τί οὖν; τετάχθω ἡμῖν κατὰ δημοκρατίαν ὁ τοιοῦτος ἀνήρ, ὡς δημοκρατικὸς ὀρθῶς ἂν προσαγορευόμενος; τετάχθω, ἔφη. ἡ καλλίστη δή, ἦν δʼ ἐγώ, πολιτεία τε καὶ ὁ κάλλιστος ἀνὴρ λοιπὰ ἂν ἡμῖν εἴη διελθεῖν, τυραννίς τε καὶ τύραννος. κομιδῇ γʼ, ἔφη. φέρε δή, τίς τρόπος τυραννίδος, ὦ φίλε ἑταῖρε, γίγνεται; ὅτι μὲν γὰρ ἐκ δημοκρατίας μεταβάλλει σχεδὸν δῆλον. δῆλον. ἆρʼ οὖν τρόπον τινὰ τὸν αὐτὸν ἔκ τε ὀλιγαρχίας δημοκρατία γίγνεται καὶ ἐκ δημοκρατίας τυραννίς; πῶς; ὃ προύθεντο, ἦν δʼ ἐγώ, ἀγαθόν, καὶ διʼ ὃ ἡ ὀλιγαρχία καθίστατο—τοῦτο δʼ ἦν [ὑπερ]πλοῦτος· ἦ γάρ; — ναί. ἡ πλούτου τοίνυν ἀπληστία καὶ ἡ τῶν ἄλλων ἀμέλεια διὰ χρηματισμὸν αὐτὴν ἀπώλλυ. ἀληθῆ, ἔφη. ἆρʼ οὖν καὶ ὃ δημοκρατία ὁρίζεται ἀγαθόν, ἡ τούτου ἀπληστία καὶ ταύτην καταλύει; λέγεις δʼ αὐτὴν τί ὁρίζεσθαι; τὴν ἐλευθερίαν, εἶπον. τοῦτο γάρ που ἐν δημοκρατουμένῃ πόλει ἀκούσαις ἂν ὡς ἔχει τε κάλλιστον καὶ διὰ ταῦτα ἐν μόνῃ ταύτῃ ἄξιον οἰκεῖν ὅστις φύσει ἐλεύθερος. λέγεται γὰρ δή, ἔφη, καὶ πολὺ τοῦτο τὸ ῥῆμα. ἆρʼ οὖν, ἦν δʼ ἐγώ, ὅπερ ᾖα νυνδὴ ἐρῶν, ἡ τοῦ τοιούτου ἀπληστία καὶ ἡ τῶν ἄλλων ἀμέλεια καὶ ταύτην τὴν πολιτείαν μεθίστησίν τε καὶ παρασκευάζει τυραννίδος δεηθῆναι; πῶς; ἔφη. ὅταν οἶμαι δημοκρατουμένη πόλις ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχῃ, καὶ πορρωτέρω τοῦ δέοντος ἀκράτου αὐτῆς μεθυσθῇ, τοὺς ἄρχοντας δή, ἂν μὴ πάνυ πρᾷοι ὦσι καὶ πολλὴν παρέχωσι τὴν ἐλευθερίαν, κολάζει αἰτιωμένη ὡς μιαρούς τε καὶ ὀλιγαρχικούς. δρῶσιν γάρ, ἔφη, τοῦτο. τοὺς δέ γε, εἶπον, τῶν ἀρχόντων κατηκόους προπηλακίζει ὡς ἐθελοδούλους τε καὶ οὐδὲν ὄντας, τοὺς δὲ ἄρχοντας μὲν ἀρχομένοις, ἀρχομένους δὲ ἄρχουσιν ὁμοίους ἰδίᾳ τε καὶ δημοσίᾳ ἐπαινεῖ τε καὶ τιμᾷ. ἆρʼ οὐκ ἀνάγκη ἐν τοιαύτῃ πόλει ἐπὶ πᾶν τὸ τῆς ἐλευθερίας ἰέναι; πῶς γὰρ οὔ; καὶ καταδύεσθαί γε, ἦν δʼ ἐγώ, ὦ φίλε, εἴς τε τὰς ἰδίας οἰκίας καὶ τελευτᾶν μέχρι τῶν θηρίων τὴν ἀναρχίαν ἐμφυομένην. πῶς, ἦ δʼ ὅς, τὸ τοιοῦτον λέγομεν;
“Shall we definitely assert, then, that such a man is to be ranged with democracy and would properly be designated as democratic?” “Let that be his place,” he said. “And now,” said I, “the fairest polity and the fairest man remain for us to describe, the tyranny and the tyrant.” “Certainly,” he said. “Come then, tell me, dear friend, how tyranny arises. That it is an outgrowth of democracy is fairly plain.” “Yes, plain.” “Is it, then, in a sense, in the same way in which democracy arises out of oligarchy that tyranny arises from democracy?” “How is that?” “The good that they proposed to themselves and that was the cause of the establishment of oligarchy—it was wealth, was it not?” “Yes.” “Well, then, the insatiate lust for wealth and the neglect of everything else for the sake of money-making was the cause of its undoing.” “True,” he said. “And is not the avidity of democracy for that which is its definition and criterion of good the thing which dissolves it too?” “What do you say