διὰ τί δὲ τὴν Λαρεντίαν, ἑταίραν γεγενημένην, οὕτω τιμῶσιν; ἄλλην γὰρ εἶναι Λαρεντίαν Ἄκκαν ἱστοροῦσι τὴν Ῥωμύλου τροφόν, ἣν τῷ Ἀπριλλίῳ μηνὶ τιμῶσι. τῇ δʼ ἑταίρᾳ Λαρεντίᾳ Φαβόλαν ἐπίκλησιν εἶναι λέγουσιν, ἐγνωρίσθη δὲ διὰ τοιαύτην αἰτίαν. ζάκορός τις Ἡρακλέους ὡς ἔοικεν ἀπολαύων σχολῆς, ἔθος εἶχεν ἐν πεττοῖς καὶ κύβοις τὰ πολλὰ διημερεύειν· καί ποτε, τῶν εἰωθότων παίζειν σὺν αὐτῷ καὶ μετέχειν τῆς τοιαύτης διατριβῆς κατὰ τύχην μηδενὸς παρόντος, ἀδημονῶν τὸν θεὸν προυκαλεῖτο διαβαλέσθαι τοῖς κύβοις πρὸς αὐτὸν ὥσπερ ἐπὶ ῥητοῖς· καὶ νικήσας μὲν εὑρέσθαι τι παρὰ τοῦ θεοῦ χρηστόν· ἂν δὲ λειφθῇ, δεῖπνον αὐτὸς τῷ θεῷ παρασχεῖν καὶ μείρακα καλὴν συναναπαυσομένην. ἐκ τούτου δὲ τοὺς κύβους προθέμενος, τὸν μὲν ὑπὲρ ἑαυτοῦ, τὸν δʼ ὑπὲρ τοῦ θεοῦ βαλὼν ἐλείφθη. ταῖς οὖν προκλήσεσιν ἐμμένων τράπεζάν τε λαμπροτέραν παρεσκεύασε τῷ θεῷ, καὶ τὴν Λαρεντίαν παραλαβὼν ἐμφανῶς ἑταιροῦσαν εἱστίασε καὶ κατέκλινεν ἐν τῷ ἱερῷ καὶ τὰς θύρας ἀπιὼν ἔκλεισε. λέγεται δὲ νύκτωρ ἐντυχεῖν αὐτῇ τὸν θεὸν οὐκ ἀνθρωπίνως καὶ κελεῦσαι βαδίζειν ἕωθεν εἰς ἀγοράν, ᾧ δʼ ἂν ἐντύχῃ πρώτῳ, προσέχειν μάλιστα καὶ ποιεῖσθαι φίλον. ἀναστᾶσαν οὖν τὴν Λαρεντίαν βαδίζειν, καὶ συντυχεῖν τινι τῶν πλουσίων, ἀγάμων δὲ καὶ παρηκμακότων, ὄνομα Ταρρουτίῳ· γνωρισθεῖσαν δὲ τούτῳ καὶ ζῶντος ἄρχειν τοῦ οἴκου καὶ κληρονομῆσαι τελευτήσαντος· ὕστερον δὲ χρόνοις αὐτὴν τελευτῶσαν τῇ πόλει τὴν οὐσίαν ἀπολιπεῖν· διὸ τὰς τιμὰς ἔχειν ταύτας.
Question 35. Why do they adore Laurentia so much, seeing she was a strumpet?
