Plato · Republic Πολιτεία

Plato, Republic 548b–550e: Book VIII: The Spartan constitution (timocracy) and the timocratic man

Socrates says that the constitution which arises from the aristocracy will be a mixture, following the best in honouring the rulers, keeping the warriors from farming and trade, and common meals and gymnastics, and the worst in fearing to bring wise men to office. Its rulers will be spirited and fit for war, covetous of honour, and secretly avid of gold and silver, which they keep in private treasuries and walled houses, as in the Spartan constitution. The timocratic man arises in a father who is good in a badly governed city and who keeps out of public honours, while the mother complains that he is not among the rulers and the household slaves tell the son to be a better man than his father. The son, drawn between the father's reason and the others' appetite, settles in the middle, proud and ambitious.

Sections 548b–550e · 1208 words · click a number to copy its link

ναί. ἐπιθυμηταὶ δέ γε, ἦν δʼ ἐγώ, χρημάτων οἱ τοιοῦτοι ἔσονται, ὥσπερ οἱ ἐν ταῖς ὀλιγαρχίαις, καὶ τιμῶντες ἀγρίως ὑπὸ σκότου χρυσόν τε καὶ ἄργυρον, ἅτε κεκτημένοι ταμιεῖα καὶ οἰκείους θησαυρούς, οἷ θέμενοι ἂν αὐτὰ κρύψειαν, καὶ αὖ περιβόλους οἰκήσεων, ἀτεχνῶς νεοττιὰς ἰδίας, ἐν αἷς ἀναλίσκοντες γυναιξί τε καὶ οἷς ἐθέλοιεν ἄλλοις πολλὰ ἂν δαπανῷντο. ἀληθέστατα, ἔφη. οὐκοῦν καὶ φειδωλοὶ χρημάτων, ἅτε τιμῶντες καὶ οὐ φανερῶς κτώμενοι, φιλαναλωταὶ δὲ ἀλλοτρίων διʼ ἐπιθυμίαν, καὶ λάθρᾳ τὰς ἡδονὰς καρπούμενοι, ὥσπερ παῖδες πατέρα τὸν νόμον ἀποδιδράσκοντες, οὐχ ὑπὸ πειθοῦς ἀλλʼ ὑπὸ βίας πεπαιδευμένοι διὰ τὸ τῆς ἀληθινῆς Μούσης τῆς μετὰ λόγων τε καὶ φιλοσοφίας ἠμεληκέναι καὶ πρεσβυτέρως γυμναστικὴν μουσικῆς τετιμηκέναι. παντάπασιν, ἔφη, λέγεις μεμειγμένην πολιτείαν ἐκ κακοῦ τε καὶ ἀγαθοῦ. μέμεικται γάρ, ἦν δʼ ἐγώ· διαφανέστατον δʼ ἐν αὐτῇ ἐστὶν ἕν τι μόνον ὑπὸ τοῦ θυμοειδοῦς κρατοῦντος, φιλονικίαι καὶ φιλοτιμίαι. σφόδρα γε, ἦ δʼ ὅς. οὐκοῦν, ἦν δʼ ἐγώ, αὕτη μὲν ἡ πολιτεία οὕτω γεγονυῖα καὶ τοιαύτη ἄν τις εἴη, ὡς λόγῳ σχῆμα πολιτείας ὑπογράψαντα μὴ ἀκριβῶς ἀπεργάσασθαι διὰ τὸ ἐξαρκεῖν μὲν ἰδεῖν καὶ ἐκ τῆς ὑπογραφῆς τόν τε δικαιότατον καὶ τὸν ἀδικώτατον, ἀμήχανον δὲ μήκει ἔργον εἶναι πάσας μὲν πολιτείας, πάντα δὲ ἤθη μηδὲν παραλιπόντα διελθεῖν. καὶ ὀρθῶς, ἔφη. τίς οὖν ὁ κατὰ ταύτην τὴν πολιτείαν ἀνήρ; πῶς τε γενόμενος ποῖός τέ τις ὤν; οἶμαι μέν, ἔφη ὁ Ἀδείμαντος, ἐγγύς τι αὐτὸν Γλαύκωνος τουτουὶ τείνειν ἕνεκά γε φιλονικίας. ἴσως, ἦν δʼ ἐγώ, τοῦτό γε· ἀλλά μοι δοκεῖ τάδε οὐ κατὰ τοῦτον πεφυκέναι. τὰ ποῖα;

