Plutarch · On the E at Delphi Περὶ τοῦ ΕΙ τοῦ ἐν Δελφοῖς

Plutarch, On the E at Delphi 17–21: Ammonius: EI, 'thou art', the god's being, time and eternity

Ammonius, pleased with these speeches, answers that the septenary is Apollo's own number, and he proposes that EI is no number but the worshipper's reply to the god's greeting 'Know thyself': EI, 'thou art'. He argues that human nature, between generation and corruption, never truly is, and that the god alone exists in an eternal 'now' without past or future. He asks those who identify Apollo with the Sun to honour the Sun as an image of the god and to reject tales of the god's destruction of the world in fire.

Sections 17–21 · 1863 words · click a number to copy its link

ὁ δʼ Ἀμμώνιος, ἅτε δὴ καὶ αὐτὸς οὐ τὸ φαυλότατον ἐν μαθηματικῇ φιλοσοφίας τιθέμενος, ἥσθη τε τοῖς λεγομένοις καὶ εἶπεν οὐκ ἄξιον πρὸς ταῦτα λίαν ἀκριβῶς ἀντιλέγειν τοῖς νέοις, πλὴν ὅτι τῶν ἀριθμῶν ἕκαστος οὐκ ὀλίγα βουλομένοις ἐπαινεῖν καὶ ὑμνεῖν παρέξει. καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν; ἡ γὰρ ἱερὰ τοῦ Ἀπόλλωνος ἑβδομὰς ἀναλώσει τὴν ἡμέραν πρότερον ἢ λόγῳ τὰς δυνάμεις αὐτῆς ἁπάσας ἐπεξελθεῖν. εἶτα τῷ κοινῷ νόμῳ πολεμοῦντας ἅμα καὶ τῷ πολλῷ χρόνῳ τοὺς σοφοὺς ἀποφανοῦμεν ἄνδρας, εἰ τὴν ἑβδομάδα τῆς προεδρίας παρώσαντες τῷ θεῷ τὴν πεμπάδα καθιέρωσαν ὡς μᾶλλόν τι προσήκουσαν. οὔτʼ οὖν ἀριθμὸν οὔτε τάξιν οὔτε σύνδεσμον οὔτʼ ἄλλο τῶν ἐλλιπῶν μορίων οὐδὲν οἶμαι τὸ γράμμα σημαίνειν· ἀλλʼ ἔστιν αὐτοτελὴς τοῦ θεοῦ προσαγόρευσις καὶ προσφώνησις, ἅμα τῷ ῥήματι τὸν φθεγγόμενον εἰς ἔννοιαν καθιστᾶσα τῆς τοῦ θεοῦ δυνάμεως. ὁ μὲν γὰρ θεὸς ἕκαστον ἡμῶν ἐνταῦθα προσιόντα οἷον ἀσπαζόμενος προσαγορεύει τὸ γνῶθι σαυτόν, ὃ δὴ τοῦ χαῖρε οὐδὲν μεῖόν ἐστιν. ἡμεῖς δὲ πάλιν ἀμειβόμενοι τὸν θεὸν εἶ φαμέν, ὡς ἀληθῆ καὶ ἀψευδῆ καὶ μόνην μόνῳ προσήκουσαν τὴν τοῦ εἶναι προσαγόρευσιν ἀποδιδόντες.

But Ammonius, who had himself also bestowed not the worst part of his time in mathematical philosophy, was delighted with what had been spoken, and said: It is not meet too eagerly to oppose these young men about these things, except by saying that every one of the numbers will afford you, if you desire to praise it, no small subject of commendations. And what need is there to speak of others? For the septener, sacred to Apollo, will take up a day’s time, before one can in words run through all its powers. We shall therefore pronounce, that the Sages do at once contest both against common law and a long series of time, if, throwing the septenary out of its seat, they consecrate the quinary to the God, as being more suitable to him. I am therefore of opinion, that this syllable signifies neither number, order, nor connection, nor any other of the deficient parts, but is a self-perfect appellation and salutation of the God, which brings the speaker to the conception of the power of the God at the very moment of uttering it. For the God in a manner calls upon every one of us who comes hither, with this salutation, Know thyself, which is nothing inferior to All hail. And we again, answering the God, say to him Εἶ, thou art; attributing to him the true, unfeigned, and sole appellation of being, as agreeing to him alone.