Solution. They say that Acca Laurentia, the nurse of Romulus, was diverse from this, and her they ascribe honor to in the month of April. But this other Laurentia, they say, was surnamed Fabula, and she became noted on this occasion. A certain sexton that belonged to Hercules, as it seems, leading an idle life, used to spend most of his days at draughts and dice; and on a certain time, when it happened that none of those that were wont to play with him and partake of his sport were present, being very uneasy in himself, he challenged the God to play a game at dice with him for this wager, that if he got the game he should receive some boon from the God, if he lost it he would provide a supper for the God and a pretty wench for him to lie with. Whereupon choosing two dice, one for himself and the other for the God, and throwing them, he lost the game; upon which, abiding by his challenge, he prepared a very splendid table for the God, and picking up Laurentia, a notorious harlot, he set her down to the good cheer; and when he had made a bed for her in the temple, he departed and shut the doors after him. The report went that Hercules came, but had not to do with her after the usual manner of men, and commanded her to go forth early in the morning into the market-place, and whomsoever she first happened to meet with, him she should especially set her heart upon and procure him to be her copemate. Laurentia accordingly arising and going forth happened to meet with a certain rich man, a stale bachelor, whose name was Taruntius. He lying with her made her whilst he lived the governess of his house, and his heiress when he died; some time after, she died and left her estate to the city, and therefore they have her in so great a reputation.
διὰ τί πύλην μίαν θυρίδα καλοῦσι τὴν γὰρ φαινέστραν τοῦτο σημαίνειν, καὶ παρʼ αὐτὴν ὁ καλούμενος Τύχης θάλαμός ἐστι; πότερον ὅτι Σέρβιος ὁ βασιλεὺς εὐτυχέστατος γενόμενος δόξαν ἔσχε τῇ Τύχῃ συνεῖναι φοιτώσῃ διὰ θυρίδος πρὸς αὐτόν ἢ τοῦτο μὲν μῦθός ἐστιν, ἐπεὶ δὲ Ταρκυνίου Πρίσκου τοῦ βασιλέως ἀποθανόντος ἡ γυνὴ Τανακυλλὶς ἔμφρων οὖσα καὶ βασιλικὴ διὰ θυρίδος προκύψασα τοῖς πολίταις ἐνέτυχε καὶ συνέπεισεν ἀποδεῖξαι βασιλέα τὸν Σέρβιον, ἔσχε ταύτην ὁ τόπος τὴν ἐπωνυμίαν;
Question 36. Why do they call one gate at Rome the Window, just by which is the bed-chamber of Fortune, so called?
Solution. Was it because Servius, who became the most successful king, was believed to have conversed with Fortune, who came in to him at a window? Or may this be but a fable; and was it that Tarquinius Priscus the king dying, his wife Tanaquil, being a discreet and royal woman, putting her head out at a window, propounded Servius to the citizens, and persuaded them to proclaim him king; and that this place had the name of it?
διὰ τί τῶν τοῖς θεοῖς ἀνατιθεμένων μόνα τὰ σκῦλα νενόμισται περιορᾶν ἀφανιζόμενα τῷ χρόνῳ, καὶ μήτε προσκυνεῖν μήτʼ ἐπισκευάζειν; πότερον ἵνα τὴν δόξαν οἰόμενοι τοῖς πρώτοις συνεκλιπεῖν ἀεί τι πρόσφατον ὑπόμνημα τῆς ἀρετῆς ζητῶσι κομίζειν , ἢ μᾶλλον ὅτι τοῦ χρόνου τὰ σημεῖα τῆς πρὸς τοὺς πολεμίους διαφορᾶς ἀμαυροῦντος, αὐτοὺς ἀναλαμβάνειν καὶ καινοποιεῖν ἐπίφθονόν ἐστι καὶ φιλαπέχθημον; οὐδὲ γὰρ παρʼ Ἕλλησιν οἱ πρῶτοι λίθινον καὶ χαλκοῦν στήσαντες τρόπαιον εὐδοκιμοῦσι.
Question 37. Why is it that, of the things dedicated to the Gods, the law permits only the spoils taken in war to be neglected and by time to fall into decay, and permits them not to have any veneration nor reparation?
Solution. Is this the reason, that men may be of opinion that the renown of ancestors fades away, and may always be seeking after some fresh monument of fortitude? Or rather because time wears out the marks of contention with our enemies, and to restore and renew them were invidious and malicious? Neither among the Greeks are those men renowned who were the first erectors of stone or brass trophies.