its criterion to be?” “Liberty,” I replied; “for you may hear it said that this is best managed in a democratic city, and for this reason that is the only city in which a man of free spirit will care to live.” “Why, yes,” he replied, “you hear that saying everywhere.” “Then, as I was about to observe, is it not the excess and greed of this and the neglect of all other things that revolutionizes this constitution too and prepares the way for the necessity of a dictatorship?” “How?” he said. “Why, when a democratic city athirst for liberty gets bad cupbearers for its leaders and is intoxicated by drinking too deep of that unmixed wine, and then, if its so-called governors are not extremely mild and gentle with it and do not dispense the liberty unstintedly, it chastises them and accuses them of being accursed oligarchs.” “Yes, that is what they do,” he replied. “But those who obey the rulers,” I said, “it reviles as willing slaves and men of naught, but it commends and honors in public and private rulers who resemble subjects and subjects who are like rulers. Is it not inevitable that in such a state the spirit of liberty should go to all lengths?” “Of course.” “And this anarchical temper,” said I, “my friend, must penetrate into private homes and finally enter into the very animals.” “Just what do we mean by that?” he said.
οἷον, ἔφην, πατέρα μὲν ἐθίζεσθαι παιδὶ ὅμοιον γίγνεσθαι καὶ φοβεῖσθαι τοὺς ὑεῖς, ὑὸν δὲ πατρί, καὶ μήτε αἰσχύνεσθαι μήτε δεδιέναι τοὺς γονέας, ἵνα δὴ ἐλεύθερος ᾖ· μέτοικον δὲ ἀστῷ καὶ ἀστὸν μετοίκῳ ἐξισοῦσθαι, καὶ ξένον ὡσαύτως. γίγνεται γὰρ οὕτως, ἔφη. ταῦτά τε, ἦν δʼ ἐγώ, καὶ σμικρὰ τοιάδε ἄλλα γίγνεται· διδάσκαλός τε ἐν τῷ τοιούτῳ φοιτητὰς φοβεῖται καὶ θωπεύει, φοιτηταί τε διδασκάλων ὀλιγωροῦσιν, οὕτω δὲ καὶ παιδαγωγῶν· καὶ ὅλως οἱ μὲν νέοι πρεσβυτέροις ἀπεικάζονται καὶ διαμιλλῶνται καὶ ἐν λόγοις καὶ ἐν ἔργοις, οἱ δὲ γέροντες συγκαθιέντες τοῖς νέοις εὐτραπελίας τε καὶ χαριεντισμοῦ ἐμπίμπλανται, μιμούμενοι τοὺς νέους, ἵνα δὴ μὴ δοκῶσιν ἀηδεῖς εἶναι μηδὲ δεσποτικοί. πάνυ μὲν οὖν, ἔφη. τὸ δέ γε, ἦν δʼ ἐγώ, ἔσχατον, ὦ φίλε, τῆς ἐλευθερίας τοῦ πλήθους, ὅσον γίγνεται ἐν τῇ τοιαύτῃ πόλει, ὅταν δὴ οἱ ἐωνημένοι καὶ αἱ ἐωνημέναι μηδὲν ἧττον ἐλεύθεροι ὦσι τῶν πριαμένων. ἐν γυναιξὶ δὲ πρὸς ἄνδρας καὶ ἀνδράσι πρὸς γυναῖκας ὅση ἡ ἰσονομία καὶ ἐλευθερία γίγνεται, ὀλίγου ἐπελαθόμεθʼ εἰπεῖν. οὐκοῦν κατʼ Αἰσχύλον, ἔφη, «ἐροῦμεν ὅτι νῦν ἦλθʼ ἐπὶ στόμα;» πάνυ γε, εἶπον· καὶ ἔγωγε οὕτω λέγω· τὸ μὲν γὰρ τῶν θηρίων τῶν ὑπὸ τοῖς ἀνθρώποις ὅσῳ ἐλευθερώτερά ἐστιν ἐνταῦθα ἢ ἐν ἄλλῃ, οὐκ ἄν τις πείθοιτο ἄπειρος. ἀτεχνῶς γὰρ αἵ τε κύνες κατὰ τὴν παροιμίαν οἷαίπερ αἱ δέσποιναι γίγνονταί τε δὴ καὶ ἵπποι καὶ ὄνοι, πάνυ ἐλευθέρως καὶ σεμνῶς εἰθισμένοι πορεύεσθαι, κατὰ τὰς ὁδοὺς ἐμβάλλοντες τῷ ἀεὶ ἀπαντῶντι, ἐὰν μὴ ἐξίστηται, καὶ τἆλλα πάντα οὕτω μεστὰ ἐλευθερίας γίγνεται. τὸ ἐμόν γʼ, ἔφη, ἐμοὶ λέγεις ὄναρ· αὐτὸς