“Yes.” “Such men,” said I, “will be avid of wealth, like those in an oligarchy, and will cherish a fierce secret lust for gold and silver, owning storehouses and private treasuries where they may hide them away, and also the enclosures of their homes, literal private love-nests in which they can lavish their wealth on their women and any others they please with great expenditure.” “Most true,” he said. “And will they not be stingy about money, since they prize it and are not allowed to possess it openly, prodigal of others’ wealth because of their appetites, enjoying their pleasures stealthily, and running away from the law as boys from a father, since they have not been educated by persuasion but by force because of their neglect of the true Muse, the companion of discussion and philosophy, and because of their preference of gymnastics to music?” “You perfectly describe,” he said, “a polity that is a mixture of good and evil.” “Why, yes, the elements have been mixed,” I said, “but the most conspicuous feature in it is one thing only, due to the predominance of the high-spirited element, namely contentiousness and covetousness of honor.” “Very much so,” said he. “Such, then, would be the origin and nature of this polity if we may merely outline the figure of a constitution in words and not elaborate it precisely, since even the sketch will suffice to show us the most just and the most unjust type of man, and it would be an impracticable task to set forth all forms of government without omitting any, and all customs and qualities of men.” “Quite right,” he said. “What, then, is the man that corresponds to this constitution? What is his origin and what his nature?” “I fancy,” Adeimantus said, “that he comes rather close to Glaucon here in point of contentiousness.” “Perhaps,” said I, “in that, but I do not think their natures are alike in the following respects.” “In what?”

