Plutarch · Roman Questions Αἴτια Ῥωμαϊκά

Plutarch, Roman Questions 20–26: Questions 20-26: the Good Goddess, the woodpecker, Janus, the calendar and mourning

Question 20 asks why no myrtle is brought into the house when women adorn the temple of the Good Goddess, Question 21 why the Latins hold the woodpecker sacred, and Question 22 why Janus is shown with two faces. Question 23 asks why funeral goods are sold in the temple of Libitina, whom the Romans identify with Venus, and Questions 24 and 25 why the months have three divisions and why the days after the Kalends, Nones and Ides are unfit for travel. Question 26 explains women's white mourning dress.

Sections 20–26 · 1709 words · click a number to copy its link

διὰ τί τῇ γυναικείᾳ θεῷ, ἣν Ἀγαθὴν καλοῦσιν, κοσμοῦσαι σηκὸν αἱ γυναῖκες οἴκοι μυρσίνας οὐκ εἰσφέρουσι, καίτοι πᾶσι φιλοτιμούμεναι χρῆσθαι τοῖς βλαστάνουσι καὶ ἀνθοῦσι; πότερον ὡς οἱ μυθολογοῦντες ἱστοροῦσι Φαύνου μὲν ἦν γυνὴ τοῦ μάντεως, οἴνῳ δὲ χρησαμένη κρύφα καὶ μὴ λαθοῦσα ῥάβδοις ὑπὸ τοῦ ἀνδρὸς ἐκολάσθη μυρσίνης (ὅθεν μυρσίνην μὲν οὐκ εἰσφέρουσιν, οἶνον δʼ αὐτῇ σπένδουσι, γάλα προσαγορεύουσαι)· ἢ πολλῶν μὲν ἁγναὶ μάλιστα δʼ ἀφροδισίων τὴν ἱερουργίαν ἐκείνην ἐπιτελοῦσιν; οὐ γὰρ μόνον ἐξοικίζουσι τοὺς ἄνδρας, ἀλλὰ καὶ πᾶν ἄρρεν ἐξελαύνουσι τῆς οἰκίας, ὅταν τὰ νενομισμένα τῇ θεῷ ποιῶσι. τὴν οὖν μυρσίνην ὡς ἱερὰν Ἀφροδίτης ἀφοσιοῦνται· καὶ γὰρ ἣν νῦν Μουρκίαν Ἀφροδίτην καλοῦσι, Μυρτίαν τὸ παλαιὸν ὡς ἔοικεν ὠνόμαζον.

Question 20. When the women beautify the temple of the Goddess appropriate to women, which they call Bona, why do they bring no myrtle into the house, although they be zealous of using all budding and flowering vegetables?

Solution. Is not the reason (as the fabulous write the story) this, that the wife of Faulius a diviner, having drunk wine secretly and being discovered, was whipped by her husband with myrtle rods; hence the women bring in no myrtle, but offer to her a drink-offering of wine, which they call milk? Or is it this, that, as they abstain from many things, so especially they reserve themselves chaste from all things that appertain to venery when they perform that divine service; for they do not only turn their husbands out of doors but banish from the house every male kind, when they exercise this canonical obedience to their Goddess. They therefore reject myrtle as an abomination, it being consecrated to Venus; and the Venus whom at this day they call Murcia they anciently called Myrtia, as it would seem.

διὰ τί τὸν δρυοκολάπτην οἱ Λατῖνοι σέβονται, καὶ ἀπέχονται πάντες ἰσχυρῶς τοῦ ὄρνιθος; πότερον ὅτι τὸν Πῖκον λέγουσιν ὑπὸ φαρμάκων τῆς γυναικὸς μεταβαλεῖν τὴν φύσιν καὶ γενόμενον δρυοκολάπτην ἀποφθέγγεσθαι λόγια καὶ χρησμῳδεῖν τοῖς ἐρωτῶσιν· ἢ τοῦτο μὲν ἄπιστόν ἐστιν ὅλως καὶ τερατῶδες, ἅτερος δὲ τῶν μύθων πιθανώτερος, ὡς ἄρα τοῖς περὶ Ῥωμύλον καὶ Ῥῶμον ἐκτεθεῖσιν οὐ μόνον λύκαινα θηλὴν ἐπεῖχεν, ἀλλὰ καὶ δρυοκολάπτης τις ἐπιφοιτῶν ἐψώμιζεν; ἐπιεικῶς γὰρ ἔτι καὶ νῦν τοῖς ὑπορείοις καὶ δρυμώδεσι τόποις ὅπου φαίνεται δρυοκολάπτης, ἐκεῖ καὶ λύκος, ὡς Νιγίδιος ἱστορεῖ. ἢ μᾶλλον, ὡς ἄλλον ἄλλου θεοῦ, καὶ τοῦτον Ἄρεος ἱερὸν νομίζουσι τὸν ὄρνιν; καὶ γὰρ εὐθαρσὴς καὶ γαῦρός ἐστι καὶ τὸ ῥύγχος οὕτως ἔχει κραταιόν, ὥστε δρῦς ἀνατρέπειν, ὅταν κόπτων πρὸς τὴν ἐντεριώνην ἐξίκηται.

