δικαίως δὴ τοῦτο ἐπʼ αὐταῖς ἐροῦμεν, τὸ ἀναγκαῖον. δικαίως. τί δέ; ἅς γέ τις ἀπαλλάξειεν ἄν, εἰ μελετῷ ἐκ νέου, καὶ πρὸς οὐδὲν ἀγαθὸν ἐνοῦσαι δρῶσιν, αἱ δὲ καὶ τοὐναντίον, πάσας ταύτας εἰ μὴ ἀναγκαίους φαῖμεν εἶναι, ἆρʼ οὐ καλῶς ἂν λέγοιμεν; καλῶς μὲν οὖν. προελώμεθα δή τι παράδειγμα ἑκατέρων αἵ εἰσιν, ἵνα τύπῳ λάβωμεν αὐτάς; οὐκοῦν χρή. ἆρʼ οὖν οὐχ ἡ τοῦ φαγεῖν μέχρι ὑγιείας τε καὶ εὐεξίας καὶ αὐτοῦ σίτου τε καὶ ὄψου ἀναγκαῖος ἂν εἴη; οἶμαι. ἡ μέν γέ που τοῦ σίτου κατʼ ἀμφότερα ἀναγκαία, ᾗ τε ὠφέλιμος ᾗ τε μὴ παῦσαι ζῶντα δυνατή. ναί. ἡ δὲ ὄψου, εἴ πῄ τινα ὠφελίαν πρὸς εὐεξίαν παρέχεται, πάνυ μὲν οὖν. τί δὲ ἡ πέρα τούτων καὶ ἀλλοίων ἐδεσμάτων ἢ τοιούτων ἐπιθυμία, δυνατὴ δὲ κολαζομένη ἐκ νέων καὶ παιδευομένη ἐκ τῶν πολλῶν ἀπαλλάττεσθαι, καὶ βλαβερὰ μὲν σώματι, βλαβερὰ δὲ ψυχῇ πρός τε φρόνησιν καὶ τὸ σωφρονεῖν; ἆρά γε ὀρθῶς οὐκ ἀναγκαία ἂν καλοῖτο; ὀρθότατα μὲν οὖν. οὐκοῦν καὶ ἀναλωτικὰς φῶμεν εἶναι ταύτας, ἐκείνας δὲ χρηματιστικὰς διὰ τὸ χρησίμους πρὸς τὰ ἔργα εἶναι; τί μήν; οὕτω δὴ καὶ περὶ ἀφροδισίων καὶ τῶν ἄλλων φήσομεν; οὕτω. ἆρʼ οὖν καὶ ὃν νυνδὴ κηφῆνα ὠνομάζομεν, τοῦτον ἐλέγομεν τὸν τῶν τοιούτων ἡδονῶν καὶ ἐπιθυμιῶν γέμοντα καὶ ἀρχόμενον ὑπὸ τῶν μὴ ἀναγκαίων, τὸν δὲ ὑπὸ τῶν ἀναγκαίων φειδωλόν τε καὶ ὀλιγαρχικόν; ἀλλὰ τί μήν; πάλιν τοίνυν, ἦν δʼ ἐγώ, λέγωμεν ὡς ἐξ ὀλιγαρχικοῦ δημοκρατικὸς γίγνεται. φαίνεται δέ μοι τά γε πολλὰ ὧδε γίγνεσθαι. πῶς; ὅταν νέος, τεθραμμένος ὡς νυνδὴ ἐλέγομεν, ἀπαιδεύτως τε καὶ φειδωλῶς, γεύσηται κηφήνων μέλιτος, καὶ συγγένηται αἴθωσι θηρσὶ καὶ δεινοῖς, παντοδαπὰς ἡδονὰς καὶ ποικίλας καὶ παντοίως ἐχούσας δυναμένοις σκευάζειν, ἐνταῦθά που οἴου εἶναι ἀρχὴν αὐτῷ μεταβολῆς […] ὀλιγαρχικῆς τῆς ἑαυτῷ εἰς δημοκρατικήν. πολλὴ ἀνάγκη, ἔφη. ἆρʼ οὖν, ὥσπερ ἡ πόλις μετέβαλλε βοηθησάσης τῷ ἑτέρῳ μέρει συμμαχίας ἔξωθεν, ὁμοίας ὁμοίῳ, οὕτω καὶ ὁ νεανίας μεταβάλλει βοηθοῦντος αὖ εἴδους ἐπιθυμιῶν ἔξωθεν τῷ ἑτέρῳ τῶν παρʼ ἐκείνῳ, συγγενοῦς τε καὶ ὁμοίου; παντάπασιν μὲν οὖν.