γὰρ εἰς ἀγρὸν πορευόμενος θαμὰ αὐτὸ πάσχω. τὸ δὲ δὴ κεφάλαιον, ἦν δʼ ἐγώ, πάντων τούτων συνηθροισμένων, ἐννοεῖς ὡς ἁπαλὴν τὴν ψυχὴν τῶν πολιτῶν ποιεῖ, ὥστε κἂν ὁτιοῦν δουλείας τις προσφέρηται, ἀγανακτεῖν καὶ μὴ ἀνέχεσθαι; τελευτῶντες γάρ που οἶσθʼ ὅτι οὐδὲ τῶν νόμων φροντίζουσιν γεγραμμένων ἢ ἀγράφων, ἵνα δὴ μηδαμῇ μηδεὶς αὐτοῖς ᾖ δεσπότης. καὶ μάλʼ, ἔφη, οἶδα. αὕτη μὲν τοίνυν, ἦν δʼ ἐγώ, ὦ φίλε, ἡ ἀρχὴ οὑτωσὶ καλὴ καὶ νεανική, ὅθεν τυραννὶς φύεται, ὡς ἐμοὶ δοκεῖ. νεανικὴ δῆτα, ἔφη· ἀλλὰ τί τὸ μετὰ τοῦτο;
“Why,” I said, “the father habitually tries to resemble the child and is afraid of his sons, and the son likens himself to the father and feels no awe or fear of his parents, so that he may be forsooth a free man. And the resident alien feels himself equal to the citizen and the citizen to him, and the foreigner likewise.” “Yes, these things do happen,” he said. “They do,” said I, “and such other trifles as these. The teacher in such case fears and fawns upon the pupils, and the pupils pay no heed to the teacher or to their overseers either. And in general the young ape their elders and vie with them in speech and action, while the old, accommodating themselves to the young, are full of pleasantry and graciousness, imitating the young for fear they may be thought disagreeable and authoritative.” “By all means,” he said. “And the climax of popular liberty, my friend,” I said, “is attained in such a city when the purchased slaves, male and female, are no less free than the owners who paid for them. And I almost forgot to mention the spirit of freedom and equal rights in the relation of men to women and women to men.” “Shall we not, then,” said he, “in Aeschylean phrase, say ‘whatever rises to our lips’?” “Certainly,” I said, “so I will. Without experience of it no one would believe how much freer the very beasts subject to men are in such a city than elsewhere. The dogs literally verify the adage and ‘like their mistresses become.’ And likewise the horses and asses are wont to hold on their way with the utmost freedom and dignity, bumping into everyone who meets them and who does not step aside. And so all things everywhere are just bursting with the spirit of liberty.” “It is my own dream you are telling me,” he said; “for it often happens to me when I go to the country.” “And do you note that the sum total of all these items when footed up is that they render the souls of the citizens so sensitive that they chafe at the slightest suggestion of servitude and will not endure it? For you are aware that they finally pay no heed even to the laws written or unwritten, so that forsooth they may have no master anywhere over them.” “I know it very well,” said he. “This, then, my friend,” said I, “is the fine and vigorous root from which tyranny grows, in my opinion.” “Vigorous indeed,” he said; “but what next?”