Question 21. Why do the Latins worship a woodpecker, and all of them abstain strictly front this bird?

Solution. Is it because one Picus by the enchantments of his wife transformed himself, and becoming a woodpecker uttered oracles, and gave oraculous answers to them that enquired? Or, if this be altogether incredible and monstrous, there is another of the romantic stories more probable, about Romulus and Remus, when they were exposed in the open field, that not only a she-wolf gave them suck, but a certain woodpecker flying to them fed them; for even now it is very usual that in meads and groves where a woodpecker is found there is also a wolf, as Nigidius writes. Or rather, as they deem other birds sacred to various Gods, so do they deem this sacred to Mars? For it is a daring and fierce bird, and hath so strong a beak as to drill an oak to the heart by pecking, and cause it to fall.

διὰ τί τὸν Ἰανὸν διπρόσωπον οἴονται γεγονέναι καὶ γράφουσιν οὕτω καὶ πλάττουσιν; πότερον ὅτι τῷ μὲν γένει Ἕλλην ἐκ Περραιβίας ἦν, ὡς ἱστοροῦσιν, διαβὰς δʼ εἰς Ἰταλίαν καὶ συνοικήσας τοῖς αὐτόθι βαρβάροις μετέβαλε καὶ γλῶτταν καὶ δίαιταν ἢ μᾶλλον ὅτι τοὺς περὶ τὴν Ἰταλίαν αὐτὸς ἀγρίοις καὶ ἀνόμοις χρωμένους ἔθεσιν εἰς ἕτερον βίου σχῆμα, πείσας γεωργεῖν καὶ πολιτεύεσθαι, μετέβαλε καὶ μετεκόσμησε;

Question 22. Why are they of opinion that Janus was double-faced, and do describe and paint him so?

Solution. Was it because he was a native Greek of Perrhaebia (as they story it), and going down into Italy and cohabiting with the barbarians of the country, changed his language and way of living? Or rather because he persuaded those people of Italy that were savage and lawless to a civil life, in that he converted them to husbandry and formed them into commonwealths?

διὰ τί τὰ πρὸς τὰς ταφὰς πιπράσκουσιν ἐν τῷ τεμένει τῷ Λιβιτίνης, νομίζοντες Ἀφροδίτην εἶναι τὴν Λιβιτίνην; πότερον καὶ τοῦτο τῶν Νομᾶ τοῦ βασιλέως φιλοσοφημάτων ἕν ἐστιν, ὅπως μανθάνωσι μὴ δυσχεραίνειν τὰ τοιαῦτα μηδὲ φεύγειν ὡς μιασμόν ἢ μᾶλλον ὑπόμνησίς ἐστι τοῦ φθαρτὸν εἶναι τὸ γεννητόν, ὡς μιᾶς θεοῦ τὰς γενέσεις καὶ τὰς τελευτὰς ἐπισκοπούσης; καὶ γὰρ ἐν Δελφοῖς Ἀφροδίτης ἐπιτυμβίας ἀγαλμάτιόν ἐστι πρὸς ὃ τοὺς κατοιχομένους ἐπὶ τὰς χοὰς ἀνακαλοῦνται.

Question 23. Why do they sell things which pertain to funerals in the temple of Libitina, seeing they are of opinion that Libitina is Venus?

Solution. Was it that this was one of the wise institutions of King Numa, that they might learn not to esteem these things irksome nor fly from them as a defilement? Or rather is it to put us in mind that whatever is born must die, there being one Goddess that presides over them that are born and those that die? And at Delphi there is the statue of Venus Epitymbia (on a tomb), to which at their drink-offerings they call forth the ghosts of the deceased.