“Then we shall rightly use the word ‘necessary’ of them?” “Rightly.” “And what of the desires from which a man could free himself by discipline from youth up, and whose presence in the soul does no good and in some cases harm? Should we not fairly call all such unnecessary?” “Fairly indeed.” “Let us select an example of either kind, so that we may apprehend the type.” “Let us do so.” “Would not the desire of eating to keep in health and condition and the appetite for mere bread and relishes be necessary?” “I think so.” “The appetite for bread is necessary in both respects, in that it is beneficial and in that if it fails we die.” “Yes.” “And the desire for relishes, so far as it conduces to fitness?” “By all means.” “And should we not rightly pronounce unnecessary the appetite that exceeds these and seeks other varieties of food, and that by correction and training from youth up can be got rid of in most cases and is harmful to the body and a hindrance to the soul’s attainment of intelligence and sobriety?” “Nay, most rightly.” “And may we not call the one group the spendthrift desires and the other the profitable, because they help production?” “Surely.” “And we shall say the same of sexual and other appetites?” “The same.” “And were we not saying that the man whom we nicknamed the drone is the man who teems with such pleasures and appetites, and who is governed by his unnecessary desires, while the one who is ruled by his necessary appetites is the thrifty oligarchical man?” “Why, surely.” “To return, then,” said I, “we have to tell how the democratic man develops from the oligarchical type. I think it is usually in this way.” “How?” “When a youth, bred in the illiberal and niggardly fashion that we were describing, gets a taste of the honey of the drones and associates with fierce and cunning creatures who know how to purvey pleasures of every kind and variety and condition, there you must doubtless conceive is the beginning of the transformation of the oligarchy in his soul into democracy.” “Quite inevitably,” he said. “May we not say that just as the revolution in the city was brought about by the aid of an alliance from outside, coming to the support of the similar and corresponding party in the state, so the youth is revolutionized when a like and kindred group of appetites from outside comes to the aid of one of the parties in his soul?” “By all means,” he said.