αὐθαδέστερόν τε δεῖ αὐτόν, ἦν δʼ ἐγώ, εἶναι καὶ ὑποαμουσότερον, φιλόμουσον δέ, καὶ φιλήκοον μέν, ῥητορικὸν δʼ οὐδαμῶς. καὶ δούλοις μέν τις ἂν ἄγριος εἴη ὁ τοιοῦτος, οὐ καταφρονῶν δούλων, ὥσπερ ὁ ἱκανῶς πεπαιδευμένος, ἐλευθέροις δὲ ἥμερος, ἀρχόντων δὲ σφόδρα ὑπήκοος, φίλαρχος δὲ καὶ φιλότιμος, οὐκ ἀπὸ τοῦ λέγειν ἀξιῶν ἄρχειν οὐδʼ ἀπὸ τοιούτου οὐδενός, ἀλλʼ ἀπὸ ἔργων τῶν τε πολεμικῶν καὶ τῶν περὶ τὰ πολεμικά, φιλογυμναστής τέ τις ὢν καὶ φιλόθηρος. ἔστι γάρ, ἔφη, τοῦτο τὸ ἦθος ἐκείνης τῆς πολιτείας. οὐκοῦν καὶ χρημάτων, ἦν δʼ ἐγώ, ὁ τοιοῦτος νέος μὲν ὢν καταφρονοῖ ἄν, ὅσῳ δὲ πρεσβύτερος γίγνοιτο, μᾶλλον ἀεὶ ἀσπάζοιτο ἂν τῷ τε μετέχειν τῆς τοῦ φιλοχρημάτου φύσεως καὶ μὴ εἶναι εἰλικρινὴς πρὸς ἀρετὴν διὰ τὸ ἀπολειφθῆναι τοῦ ἀρίστου φύλακος; τίνος; ἦ δʼ ὃς ὁ Ἀδείμαντος. λόγου, ἦν δʼ ἐγώ, μουσικῇ κεκραμένου· ὃς μόνος ἐγγενόμενος σωτὴρ ἀρετῆς διὰ βίου ἐνοικεῖ τῷ ἔχοντι. καλῶς, ἔφη, λέγεις. καὶ ἔστι μέν γʼ, ἦν δʼ ἐγώ, τοιοῦτος ὁ τιμοκρατικὸς νεανίας, τῇ τοιαύτῃ πόλει ἐοικώς. πάνυ μὲν οὖν. γίγνεται δέ γʼ, εἶπον, οὗτος ὧδέ πως· ἐνίοτε πατρὸς ἀγαθοῦ ὢν νέος ὑὸς ἐν πόλει οἰκοῦντος οὐκ εὖ πολιτευομένῃ, φεύγοντος τάς τε τιμὰς καὶ ἀρχὰς καὶ δίκας καὶ τὴν τοιαύτην πᾶσαν φιλοπραγμοσύνην καὶ ἐθέλοντος ἐλαττοῦσθαι ὥστε πράγματα μὴ ἔχειν— πῇ δή, ἔφη, γίγνεται; ὅταν, ἦν δʼ ἐγώ, πρῶτον μὲν τῆς μητρὸς ἀκούῃ ἀχθομένης ὅτι οὐ τῶν ἀρχόντων αὐτῇ ὁ ἀνήρ ἐστιν, καὶ ἐλαττουμένης διὰ ταῦτα ἐν ταῖς ἄλλαις γυναιξίν, ἔπειτα ὁρώσης μὴ σφόδρα περὶ χρήματα σπουδάζοντα μηδὲ μαχόμενον καὶ λοιδορούμενον ἰδίᾳ τε ἐν δικαστηρίοις καὶ δημοσίᾳ, ἀλλὰ ῥᾳθύμως πάντα τὰ τοιαῦτα φέροντα, καὶ ἑαυτῷ μὲν τὸν νοῦν προσέχοντα ἀεὶ αἰσθάνηται, ἑαυτὴν δὲ μήτε πάνυ τιμῶντα μήτε ἀτιμάζοντα, ἐξ ἁπάντων τούτων ἀχθομένης τε καὶ λεγούσης ὡς ἄνανδρός τε αὐτῷ ὁ πατὴρ καὶ λίαν ἀνειμένος, καὶ ἄλλα δὴ ὅσα καὶ οἷα φιλοῦσιν αἱ γυναῖκες περὶ τῶν τοιούτων ὑμνεῖν. καὶ μάλʼ, ἔφη ὁ Ἀδείμαντος, πολλά τε καὶ ὅμοια ἑαυταῖς.

“He will have to be somewhat self-willed and lacking in culture, yet a lover of music and fond of listening to talk and speeches, though by no means himself a rhetorician; and to slaves such a one would be harsh, not scorning them as the really educated do, but he would be gentle with the freeborn and very submissive to officials, a lover of office and of honor, not basing his claim to office on ability to speak or anything of that sort but on his exploits in war or preparation for war, and he would be a devotee of gymnastics and hunting.” “Why, yes,” he said, “that is the spirit of that polity.” “And would not such a man be disdainful of wealth too in his youth, but the older he grew the more he would love it because of his participation in the covetous nature and because his virtue is not sincere and pure since it lacks the best guardian?” “What guardian?” said Adeimantus. “Reason,” said I, “blended with culture, which is the only indwelling preserver of virtue throughout life in the soul that possesses it.” “Well said,” he replied. “This is the character,” I said, “of the timocratic youth, resembling the city that bears his name.” “By all means.” “His origin is somewhat on this wise: Sometimes he is the young son of a good father who lives in a badly governed state and avoids honors and office and law-suits and all such meddlesomeness and is willing to forbear something of his rights in order to escape trouble.” “How does he originate?” he said. “Why, when, to begin with,” I said, “he hears his mother complaining that her husband is not one of the rulers and for that reason she is slighted among the other women, and when she sees that her husband is not much concerned about money and does not fight and brawl in private lawsuits and in the public assembly, but takes all such matters lightly, and when she observes that he is self-absorbed in his thoughts and neither regards nor disregards her overmuch, and in consequence of all this laments and tells the boy that his father is too slack and no kind of a man, with all the other complaints with which women nag in such cases.” “Many indeed,” said Adeimantus, “and after their kind.”