διὰ τί τρεῖς τοῦ μηνὸς ἀρχὰς καὶ προθεσμίας ἔχουσιν, οὐ ταὐτὸ διάστημα τῶν ἡμερῶν μεταξὺ λαμβάνοντες; πότερον ὡς οἱ περὶ τὸν Ἰόβαν ἱστοροῦσιν ὅτι ταῖς καλάνδαις ἐκάλουν τὸν δῆμον οἱ ἄρχοντες καὶ κατήγγελλον εἰς πέμπτην τὰς νόννας, εἰδοὺς δʼ ἡμέραν ἱερὰν ἐνόμιζον· ἢ μᾶλλον ὅτι ταῖς τῆς σελήνης διαφοραῖς ὁρίζοντες τὸν χρόνον, ἑώρων ἐν τρισὶ γιγνομένην διαφοραῖς τὴν σελήνην κατὰ μῆνα ταῖς μεγίσταις, πρώτῃ μὲν ὅτε κρύπτεται σύνοδον ποιησαμένη πρὸς ἥλιον, δευτέρᾳ δʼ ὅταν ἐκφυγοῦσα τὰς αὐγὰς τοῦ ἡλίου καταφανὴς πρῶτον ἐπὶ δυσμῶν γένηται, τρίτῃ δὲ τῇ περὶ τὴν πλήρωσιν αὐτῆς πανσελήνου γενομένης; ὀνομάζουσι δὲ τὸν μὲν ἀφανισμὸν αὐτῆς καὶ τὴν κρύψιν καλάνδας, ὅτι πᾶν τὸ κρύφα καὶ λάθρα κλάμ καὶ κηλᾶρε τὸ λανθάνειν· τὴν δὲ πρώτην φάσιν νόννας τῷ δικαιοτάτῳ τῶν ὀνομάτων, νουμηνίαν οὖσαν· καὶ γὰρ αὐτοὶ τὸ νέον καὶ καινὸν ὥσπερ ἡμεῖς προσαγορεύουσι· τὰς δʼ εἰδούς ἢ διὰ τὸ κάλλος καὶ τὸ εἶδος ὁλοκλήρου καθισταμένης τῆς σελήνης ἢ τῷ Διὶ τὴν ἐπωνυμίαν ἀποδιδόντες. οὐ δεῖ δὲ τῶν ἡμερῶν τὸν ἀκριβέστατον ἀριθμὸν διώκειν οὐδὲ τῷ παρʼ ὀλίγον συκοφαντεῖν, ὅπου καὶ νῦν ἐπίδοσιν τοσαύτην ἀστρολογίας ἐχούσης, περιγίγνεται τῆς ἐμ πειρίας τῶν μαθηματικῶν ἡ τῆς κινήσεως ἀνωμαλία διαφεύγουσα τὸν λόγον.

Question 24. Why have they three beginnings and appointed periods in the months which have not the same interval of days between?

Solution. What if it be this (as Juba writes), that on the Kalends the magistrates called (καλεῖν) the people, and proclaimed the Nones for the fifth, while the Ides they esteemed an holy day? Or rather that they who define time by the variations of the moon have observed that the moon comes under three greatest variations monthly; the first is when it is obscured, making a conjunction with the sun; the second is when it gets out of the rays of the sun and makes her first appearance after the sun is down; the third is at her fulness, when it is full moon. They call her disappearance and obscurity the Kalends, for every thing hid and privy they call clam, and celare is to hide. The first appearance they call the Nones, by a most fit notation of names, it being the new moon (novilunium); for they call it new moon as we do. Ides are so called either by reason of the fairness and clear form (εἶδος) of the moon standing forth in her complete splendor, or from the name of Jupiter (Διός). But in this matter we are not to search for the exact number of days, nor to abuse this approximate mode of reckoning; seeing that even at this day, when the science of astronomy has made so great increase, the inequality of the motion and course of the moon surpasseth all experience of mathematicians and cannot be reduced to any certain rule of reason.