καὶ ἐὰν μέν γε οἶμαι ἀντιβοηθήσῃ τις τῷ ἐν ἑαυτῷ ὀλιγαρχικῷ συμμαχία, ἤ ποθεν παρὰ τοῦ πατρὸς ἢ καὶ τῶν ἄλλων οἰκείων νουθετούντων τε καὶ κακιζόντων, στάσις δὴ καὶ ἀντίστασις καὶ μάχη ἐν αὐτῷ πρὸς αὑτὸν τότε γίγνεται. τί μήν; καὶ ποτὲ μὲν οἶμαι τὸ δημοκρατικὸν ὑπεχώρησε τῷ ὀλιγαρχικῷ, καί τινες τῶν ἐπιθυμιῶν αἱ μὲν διεφθάρησαν, αἱ δὲ καὶ ἐξέπεσον, αἰδοῦς τινος ἐγγενομένης ἐν τῇ τοῦ νέου ψυχῇ, καὶ κατεκοσμήθη πάλιν. γίγνεται γὰρ ἐνίοτε, ἔφη. αὖθις δὲ οἶμαι τῶν ἐκπεσουσῶν ἐπιθυμιῶν ἄλλαι ὑποτρεφόμεναι συγγενεῖς διʼ ἀνεπιστημοσύνην τροφῆς πατρὸς πολλαί τε καὶ ἰσχυραὶ ἐγένοντο. φιλεῖ γοῦν, ἔφη, οὕτω γίγνεσθαι. οὐκοῦν εἵλκυσάν τε πρὸς τὰς αὐτὰς ὁμιλίας, καὶ λάθρᾳ συγγιγνόμεναι πλῆθος ἐνέτεκον. τί μήν; τελευτῶσαι δὴ οἶμαι κατέλαβον τὴν τοῦ νέου τῆς ψυχῆς ἀκρόπολιν, αἰσθόμεναι κενὴν μαθημάτων τε καὶ ἐπιτηδευμάτων καλῶν καὶ λόγων ἀληθῶν, οἳ δὴ ἄριστοι φρουροί τε καὶ φύλακες ἐν ἀνδρῶν θεοφιλῶν εἰσι διανοίαις. καὶ πολύ γʼ, ἔφη. ψευδεῖς δὴ καὶ ἀλαζόνες οἶμαι λόγοι τε καὶ δόξαι ἀντʼ ἐκείνων ἀναδραμόντες κατέσχον τὸν αὐτὸν τόπον τοῦ τοιούτου. σφόδρα γʼ, ἔφη. ἆρʼ οὖν οὐ πάλιν τε εἰς ἐκείνους τοὺς Λωτοφάγους ἐλθὼν φανερῶς κατοικεῖ, καὶ ἐὰν παρʼ οἰκείων τις βοήθεια τῷ φειδωλῷ αὐτοῦ τῆς ψυχῆς ἀφικνῆται, κλῄσαντες οἱ ἀλαζόνες λόγοι ἐκεῖνοι τὰς τοῦ βασιλικοῦ τείχους ἐν αὐτῷ πύλας οὔτε αὐτὴν τὴν συμμαχίαν παριᾶσιν, οὔτε πρέσβεις πρεσβυτέρων λόγους ἰδιωτῶν εἰσδέχονται, αὐτοί τε κρατοῦσι μαχόμενοι, καὶ τὴν μὲν αἰδῶ ἠλιθιότητα ὀνομάζοντες ὠθοῦσιν ἔξω ἀτίμως φυγάδα, σωφροσύνην δὲ ἀνανδρίαν καλοῦντές τε καὶ προπηλακίζοντες ἐκβάλλουσι, μετριότητα δὲ καὶ κοσμίαν δαπάνην ὡς ἀγροικίαν καὶ ἀνελευθερίαν οὖσαν πείθοντες ὑπερορίζουσι μετὰ πολλῶν καὶ ἀνωφελῶν ἐπιθυμιῶν; σφόδρα γε. τούτων δέ γέ που κενώσαντες καὶ καθήραντες τὴν τοῦ κατεχομένου τε ὑπʼ αὐτῶν καὶ τελουμένου ψυχὴν μεγάλοισι τέλεσι, τὸ μετὰ τοῦτο ἤδη ὕβριν καὶ ἀναρχίαν καὶ ἀσωτίαν καὶ ἀναίδειαν λαμπρὰς μετὰ πολλοῦ χοροῦ κατάγουσιν ἐστεφανωμένας, ἐγκωμιάζοντες καὶ ὑποκοριζόμενοι, ὕβριν μὲν εὐπαιδευσίαν καλοῦντες, ἀναρχίαν δὲ ἐλευθερίαν, ἀσωτίαν δὲ μεγαλοπρέπειαν, ἀναίδειαν δὲ ἀνδρείαν.