ταὐτόν, ἦν δʼ ἐγώ, ὅπερ ἐν τῇ ὀλιγαρχίᾳ νόσημα ἐγγενόμενον ἀπώλεσεν αὐτήν, τοῦτο καὶ ἐν ταύτῃ πλέον τε καὶ ἰσχυρότερον ἐκ τῆς ἐξουσίας ἐγγενόμενον καταδουλοῦται δημοκρατίαν. καὶ τῷ ὄντι τὸ ἄγαν τι ποιεῖν μεγάλην φιλεῖ εἰς τοὐναντίον μεταβολὴν ἀνταποδιδόναι, ἐν ὥραις τε καὶ ἐν φυτοῖς καὶ ἐν σώμασιν, καὶ δὴ καὶ ἐν πολιτείαις οὐχ ἥκιστα. εἰκός, ἔφη. ἡ γὰρ ἄγαν ἐλευθερία ἔοικεν οὐκ εἰς ἄλλο τι ἢ εἰς ἄγαν δουλείαν μεταβάλλειν καὶ ἰδιώτῃ καὶ πόλει. εἰκὸς γάρ. εἰκότως τοίνυν, εἶπον, οὐκ ἐξ ἄλλης πολιτείας τυραννὶς καθίσταται ἢ ἐκ δημοκρατίας, ἐξ οἶμαι τῆς ἀκροτάτης ἐλευθερίας δουλεία πλείστη τε καὶ ἀγριωτάτη. ἔχει γάρ, ἔφη, λόγον. ἀλλʼ οὐ τοῦτʼ οἶμαι, ἦν δʼ ἐγώ, ἠρώτας, ἀλλὰ ποῖον νόσημα ἐν ὀλιγαρχίᾳ τε φυόμενον ταὐτὸν καὶ ἐν δημοκρατίᾳ δουλοῦται αὐτήν. ἀληθῆ, ἔφη, λέγεις. ἐκεῖνο τοίνυν, ἔφην, ἔλεγον τὸ τῶν ἀργῶν τε καὶ δαπανηρῶν ἀνδρῶν γένος, τὸ μὲν ἀνδρειότατον ἡγούμενον αὐτῶν, τὸ δʼ ἀνανδρότερον ἑπόμενον· οὓς δὴ ἀφομοιοῦμεν κηφῆσι, τοὺς μὲν κέντρα ἔχουσι, τοὺς δὲ ἀκέντροις. καὶ ὀρθῶς γʼ, ἔφη. τούτω τοίνυν, ἦν δʼ ἐγώ, ταράττετον ἐν πάσῃ πολιτείᾳ ἐγγιγνομένω, οἷον περὶ σῶμα φλέγμα τε καὶ χολή· ὣ δὴ καὶ δεῖ τὸν ἀγαθὸν ἰατρόν τε καὶ νομοθέτην πόλεως μὴ ἧττον ἢ σοφὸν μελιττουργὸν πόρρωθεν εὐλαβεῖσθαι, μάλιστα μὲν ὅπως μὴ ἐγγενήσεσθον, ἂν δὲ ἐγγένησθον, ὅπως ὅτι τάχιστα σὺν αὐτοῖσι τοῖς κηρίοις ἐκτετμήσεσθον. ναὶ μὰ Δία, ἦ δʼ ὅς, παντάπασί γε. ὧδε τοίνυν, ἦν δʼ ἐγώ, λάβωμεν, ἵνʼ εὐκρινέστερον ἴδωμεν ὃ βουλόμεθα. πῶς; τριχῇ διαστησώμεθα τῷ λόγῳ δημοκρατουμένην πόλιν, ὥσπερ οὖν καὶ ἔχει. ἓν μὲν γάρ που τὸ τοιοῦτον γένος ἐν αὐτῇ ἐμφύεται διʼ ἐξουσίαν οὐκ ἔλαττον ἢ ἐν τῇ ὀλιγαρχουμένῃ. ἔστιν οὕτω. πολὺ δέ γε δριμύτερον ἐν ταύτῃ ἢ ἐν ἐκείνῃ. πῶς; ἐκεῖ μὲν διὰ τὸ μὴ ἔντιμον εἶναι, ἀλλʼ ἀπελαύνεσθαι τῶν ἀρχῶν, ἀγύμναστον καὶ οὐκ ἐρρωμένον γίγνεται· ἐν δημοκρατίᾳ δὲ τοῦτό που τὸ προεστὸς αὐτῆς, ἐκτὸς ὀλίγων, καὶ τὸ μὲν δριμύτατον αὐτοῦ λέγει τε καὶ πράττει, τὸ δʼ ἄλλο περὶ τὰ βήματα προσίζον βομβεῖ τε καὶ οὐκ ἀνέχεται τοῦ ἄλλα λέγοντος, ὥστε πάντα ὑπὸ τοῦ τοιούτου διοικεῖται ἐν τῇ τοιαύτῃ πολιτείᾳ χωρίς τινων ὀλίγων. μάλα γε, ἦ δʼ ὅς. ἄλλο τοίνυν τοιόνδε ἀεὶ ἀποκρίνεται ἐκ τοῦ πλήθους. τὸ ποῖον; χρηματιζομένων που πάντων, οἱ κοσμιώτατοι φύσει ὡς τὸ πολὺ πλουσιώτατοι γίγνονται. εἰκός. πλεῖστον δὴ οἶμαι τοῖς κηφῆσι μέλι καὶ εὐπορώτατον ἐντεῦθεν βλίττει. πῶς γὰρ ἄν, ἔφη, παρά γε τῶν σμικρὰ ἐχόντων τις βλίσειεν; πλούσιοι δὴ οἶμαι οἱ τοιοῦτοι καλοῦνται κηφήνων βοτάνη. σχεδόν τι, ἔφη.