διὰ τί τὴν μετὰ καλάνδας ἡμέραν καὶ νόννας καὶ εἰδοὺς ἀνέξοδον καὶ ἀνεκδήμητον τίθενται; πότερον, ὡς οἱ πλεῖστοι νομίζουσι καὶ Λίβιος ἱστορεῖ, ὅτι μετὰ τὰς Κυιντιλίας εἰδούς, ἃς νῦν Ἰουλίας καλοῦσιν, ἐξάγοντες οἱ χιλίαρχοι τὸ στράτευμα περὶ τὸν Ἀλλίαν ποταμὸν ἐκρατήθησαν ὑπὸ Κελτῶν μάχῃ καὶ τὴν πόλιν ἀπώλεσαν νομισθείσης δὲ τῆς μετὰ τὰς εἰδοὺς ἀποφράδος προήγαγεν ὥσπερ φιλεῖ πορρωτέρω τὸ ἔθος ἡ δεισιδαιμονία καὶ κατέστησεν εἰς τὴν αὐτὴν εὐλάβειαν τήν τε μετὰ νόννας καὶ τὴν μετὰ καλάνδας· ἢ τοῦτο μὲν ἔχει πολλὰς ἀλογίας; ἄλλῃ τε γὰρ ἡμέρᾳ τὴν μάχην ἡττήθησαν, ἣν Ἀλλιάδα διὰ τὸν ποταμὸν καλοῦντες ἀφοσιοῦνται, καὶ πολλῶν ἀποφράδων οὐσῶν οὐκ ἐν παντὶ μηνὶ τὰς ὁμωνύμους παραφυλάττουσιν, ἀλλʼ ἑκάστην ἐν ᾧ συνέτυχε· τό τε ταῖς μετὰ νόννας καὶ καλάνδας ἁπλῶς ἁπάσαις προστρίψασθαι τὴν δεισιδαιμονίαν ἀπιθανώτατον. ὅρα δὴ μή, καθάπερ τῶν μηνῶν τὸν μὲν πρῶτον ὀλυμπίοις θεοῖς ἱέρωσαν, τὸν δὲ δεύτερον χθονίοις ἐν ᾧ καὶ καθαρμούς τινας τελοῦσι καὶ τοῖς κατοιχομένοις ἐναγίζουσιν, οὕτω καὶ τῶν ἡμερῶν τὰς μὲν οἷον ἀρχὰς καὶ κυρίας ὥσπερ εἴρηται τρεῖς οὔσας ἑορτασίμους καὶ ἱερὰς ἔθεντο, τὰς δʼ ἐφεξῆς δαίμοσι καὶ φθιτοῖς ἐπιφημίσαντες ἀποφράδας καὶ ἀπράκτους ἐνόμισαν. καὶ γὰρ Ἕλληνες ἐν τῇ νουμηνίᾳ τοὺς θεοὺς σεβόμενοι, τὴν δευτέραν ἥρωσι καὶ δαίμοσιν ἀποδεδώκασι καὶ τῶν κρατήρων ὁ δεύτερος ἥρωσιν ἐπικίρναται καὶ ἡρωίσι. καὶ ὅλως ἀριθμός τις ὁ χρόνος, ἀριθμοῦ δὲ θεῖον ἡ ἀρχή· μονὰς γάρ ἐστιν. ἡ δὲ μετʼ αὐτὴν δυὰς ἀντίπαλος τῇ ἀρχῇ καὶ ἀρτίων πρώτη. τὸ δʼ ἄρτιον ἐνδεὲς καὶ ἀτελὲς καὶ ἀόριστον, ὥσπερ αὖ τὸ περιττὸν ὥρισται καὶ περαίνει καὶ τέλειόν ἐστι. διὸ καὶ νόνναι μὲν ἐπιβάλλουσι διὰ πέμπτης καλάνδαις, νόνναις δʼ εἰδοὶ διʼ ἐνάτης. ὁρίζουσι γὰρ οἱ περισσοὶ τὰς ἀρχάς· οἱ δὲ μετὰ τὰς ἀρχὰς ἄρτιοι ὄντες οὐκ ἔχουσι τάξιν οὐδὲ δύναμιν, ὅθεν οὐκ ἄρχονται πράξεως οὐδʼ ἀποδημίας ἐν ταύταις. ἢ καὶ τὸ τοῦ Θεμιστοκλέους ἔχει λόγον, ἐρίσαι ποτὲ τὴν ὑστεραίαν πρὸς τὴν ἑορτήν, ἐκείνης μὲν ἀσχολίαν καὶ κόπον ἐχούσης πολύν, αὐτὴ δὲ παρέχουσα μετὰ σχολῆς καὶ ἡσυχίας ἀπολαῦσαι τῶν παρεσκευασμένων πρὸς τὴν ἑορτήν· ἀποκρίνασθαι δὲ πρὸς ταῦτα τὴν ἑορτὴν ἀληθῆ λέγεις, ἀλλʼ ἐμοῦ μὴ γενομένης οὐδʼ ἂν σὺ ἦς; ταῦτα δʼ ὁ Θεμιστοκλῆς πρὸς τοὺς αὖθις ἔλεγε στρατηγοὺς τῶν Ἀθηναίων ὡς οὐκ ἂν οὐδαμοῦ φανέντας, εἰ μὴ τὴν πόλιν αὐτὸς ἔσῳσεν. ἐπεὶ τοίνυν πᾶσα μὲν ἀξία σπουδῆς ἀποδημία καὶ πρᾶξις οἰκονομίας δεῖται καὶ παρασκευῆς, Ῥωμαῖοι δὲ τὸ παλαιὸν ἐν ταῖς ἑορταῖς οὐδὲν ᾠκονόμουν οὐδʼ ἐφρόντιζον ἀλλʼ ἢ περὶ τοὺς θεοὺς ἠσχολοῦντο καὶ τοῦτʼ ἔπραττον, ὥσπερ ἔτι νῦν προκηρύττουσιν οἱ ἱερεῖς ἐπὶ τὰς θυσίας βαδίζοντες, εἰκότως εὐθὺς οὐκ ἐξεδήμουν μετὰ τὰς ἑορτὰς οὐδʼ ἔπραττον (ἀπαράσκευοι γὰρ ἦσαν), ἀλλʼ ἐκφροντίζοντες οἴκοι καὶ παρασκευαζόμενοι τὴν ἡμέραν ἐκείνην διετέλουν. ἢ καθάπερ ἔτι νῦν προσευξάμενοι καὶ προσκυνήσαντες ἐν τοῖς ἱεροῖς ἐπιμένειν καὶ καθίζειν εἰώθασιν, οὕτως οὐκ εὐθὺς ἐπέβαλλον ταῖς ἱεραῖς ἡμέραις τὰς ἐνεργούς, ἀλλʼ ἐποίουν τι διάλειμμα καὶ διάστημα, πολλὰ τῶν πραγμάτων δυσχερῆ καὶ ἀβούλητα φερόντων;