οἶσθα οὖν, ἦν δʼ ἐγώ, ὅτι καὶ οἱ οἰκέται τῶν τοιούτων ἐνίοτε λάθρᾳ πρὸς τοὺς ὑεῖς τοιαῦτα λέγουσιν, οἱ δοκοῦντες εὖνοι εἶναι, καὶ ἐάν τινα ἴδωσιν ἢ ὀφείλοντα χρήματα, ᾧ μὴ ἐπεξέρχεται ὁ πατήρ, ἤ τι ἄλλο ἀδικοῦντα, διακελεύονται ὅπως, ἐπειδὰν ἀνὴρ γένηται, τιμωρήσεται πάντας τοὺς τοιούτους καὶ ἀνὴρ μᾶλλον ἔσται τοῦ πατρός. καὶ ἐξιὼν ἕτερα τοιαῦτα ἀκούει καὶ ὁρᾷ, τοὺς μὲν τὰ αὑτῶν πράττοντας ἐν τῇ πόλει ἠλιθίους τε καλουμένους καὶ ἐν σμικρῷ λόγῳ ὄντας, τοὺς δὲ μὴ τὰ αὑτῶν τιμωμένους τε καὶ ἐπαινουμένους. τότε δὴ ὁ νέος πάντα τὰ τοιαῦτα ἀκούων τε καὶ ὁρῶν, καὶ αὖ τοὺς τοῦ πατρὸς λόγους ἀκούων τε καὶ ὁρῶν τὰ ἐπιτηδεύματα αὐτοῦ ἐγγύθεν παρὰ τὰ τῶν ἄλλων, ἑλκόμενος ὑπʼ ἀμφοτέρων τούτων, τοῦ μὲν πατρὸς αὐτοῦ τὸ λογιστικὸν ἐν τῇ ψυχῇ ἄρδοντός τε καὶ αὔξοντος, τῶν δὲ ἄλλων τό τε ἐπιθυμητικὸν καὶ τὸ θυμοειδές, διὰ τὸ μὴ κακοῦ ἀνδρὸς εἶναι τὴν φύσιν, ὁμιλίαις δὲ ταῖς τῶν ἄλλων κακαῖς κεχρῆσθαι, εἰς τὸ μέσον ἑλκόμενος ὑπʼ ἀμφοτέρων τούτων ἦλθε, καὶ τὴν ἐν ἑαυτῷ ἀρχὴν παρέδωκε τῷ μέσῳ τε καὶ φιλονίκῳ καὶ θυμοειδεῖ, καὶ ἐγένετο ὑψηλόφρων τε καὶ φιλότιμος ἀνήρ. κομιδῇ μοι, ἔφη, δοκεῖς τὴν τούτου γένεσιν διεληλυθέναι. ἔχομεν ἄρα, ἦν δʼ ἐγώ, τήν τε δευτέραν πολιτείαν καὶ τὸν δεύτερον ἄνδρα. ἔχομεν, ἔφη. οὐκοῦν μετὰ τοῦτο, τὸ τοῦ Αἰσχύλου, λέγωμεν, ἄλλον ἄλλῃ πρὸς πόλει τεταγμένον , μᾶλλον δὲ κατὰ τὴν ὑπόθεσιν προτέραν τὴν πόλιν; πάνυ μὲν οὖν, ἔφη. εἴη δέ γʼ ἄν, ὡς ἐγᾦμαι, ὀλιγαρχία ἡ μετὰ τὴν τοιαύτην πολιτείαν. λέγεις δέ, ἦ δʼ ὅς, τὴν ποίαν κατάστασιν ὀλιγαρχίαν; τὴν ἀπὸ τιμημάτων, ἦν δʼ ἐγώ, πολιτείαν, ἐν ᾗ οἱ μὲν πλούσιοι ἄρχουσιν, πένητι δὲ οὐ μέτεστιν ἀρχῆς. μανθάνω, ἦ δʼ ὅς. οὐκοῦν ὡς μεταβαίνει πρῶτον ἐκ τῆς τιμαρχίας εἰς τὴν ὀλιγαρχίαν, ῥητέον; ναί. καὶ μήν, ἦν δʼ ἐγώ, καὶ τυφλῷ γε δῆλον ὡς μεταβαίνει. πῶς; τὸ ταμιεῖον, ἦν δʼ ἐγώ, ἐκεῖνο ἑκάστῳ χρυσίου πληρούμενον ἀπόλλυσι τὴν τοιαύτην πολιτείαν. πρῶτον μὲν γὰρ δαπάνας αὑτοῖς ἐξευρίσκουσιν, καὶ τοὺς νόμους ἐπὶ τοῦτο παράγουσιν, ἀπειθοῦντες αὐτοί τε καὶ γυναῖκες αὐτῶν. εἰκός, ἔφη. ἔπειτά γε οἶμαι ἄλλος ἄλλον ὁρῶν καὶ εἰς ζῆλον ἰὼν τὸ πλῆθος τοιοῦτον αὑτῶν ἀπηργάσαντο. εἰκός. τοὐντεῦθεν τοίνυν, εἶπον, προϊόντες εἰς τὸ πρόσθεν τοῦ χρηματίζεσθαι, ὅσῳ ἂν τοῦτο τιμιώτερον ἡγῶνται, τοσούτῳ ἀρετὴν ἀτιμοτέραν. ἢ οὐχ οὕτω πλούτου ἀρετὴ διέστηκεν, ὥσπερ ἐν πλάστιγγι ζυγοῦ κειμένου ἑκατέρου, ἀεὶ τοὐναντίον ῥέποντε; καὶ μάλʼ, ἔφη.