διὰ τί Κόιντος Μέτελλος ἀρχιερεὺς γενόμενος καὶ τἄλλα δοκῶν φρόνιμος εἶναι καὶ πολιτικὸς ἀνὴρ ἐκώλυεν οἰωνίζεσθαι μετὰ τὸν Σεξτίλιον μῆνα τὸν νῦν Αὔγουστον προσαγορευόμενον; πότερον ὅτι καθάπερ ἡμέρας ἀκμαζούσης ἢ ἀρχομένης πράττομεν τὰ τοιαῦτα καὶ μηνὸς ἱσταμένου καὶ αὐξομένου, τὰς δʼ ἀποκλίτους ὡς ἀχρηματίστους φυλαττόμεθα· παραπλησίως τὸν μετὰ μῆνας ὀκτὼ χρόνον ὥσπερ ἑσπέραν τινὰ τοῦ ἐνιαυτοῦ καὶ δείλην ἀποκλίνοντος ἤδη καὶ φθίνοντος νομίζειν· ἢ καὶ τοῖς ὄρνισι χρηστέον ἀκμαίοις καὶ τελείοις; εἰσὶ δὲ πρὸ τοῦ θέρους τοιοῦτοι· περὶ δὲ τὸ φθινόπωρον οἱ μὲν ἀσθενεῖς καὶ νοσώδεις, οἱ δὲ νεοσσοὶ καὶ ἀτελεῖς, οἱ δὲ παντάπασι φροῦδοι διὰ τὴν ὥραν ἐκτοπίζοντες.
Question 38. Why did Q. Metellus, being a high priest and otherwise reputed a wise man and a statesman, prohibit the use of divination from birds after the Sextile month, now called August?
Solution. Is it not that—as we make such observations about noon or early in the day, and also in the beginning or middle of the month (when the moon is new or increasing), but beware of the times of the days or month’s decline as unlucky—so he also was of opinion that the time of year after eight months was, as it were, the evening of the year, when it declined and hastened towards an end? Or is it because they must use thriving and full-grown birds? For such are in summer; but towards autumn some are moulting and sickly, others chickens and unfledged, others altogether vanished and fled out of the country by reason of the season of the year.
διὰ τί τοῖς μὴ στρατευομένοις μὲν ἐν στρατοπέδῳ δʼ ἄλλως ἀναστρεφομένοις οὐκ ἐξῆν ἄνδρα βαλεῖν πολέμιον οὐδὲ τρῶσαι; καὶ τοῦτο Κάτων ὁ πρεσβύτης ἐν ἐπιστολῇ τινι δεδήλωκε, γράφων πρὸς τὸν υἱὸν καὶ κελεύων, εἰ παρεθείη τῆς στρατείας ἀποπληρώσας τὸν χρόνον, ὑποστρέφειν· ἢ προσμένοντα λαβεῖν παρὰ τοῦ στρατηγοῦ τὸ ἐξεῖναι τρῶσαι καὶ ἀνελεῖν πολέμιον. πότερον ὅτι τὴν ἀνάγκην μόνην ἐξουσίαν εἶναι δεῖ τοῦ ἀνελεῖν ἄνθρωπον, ὁ δʼ ἄνευ νόμου καὶ προστάγματος τοῦτο ποιῶν ἀνδροφόνος ἐστὶ (διὸ καὶ Χρυσάνταν ἐπῄνεσεν ὁ Κῦρος, ὅτι μέλλων ἀναιρεῖν πολέμιον καὶ τὴν κοπίδα διηρμένος, ἀκούσας τὸ ἀνακλητικὸν ἀφῆκε τὸν ἄνδρα καὶ οὐκ ἔπαισεν ὡς κεκωλυμένος)· ἢ δεῖ τὸν συνιστάμενον πολεμίοις καὶ μαχόμενον, ἂν ἀποδειλιάσῃ, μὴ ἀνυπεύθυνον εἶναι μηδʼ ἀθῷον; οὐ γὰρ οὕτω βαλών τινα καὶ τρώσας ὠφέλησεν, ὡς φυγὼν καὶ ἀναχωρήσας ἔβλαψεν. ὁ μὲν οὖν ἀφειμένος στρατείας ἀπήλλακται τῶν στρατιωτικῶν νόμων· ὁ δʼ αἰτησάμενος τὸ πράττειν τὰ τῶν στρατευομένων πάλιν ἑαυτὸν ὑπεύθυνον τῷ νόμῳ καὶ τῷ στρατηγῷ δέδωκεν.