Question 25. Why do they determine that the days after the Kalends, Nones, and Ides are unfit to travel or go a long journey in?

Solution. Was it (as most men think, and Livy tells us) because on the next day after the Ides of Quintilis (which they now call July), the tribunes of the soldiery marching forth, the army was conquered by the Gauls in a battle about the river Allia and lost the city, whereupon this day was reckoned unlucky; and superstition (as it loves to do) extended this observation further, and subjected the next days after the Nones and Kalends to the same scrupulosity? Or what if this notion meet with much contradiction? For it was on another day they were defeated in battle, which they call Alliensis (from the river) and greatly abominate as unsuccessful; and whereas there be many unlucky days, they do not observe them in all the months alike, but every one in the month it happens in, and it is most improbable that all the next days after the Nones and Kalends simply considered should contract this superstition. Consider now whether—as they consecrated the first of the months to the Olympic Gods, and the second to the infernals, wherein they solemnize some purifications and funeral rites to the ghosts of the deceased— they have so constituted the three which have been spoken of, as it were, the chief and principal days for festival and holy days, designating the next following these to daemons and deceased persons, which days they esteemed unfortunate and unfit for action. And also the Grecians, worshipping their Gods at the new of the moon, dedicated the next day to heroes and daemons, and the second of the cups was mingled on the behalf of the male and female heroes. Moreover, time is altogether a number; and unity, which is the foundation of a number, is of a divine nature. The number next is two, opposite to the first, and is the first of even numbers. But an even number is defective, imperfect, and indefinite; as again an odd number is determinate, definite, and complete. Therefore the Nones succeed the Kalends on the fifth day, the Ides follow the Nones on the ninth, for odd numbers do determine the beginnings. But those even numbers which are next after the beginnings have not that pre-eminence nor influence; hence on such days they take not any actions or journey in hand. Wherefore that of Themistocles hath reason in it. The Day after the feast contended with the Feast-day, saying that the Feast-day had much labor and toil, but she (the Day after the feast) afforded the fruition of the provision made for the Feast-day, with much leisure and quietness. The Feast-day answered after this wise: Thou speakest truth; but if I had not been, neither hadst thou been. These things spake Themistocles to the Athenian officers of the army, who succeeded him, signifying that they could never have made any figure in the world had not he saved the city.