“The same malady,” I said, “that, arising in oligarchy, destroyed it, this more widely diffused and more violent as a result of this licence, enslaves democracy. And in truth, any excess is wont to bring about a corresponding reaction to the opposite in the seasons, in plants, in animal bodies, and most especially in political societies.” “Probably,” he said. “And so the probable outcome of too much freedom is only too much slavery in the individual and the state.” “Yes, that is probable.” “Probably, then, tyranny develops out of no other constitution than democracy—from the height of liberty, I take it, the fiercest extreme of servitude.” “That is reasonable,” he said. “That, however, I believe, was not your question, but what identical malady arising in democracy as well as in oligarchy enslaves it?” “You say truly,” he replied. “That then,” I said, “was what I had in mind, the class of idle and spendthrift men, the most enterprising and vigorous portion being leaders and the less manly spirits followers. We were likening them to drones, some equipped with stings and others stingless.” “And rightly too,” he said. “These two kinds, then,” I said, “when they arise in any state, create a disturbance like that produced in the body by phlegm and gall. And so a good physician and lawgiver must be on his guard from afar against the two kinds, like a prudent apiarist, first and chiefly to prevent their springing up, but if they do arise to have them as quickly as may be cut out, cells and all.” “Yes, by Zeus,” he said, “by all means.” “Then let us take it in this way,” I said, “so that we may contemplate our purpose more distinctly.” “How?” “Let us in our theory make a tripartite division of the democratic state, which is in fact its structure. One such class, as we have described, grows up in it because of the licence, no less than in the oligarchic state.” “That is so.” “But it is far fiercer in this state than in that.” “How so?” “There, because it is not held in honor, but is kept out of office, it is not exercised and does not grow vigorous. But in a democracy this is the dominating class, with rare exceptions, and the fiercest part of it makes speeches and transacts business, and the remainder swarms and settles about the speaker’s stand and keeps up a buzzing and tolerates no dissent, so that everything with slight exceptions is administered by that class in such a state.” “Quite so,” he said. “And so from time to time there emerges or is secreted from the multitude another group of this sort.” “What sort?” he said. “When all are pursuing wealth the most orderly and thrifty natures for the most part become the richest.” “It is likely.” “Then they are the most abundant supply of honey for the drones, and it is the easiest to extract.” “Why, yes,” he said, “how could one squeeze it out of those who have little?” “The capitalistic class is, I take it, the name by which they are designated—the pasture of the drones.” “Pretty much so,” he said.