Question 39. Why is it unlawful for such as are not mustered (although they be otherwise conversant in the army) to slay an enemy or wound him?
Solution. This thing Cato Senior hath made clear in a certain epistle, writing to his son and commanding him, if he be discharged of the army having fulfilled his time there, to return; but if he stay, to take commission from the general to march forth in order to wounding and slaying the enemy. Is it the reason, that necessity alone can give warrant for the killing of a man, while he that doth this illegally and without commission is a murderer? Therefore Cyrus commended Chrysantas that, when he was about to slay an enemy and had lifted up his scimitar to take his blow, hearing a retreat sounded, he let the man alone and smote him not, as being prohibited. Or is it that, if a man conflicts and fights with his enemies and falls under a consternation, he ought to be liable to answer for it, and not escape punishment? For verily he doth not advantage his side so much by smiting and wounding him, as he doth mischief by turning his back and flying. Therefore he that is disbanded is freed from martial laws; but when he doth petition to perform the office of a soldier, he doth again subject himself to military discipline and put himself under the command of his general.
διὰ τί τῷ ἱερεῖ τοῦ Διὸς οὐκ ἔξεστιν ἐν ὑπαίθρῳ ἀλείφεσθαι; πότερον ὅτι καὶ παῖδας γυμνοῦσθαι πατρὸς ὁρῶντος καὶ πενθεροῦ γαμβρὸν οὐχ ὅσιον ἦν οὐδὲ καλόν, οὐδὲ συνελούοντο τὸ παλαιὸν ἀλλήλοις· πατὴρ δʼ ὁ Ζεὺς καὶ τὸ ἐν ὑπαίθρῳ μάλιστά πως εἶναι δοκεῖ τοῦ Διὸς ἐνώπιον· ἤ, καθάπερ ἐν ναῷ καὶ ἱερῷ γυμνοῦν ἑαυτὸν ἀθέμιτόν ἐστιν, οὕτω τὸν ὕπαιθρον ἀέρα καὶ τὸν ὑπουράνιον, ὄντα καὶ θεῶν καὶ δαιμόνων μεστόν, ἐξευλαβοῦντο; διὸ καὶ τὰ πολλὰ τῶν ἀναγκαίων ὑπὸ στέγῃ δρῶμεν ἐπικρυπτόμενοι καὶ ἐπικαλυπτόμενοι ταῖς οἰκίαις πρὸς τὸ θεῖον. ἢ τὰ μὲν μόνῳ τῷ ἱερεῖ, τὰ δὲ πᾶσιν ὑπὸ τοῦ νόμου προστέτακται διὰ τοῦ ἱερέως; διὸ καὶ παρʼ ἡμῖν τὸ μὲν στεφανηφορεῖν καὶ κομᾶν καὶ μὴ σιδηροφορεῖν μηδὲ τοῖς Φωκέων ὅροις ἐμβαίνειν ἴδια λειτουργήματα τοῦ ἄρχοντός ἐστι· τὸ δʼ ὀπώρας μὴ γεύεσθαι πρὸ ἰσημερίας μετοπωρινῆς μηδʼ ἄμπελον τέμνειν πρὸ ἰσημερίας ἐαρινῆς ὁμοῦ τι πᾶσι δηλοῦται διὰ τοῦ ἄρχοντος· ἑκατέρου γὰρ ὁ καιρὸς ἐκεῖνός ἐστι. τὸν αὐτὸν οὖν τρόπον ὡς ἔοικε καὶ τοῦ παρὰ Ῥωμαίοις ἱερέως ἴδιόν ἐστι τὸ μήθʼ ἵππῳ χρῆσθαι μήτε πλείονας νύκτας ἀποδημεῖν τριῶν μήτʼ ἀποτίθεσθαι τὸν πῖλον, ἀφʼ οὗ καὶ φλᾶμεν κέκληται. πολλὰ δʼ ἄλλα δηλοῦται πᾶσι διὰ τοῦ ἱερέως· ὧν ἕν ἐστι καὶ τὸ ἐν ὑπαίθρῳ μὴ ἀλείφεσθαι. τὸ γὰρ ξηραλοιφεῖν ὑφεωρῶντο Ῥωμαῖοι σφόδρα, καὶ τοῖς Ἕλλησιν οἴονται μηδὲν οὕτως αἴτιον δουλείας γεγονέναι καὶ μαλακίας, ὡς τὰ γυμνάσια καὶ τὰς παλαίστρας, πολὺν ἄλυν καὶ σχολὴν ἐντικτούσας ταῖς πόλεσι καὶ κακοσχολίαν καὶ τὸ παιδεραστεῖν καὶ τὸ διαφθείρειν τὰ σώματα τῶν νέων ὕπνοις καὶ περιπάτοις καὶ κινήσεσιν εὐρύθμοις καὶ διαίταις ἀκριβέσιν, ὑφʼ ὧν ἔλαθον ἐκρυέντες τῶν ὅπλων καὶ ἀγαπήσαντες ἀνθʼ ὁπλιτῶν καὶ ἱππέων ἀγαθῶν εὐτράπελοι καὶ παλαιστρῖται καλοὶ λέγεσθαι. ταῦτα γοῦν ἔργον ἐστὶν ἀποφυγεῖν εἰς ὕπαιθρον ἀποδυομένους· οἱ δὲ κατʼ οἰκίαν ἀλειφόμενοι καὶ θεραπεύοντες ἑαυτοὺς οὐδὲν ἁμαρτάνουσι.