Since therefore every action and journey worth our diligent management requires necessary provision and preparation, but the Romans of old made no family provision on feast-days, nor were careful for any thing but that they might attend divine service,—and this they did with all their might, as even now the priests enjoin them in their proclamations when they proceed to the sacrifices,— in like manner they did not rush presently after their festival solemnities upon a journey or any enterprise (because they were unprovided), but finished that day in contriving domestic affairs and fitting themselves for the intended occasion abroad. And as even at this day, after they have said their prayers and finished their devotion, they are wont to stay and sit still in the temples, so they did not join working days immediately to holy days, but made some interval and distance between them, secular affairs bringing many troubles and distractions along with them.

διὰ τί λευκὰ φοροῦσιν ἐν τοῖς πένθεσιν αἱ γυναῖκες ἱμάτια καὶ λευκοὺς κεκρυφάλους; πότερον ὡς τοὺς μάγους φασὶν πρὸς τὸν ᾍδην καὶ τὸ σκότος ἀντιταττομένους, τῷ δὲ φωτεινῷ καὶ λαμπρῷ συνεξομοιοῦντας ἑαυτοὺς τοῦτο ποιεῖν· ἤ, καθάπερ τὸ σῶμα τοῦ τεθνηκότος ἀμφιεννύουσι λευκοῖς, καὶ τοὺς προσήκοντας ἀξιοῦσι; τὸ δὲ σῶμα κοσμοῦσιν οὕτως, ἐπεὶ μὴ δύνανται τὴν ψυχήν· βούλονται δʼ ἐκείνην λαμπρὰν καὶ καθαρὰν προπέμπειν, ὡς ἀφειμένην ἤδη καὶ διηγωνισμένην μέγαν ἀγῶνα καὶ ποικίλον. ἢ τὸ μὲν λιτὸν ἐν τούτοις μάλιστα καὶ τὸ ἁπλοῦν πρέπει; τῶν δὲ βαπτῶν τὰ μὲν καὶ πολυτέλειαν ἐμφαίνει τὰ δὲ περιεργίαν οὐ γὰρ ἧττον ἔστι πρὸς τὸ μέλαν ἢ τὸ ἁλουργὸν εἰπεῖν δολερὰ μὲν τὰ εἵματα, δολερὰ δὲ τὰ χρώματα τὸ δʼ αὐτόχρουν μέλαν οὐχ ὑπὸ τέχνης ἀλλὰ φύσει βαπτόν ἐστι, καὶ μεμιγμένον τῷ σκιώδει κεκράτηται. μόνον οὖν τὸ λευκὸν εἰλικρινὲς καὶ ἀμιγὲς καὶ ἀμίαντόν ἐστι βαφῇ καὶ ἀμίμητον· οἰκειότατον οὖν τοῖς θαπτομένοις. καὶ γὰρ ὁ τεθνηκὼς ἁπλοῦν τι γέγονε καὶ ἀμιγὲς καὶ καθαρὸν ἀτεχνῶς οὐδὲν ἀλλʼ ἢ φαρμάκου δευσοποιοῦ τοῦ σώματος ἀπηλλαγμένος. ἐν δʼ Ἄργει λευκὰ φοροῦσιν ἐν τοῖς πένθεσιν, ὡς Σωκράτης φησίν, ὑδατόκλυστα.

Question 26. Why do women wear for mourning white mantles and white kerchiefs?

Solution. What if they do this in conformity to the Magi, who, as they say, standing in defiance of death and darkness, do fortify themselves with bright and splendid robes? Or, as the dead corpse is wrapped in white, so do they judge it meet that the relations should be conformable thereto? For they beautify the body so, since they cannot the soul; wherefore they wish to follow it as having gone before, pure and white, being dismissed after it hath fought a great and various warfare. Or is it that what is very mean and plain is most becoming in these things? For garments dyed of a color argue either luxury or vanity. Neither may we say less of black than of sea-green or purple, Verily garments are deceitful, and so are colors. And a thing that is naturally black is not dyed by art but by nature, and is blended with an intermixed shade. It is white only therefore that is sincere, unmixed, free from the impurity of a dye, and inimitable; therefore most proper to those that are buried. For one that is dead is become simple, unmixed, and pure, freed from the body no otherwise than from a tingeing poison. In Argos they wear white in mourning, as Socrates saith, vestments rinsed in water.

People and places in this passage

English translation by Isaac Chauncy (1874). Original text: William W. Goodwin (ed.), Plutarch's Morals, translated from the Greek by several hands, vol. 2, Boston: Little, Brown and Company; Cambridge: Press of John Wilson and Son, 1874 (Greek text: Gregorius N. Bernardakis, Plutarchi Chaeronensis Moralia, vol. 2, Leipzig: Teubner, 1889, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.