercus the Mamercii, who for this reason had also the surname of Reges, or Kings. But there is a third class of writers who accuse the former of paying court to these great families by forging for them lines of descent from Numa, and they say that Pompilia was not the daughter of Tatia, but of Lucretia, another wife whom Numa married after he became king.
πάντες δ’ οὖν ὁμολογοῦσι τὴν Πομπιλίαν Μαρκίῳ γαμηθῆναι. παῖς δὲ ἦν ὁ Μάρκιος ἐκείνου Μαρκίου τοῦ Νομᾶν παρορμήσαντος ἐπὶ τὴν βασιλείαν καὶ γὰρ συμμετῴκησεν εἰς Ῥώμην αὐτῷ καὶ τῆς συγκλήτου μετέσχε τιμώμενος, καὶ μετὰ τὴν Νομᾶ τελευτὴν Ὁστιλίῳ περὶ τῆς βασιλείας εἰς ἀγῶνα καταστὰς καὶ ἡττηθεὶς ἀπεκαρτέρησεν. ὁ δὲ υἱὸς αὐτοῦ Μάρκιος ἔχων τὴν Πομπιλίαν κατέμεινεν ἐν Ῥώμῃ καὶ Μάρκιον Ἄγκον ἐγέννησεν, ὃς μετὰ Τύλλον Ὁστίλιον ἐβασίλευσε.
However, all are agreed that Pompilia was married to Marcius. Now this Marcius was a son of the Marcius who induced Numa to accept the throne. That Marcius accompanied Numa to Rome, and there was honoured with membership in the Senate. After Numa’s death, he competed for the throne with Hostilius, and being defeated, starved himself to death. But his son Marcius, the husband of Pompilia, remained at Rome, and begat Ancus Marcius, who succeeded Tullus Hostilius in the kingdom.
τοῦτον, ὡς λέγεται, πενταετῆ καταλιπὼν ὁ Νομᾶς ἐτελεύτησεν, οὐ ταχείας οὐδʼ αἰφνιδίου γενομένης αὐτῷ τῆς τελευτῆς, ἀλλὰ κατὰ μικρὸν ὑπὸ γήρως καὶ νόσου μαλακῆς ἀπομαραινόμενος, ὡς ἱστόρηκε Πείσων. ἐτελεύτησε δὲ χρόνον οὐ πολὺν τοῖς ὀγδοήκοντα προσβιώσας.
This Ancus Marcius is said to have been only five years old when Numa died, not a speedy nor a sudden death, but wasting away gradually from old age and a mild disorder, as Piso writes. He was something over eighty years old when he died.