“You are aware, then,” said I, “that the very house-slaves of such men, if they are loyal and friendly, privately say the same sort of things to the sons, and if they observe a debtor or any other wrongdoer whom the father does not prosecute, they urge the boy to punish all such when he grows to manhood and prove himself more of a man than his father, and when the lad goes out he hears and sees the same sort of thing. Men who mind their own affairs in the city are spoken of as simpletons and are held in slight esteem, while meddlers who mind other people’s affairs are honored and praised. Then it is that the youth, hearing and seeing such things, and on the other hand listening to the words of his father, and with a near view of his pursuits contrasted with those of other men, is solicited by both, his father watering and fostering the growth of the rational principle in his soul and the others the appetitive and the passionate; and as he is not by nature of a bad disposition but has fallen into evil communications, under these two solicitations he comes to a compromise and turns over the government in his soul to the intermediate principle of ambition and high spirit and becomes a man haughty of soul and covetous of honor.” “You have, I think, most exactly described his origin.” “Then,” said I, “we have our second polity and second type of man.” “We have,” he said. “Shall we then, as Aeschylus: would say, tell of another champion before another gate, or rather, in accordance with our plan, the city first?” “That, by all means,” he said. “The next polity, I believe, would be oligarchy.” “And what kind of a regime,” said he, “do you understand by oligarchy?” “That based on a property qualification,” said I, “wherein the rich hold office and the poor man is excluded.” “I understand,” said he. “Then, is not the first thing to speak of how democracy passes over into this?” “Yes.” “And truly,” said I, “the manner of the change is plain even to the proverbial blind man.” “How so?” “That treasure-house which each possesses filled with gold destroys that polity; for first they invent ways of expenditure for themselves and pervert the laws to this end, and neither they nor their wives obey them.” “That is likely,” he said. “And then, I take it, by observing and emulating one another they bring the majority of them to this way of thinking.” “That is likely,” he said. “And so, as time goes on, and they advance in the pursuit of wealth, the more they hold that in honor the less they honor virtue. May not the opposition of wealth and virtue be conceived as if each lay in the scale of a balance inclining opposite ways?” “Yes, indeed,” he said.

English translation by Paul Shorey (1930). Original text: Paul Shorey (trans.), Plato: The Republic, Loeb Classical Library, vol. 1 (Books I-V), 1930, and vol. 2 (Books VI-X), 1935, Cambridge, MA: Harvard University Press; London: William Heinemann; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Republic 548b–550e: Book VIII: The Spartan constitution…