Question 40. Wherefore was it unlawful for a priest of Jupiter to be anointed abroad in the air?
Solution. Was it not because it was neither honest nor decent to strip the sons naked whilst the father looked on, nor the son-in-law whilst the father-in-law looked on? Neither in ancient times did they wash together. Verily Jupiter is the father, and that which is abroad in the open air may be especially said to be as it were in the sight of Jupiter. Or is it thus? As it is a profane thing for him to strip himself naked in the temple or holy place, so did they reverence the open air and firmament, as being full of Gods and Daemons? Wherefore we do many necessary things within doors, hiding and covering ourselves in our houses from the sight of the Gods. Or is it that some things are enjoined to the priest only, other things to all by a law delivered by the priest? With us (in Boeotia) to wear a crown, to wear long hair, to carry iron arms, and not to enter the Phocian borders are peculiar, proper pieces of the magistrate’s service; but not to taste autumnal fruits before the autumnal equinox, and not to cut a vine before the spring equinox, are things required of all by the magistrate. For each of these has its season. After the same manner (as it appears) among the Romans it is peculiar to the priest neither to make use of a horse, nor to be absent from home in a journey more than three nights, nor to put off his cap, on which account he is called Flamen. Many other things are enjoined to all sorts of men by the priest; of which one is not to be anointed abroad in the open air. For the Romans have a great prejudice against dry unction; and they are of opinion that nothing hath been so great a cause to the Grecians of slavery and effeminacy as their fencing and wrestling schools, insinuating so much debauchery and idleness into the citizens, yea, vicious sloth and buggery; yea, that they destroyed the very bodies of youths with sleeping, perambulations, dancing, and delicious feeding, whereby they insensibly fell from the use of arms, and instead of being good soldiers and horsemen, loved to be called nimble, good wrestlers, and pretty men. It is hard for them to avoid these mischiefs who are unclothed in the open air; but they that are anointed within doors and cure themselves at home do commit none of these vices.