“And if, I take it, a counter-alliance comes to the rescue of the oligarchical part of his soul, either it may be from his father or from his other kin, who admonish and reproach him, then there arises faction and counter-faction and internal strife in the man with himself.” “Surely.” “And sometimes, I suppose, the democratic element retires before the oligarchical, some of its appetites having been destroyed and others expelled, and a sense of awe and reverence grows up in the young man’s soul and order is restored.” “That sometimes happens,” he said. “And sometimes, again, another brood of desires akin to those expelled are stealthily nurtured to take their place, owing to the father’s ignorance of true education, and wax numerous and strong.” “Yes, that is wont to be the way of it.” “And they tug and pull back to the same associations and in secret intercourse engender a multitude.” “Yes indeed.” “And in the end, I suppose, they seize the citadel of the young man’s soul, finding it empty and unoccupied by studies and honorable pursuits and true discourses, which are the best watchmen and guardians in the minds of men who are dear to the gods.” “Much the best,” he said. “And then false and braggart words and opinions charge up the height and take their place and occupy that part of such a youth.” “They do indeed.” “And then he returns, does he not, to those Lotus-eaters and without disguise lives openly with them. And if any support comes from his kin to the thrifty element in his soul, those braggart discourses close the gates of the royal fortress within him and refuse admission to the auxiliary force itself, and will not grant audience as to envoys to the words of older friends in private life. And they themselves prevail in the conflict, and naming reverence and awe ‘folly’ thrust it forth, a dishonored fugitive. And temperance they call ‘want of manhood’ and banish it with contumely, and they teach that moderation and orderly expenditure are ‘rusticity’ and ‘illiberality,’ and they combine with a gang of unprofitable and harmful appetites to drive them over the border.” “They do indeed.” “And when they have emptied and purged of all these the soul of the youth that they have thus possessed and occupied, and whom they are initiating with these magnificent and costly rites, they proceed to lead home from exile insolence and anarchy and prodigality and shamelessness, resplendent in a great attendant choir and crowned with garlands, and in celebration of their praises they euphemistically denominate insolence ‘good breeding,’ licence ‘liberty,’ prodigality ‘magnificence,’ and shamelessness ‘manly spirit.’”
ἆρʼ οὐχ οὕτω πως, ἦν δʼ ἐγώ, νέος ὢν μεταβάλλει ἐκ τοῦ ἐν ἀναγκαίοις ἐπιθυμίαις τρεφομένου τὴν τῶν μὴ ἀναγκαίων καὶ ἀνωφελῶν ἡδονῶν ἐλευθέρωσίν τε καὶ ἄνεσιν; καὶ μάλα γʼ, ἦ δʼ ὅς, ἐναργῶς. Ζῇ δὴ οἶμαι μετὰ ταῦτα ὁ τοιοῦτος οὐδὲν μᾶλλον εἰς ἀναγκαίους ἢ μὴ ἀναγκαίους ἡδονὰς ἀναλίσκων καὶ χρήματα καὶ πόνους καὶ διατριβάς· ἀλλʼ ἐὰν εὐτυχὴς ᾖ καὶ μὴ πέρα ἐκβακχευθῇ, ἀλλά τι καὶ πρεσβύτερος γενόμενος τοῦ πολλοῦ θορύβου παρελθόντος μέρη τε καταδέξηται τῶν ἐκπεσόντων καὶ τοῖς ἐπεισελθοῦσι μὴ ὅλον ἑαυτὸν ἐνδῷ, εἰς ἴσον δή τι καταστήσας τὰς ἡδονὰς διάγει, τῇ παραπιπτούσῃ ἀεὶ ὥσπερ λαχούσῃ τὴν ἑαυτοῦ ἀρχὴν παραδιδοὺς ἕως ἂν πληρωθῇ, καὶ αὖθις ἄλλῃ, οὐδεμίαν ἀτιμάζων ἀλλʼ ἐξ ἴσου τρέφων. πάνυ μὲν οὖν. καὶ λόγον γε, ἦν δʼ ἐγώ, ἀληθῆ οὐ προσδεχόμενος οὐδὲ παριεὶς εἰς τὸ φρούριον, ἐάν τις λέγῃ ὡς αἱ μέν εἰσι τῶν καλῶν τε καὶ ἀγαθῶν ἐπιθυμιῶν ἡδοναί, αἱ δὲ τῶν πονηρῶν, καὶ τὰς μὲν χρὴ ἐπιτηδεύειν καὶ τιμᾶν, τὰς δὲ κολάζειν τε καὶ δουλοῦσθαι· ἀλλʼ ἐν πᾶσι τούτοις ἀνανεύει τε