διὰ τί τὸ παλαιὸν νόμισμα πῆ μὲν εἶχεν Ἰανοῦ διπρόσωπον εἰκόνα, πῆ δὲ πλοίου πρύμναν ἢ πρῷραν ἐγκεχαραγμένην; πότερον ὡς οἱ πολλοὶ λέγουσιν ἐπὶ τιμῇ τοῦ Κρόνου πλοίῳ διαπεράσαντος εἰς Ἰταλίαν, ἢ τοῦτο μὲν ἔστιν ἐπὶ πολλῶν λέγειν (καὶ γὰρ Ἰανὸς καὶ Εὔανδρος καὶ Αἰνείας ἐκ θαλάττης προσεκομίσθησαν), ἐκεῖνο δʼ ἄν τις μᾶλλον εἰκάσειεν, ὅτι τὰ μὲν καλὰ ταῖς πόλεσίν ἐστι τὰ δʼ ἀναγκαῖα· καὶ μέγιστον τῶν μὲν καλῶν ἡ εὐνομία, τῶν δʼ ἀναγκαίων ἡ εὐπορία; ἐπεὶ τοίνυν εὐκοσμίαν μὲν Ἰανὸς κατέστησεν αὐτοῖς ἐξημερώσας τὸν βίον, ἀφθονίαν δὲ παρέχει τῶν ἀναγκαίων ὁ ποταμὸς πλόιμος ὢν καὶ τὰ μὲν ἐκ θαλάττης τὰ δʼ ἀπὸ τῆς χώρας κατακομίζων, σύμβολον ἔσχε τὸ νόμισμα τοῦ μὲν νομοθέτου τὸ δίμορφον ὡς εἴρηται διὰ τὴν μεταβολήν, τοῦ δὲ ποταμοῦ τὸ πορθμεῖον. ἑτέρῳ δʼ ἐχρήσαντο νομίσματι βοῦν ἔχοντι καὶ πρόβατον καὶ ὗν παράσημον, εὐποροῦντες ἀπὸ τῶν θρεμμάτων μάλιστα καὶ τὴν περιουσίαν ἀπὸ τούτων ἔχοντες διὸ καὶ τῶν ὀνομάτων πολλὰ τοῖς παλαιοῖς, Συέλλιοι καὶ Βουβολκοὶ καὶ Πόρκιοι ἦσαν, ὡς Φενεστέλλας εἴρηκεν.
Question 41. Why had the ancient coin on one side the image of double-faced Janus stamped, and on the other side the stern or stem of a ship?
Solution. What if it be (as they commonly say) in honor of Saturn, that sailed over into Italy in a ship? Or, if this be no more than what may be said of many others besides (for Janus, Evander, and Aeneas all came by sea into Italy), a man may take this to be more probable: whereas some things serve for the beauty of a city, some things for necessary accommodation, the greatest part of the things that beautify a city is a good constitution of government, and the greatest part for necessary accommodation is good trading; whereas now Janus had erected a good frame of government among them, reducing them to a sober manner of life, and the river being navigable afforded plenty of all necessary commodities, bringing them in partly from the sea and partly from the out-borders of the country, their coin had a significant stamp, on one side the double-faced head of the legislator (as hath been said) by reason of the change made by him in their affairs, and on the other a small ship because of the river. They used also another sort of coin, having engraven on it an ox, a sheep, and a sow, to show that they traded most in such cattle, and got their riches from these; hence were many of the names among the ancients derived, as Suillii, Bubulci, and Porcii, as Fenestella tells us.