καὶ ὁμοίας φησὶν ἁπάσας εἶναι καὶ τιμητέας ἐξ ἴσου. σφόδρα γάρ, ἔφη, οὕτω διακείμενος τοῦτο δρᾷ. οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ διαζῇ τὸ καθʼ ἡμέραν οὕτω χαριζόμενος τῇ προσπιπτούσῃ ἐπιθυμίᾳ, τοτὲ μὲν μεθύων καὶ καταυλούμενος, αὖθις δὲ ὑδροποτῶν καὶ κατισχναινόμενος, τοτὲ δʼ αὖ γυμναζόμενος, ἔστιν δʼ ὅτε ἀργῶν καὶ πάντων ἀμελῶν, τοτὲ δʼ ὡς ἐν φιλοσοφίᾳ διατρίβων. πολλάκις δὲ πολιτεύεται, καὶ ἀναπηδῶν ὅτι ἂν τύχῃ λέγει τε καὶ πράττει· κἄν ποτέ τινας πολεμικοὺς ζηλώσῃ, ταύτῃ φέρεται, ἢ χρηματιστικούς, ἐπὶ τοῦτʼ αὖ. καὶ οὔτε τις τάξις οὔτε ἀνάγκη ἔπεστιν αὐτοῦ τῷ βίῳ, ἀλλʼ ἡδύν τε δὴ καὶ ἐλευθέριον καὶ μακάριον καλῶν τὸν βίον τοῦτον χρῆται αὐτῷ διὰ παντός. παντάπασιν, ἦ δʼ ὅς, διελήλυθας βίον ἰσονομικοῦ τινος ἀνδρός. οἶμαι δέ γε, ἦν δʼ ἐγώ, καὶ παντοδαπόν τε καὶ πλείστων ἠθῶν μεστόν, καὶ τὸν καλόν τε καὶ ποικίλον, ὥσπερ ἐκείνην τὴν πόλιν, τοῦτον τὸν ἄνδρα εἶναι· ὃν πολλοὶ ἂν καὶ πολλαὶ ζηλώσειαν τοῦ βίου, παραδείγματα πολιτειῶν τε καὶ τρόπων πλεῖστα ἐν αὐτῷ ἔχοντα. οὗτος γάρ, ἔφη, ἔστιν.
“And is it not in some such way as this,” said I, “that in his youth the transformation takes place from the restriction to necessary desires in his education to the liberation and release of his unnecessary and harmful desires?” “Yes, your description is most vivid,” said he. “Then, in his subsequent life, I take it, such a one expends money and toil and time no more on his necessary than on his unnecessary pleasures. But if it is his good fortune that the period of storm and stress does not last too long, and as he grows older the fiercest tumult within him passes, and he receives back a part of the banished elements and does not abandon himself altogether to the invasion of the others, then he establishes and maintains all his pleasures on a footing of equality, forsooth, and so lives turning over the guard-house of his soul to each as it happens along until it is sated, as if it had drawn the lot for that office, and then in turn to another, disdaining none but fostering them all equally.” “Quite so.” “And he does not accept or admit into the guard-house the words of truth when anyone tells him that some pleasures arise from honorable and good desires, and others from those that are base, and that we ought to practise and esteem the one and control and subdue the others; but he shakes his head at all such admonitions and avers that they are all alike and to be equally esteemed.” “Such is indeed his state of mind and his conduct.” “And does he not,” said I, “also live out his life in this fashion, day by day indulging the appetite of the day, now wine-bibbing and abandoning himself to the lascivious pleasing of the flute and again drinking only water and dieting; and at one time exercising his body, and sometimes idling and neglecting all things, and at another time seeming to occupy himself with philosophy. And frequently he goes in for politics and bounces up and says and does whatever enters his head. And if military men excite his emulation, thither he rushes, and if moneyed men, to that he turns, and there is no order or compulsion in his existence, but he calls this life of his the life of pleasure and freedom and happiness and cleaves to it to the end.” “That is a perfect description,” he said, “of a devotee of equality.” “I certainly think,” said I, “that he is a manifold man stuffed with most excellent differences, and that like that city he is the fair and many-colored one whom many a man and woman would count fortunate in his life, as containing within himself the greatest number of patterns of constitutions and qualities.” “Yes, that is so,” he said.