Ἡμῖν μὲν γὰρ ὄντως τοῦ εἶναι μέτεστιν οὐδέν, ἀλλὰ πᾶσα θνητὴ φύσις ἐν μέσῳ γενέσεως καὶ φθορᾶς γενομένη φάσμα παρέχει καὶ δόκησιν ἀμυδρὰν καὶ ἀβέβαιον αὑτῆς· ἂν δὲ τὴν διάνοιαν ἐπερείσῃς λαβέσθαι βουλόμενος, ὥσπερ ἡ σφοδρὰ περίδραξις ὕδατος τῷ πιέζειν εἰς ταὐτὸ καὶ συνάγειν διαρρέον ἀπόλλυσι τὸ περιλαμβανόμενον, οὕτω τῶν παθητῶν καὶ μεταβλητῶν ἑκάστου τὴν ἄγαν ἐνάργειαν ὁ λόγος διώκων ἀποσφάλλεται τῇ μὲν εἰς τὸ γιγνόμενον αὐτοῦ τῇ δʼ εἰς τὸ φθειρόμενον, οὐδενὸς λαβέσθαι μένοντος οὐδʼ ὄντος ὄντως δυνάμενος. ποταμῷ γὰρ οὐκ ἔστιν ἐμβῆναι δὶς τῷ αὐτῷ καθʼ Ἡράκλειτον οὐδὲ θνητῆς οὐσίας δὶς ἅψασθαι κατὰ ἕξιν ἀλλʼ ὀξύτητι καὶ τάχει μεταβολῆς σκίδνησι καὶ πάλιν συνάγει, μᾶλλον δʼ οὐδὲ πάλιν οὐδʼ ὕστερον ἀλλʼ ἅμα συνίσταται καὶ ἀπολείπει καὶ πρόσεισι καὶ ἄπεισι, ὅθεν οὐδʼ εἰς τὸ εἶναι περαίνει τὸ γιγνόμενον αὐτῆς τῷ μηδέποτε λήγειν μηδʼ ἵστασθαι τὴν γένεσιν, ἀλλʼ ἀπὸ σπέρματος ἀεὶ μεταβάλλουσαν ἔμβρυον ποιεῖν εἶτα βρέφος εἶτα παῖδα, μειράκιον ἐφεξῆς, νεανίσκον, εἶτʼ ἄνδρα, πρεσβύτην, γέροντα, τὰς πρώτας φθείρουσαν γενέσεις καὶ ἡλικίας; ταῖς ἐπιγιγνομέναις. ἀλλʼ ἡμεῖς ἕνα φοβούμεθα γελοίως θάνατον, ἢδη τοσούτους τεθνηκότες καὶ θνήσκοντες. οὐ γὰρ μόνον, ὡς Ἡράκλειτος ἔλεγε, πυρὸς θάνατος ἀέρι γένεσις, καὶ ἀέρος θάνατος; ὕδατι γένεσις, ἀλλʼ ἔτι σαφέστερον ἐπʼ αὐτῶν ἡμῶν· φθείρεται μὲν μὲν γὰρ ὁ ἀκμάζων γενομένου γέροντος, ἐφθάρη δʼ ὁ νέος εἰς τὸν ἀκμάζοντα, καὶ ὁ παῖς; εἰς τὸν νέον, εἰς δὲ τὸν παῖδα τὸ νήπιον ὃ τʼ ἐχθὲς εἰς τὸν σήμερον τέθνηκεν, ὁ δὲ σήμερον εἰς τὸν αὔριον ἀποθνήσκει; μένει δʼ οὐδεὶς οὐδʼ ἔστιν εἷς, ἀλλὰ γιγνόμεθα πολλοὶ, περὶ ἕν τι φάντασμα καὶ κοινὸν ἐκμαγεῖον ὕλης περιελαυνομένης καὶ ὀλισθανούσης ἐπεὶ πῶς οἱ αὐτοὶ μένοντες ἑτέροις χαίρομεν νῦν, ἑτέροις πρότερον, τἀναντία φιλοῦμεν ἢ μισοῦμεν καὶ θαυμάζομεν καὶ ψέγομεν; ἄλλοις δὲ χρώμεθα λόγοις ἄλλοις πάθεσιν, οὐκ εἶδος οὐ μορφὴν οὐ διάνοιαν ἔτι τὴν αὐτὴν ἔχοντες; οὔτε γὰρ ἄνευ μεταβολῆς ἕτερα πάσχειν. εἰκός, οὔτε μεταβάλλων ὁ αὐτός ἐστιν· εἰ δʼ ὁ αὐτὸς οὐκ ἔστιν, οὐδʼ ἔστιν, ἀλλὰ τοῦτʼ αὐτὸ μεταβάλλει γιγνόμενοσἕτερος ἐξ ἑτέρου. ψεύδεται δʼ ἡ αἴσθησις ἀγνοίᾳ τοῦ ὄντος εἶναι τὸ φαινόμενον.

For we indeed do not at all essentially partake of being; but every mortal nature, being in the midst between generation and corruption, exhibits an appearance, and an obscure and weak opinion of itself. And if you fix your thought, desiring to comprehend it,—as the hard grasping of water, by the pressing and squeezing together that which is fluid, loses that which is held,—so when reason pursues too evident a perception of any one of the things subject to passion and change, it is deceived and led away, partly towards its generation and partly towards its corruption, being able to apprehend nothing either remaining or really subsisting. For we cannot, as Heraclitus says, step twice into the same river, or twice find any perishable substance in the same state; but by the suddenness and swiftness of the change, it disperses and again gathers together, comes and goes. Whence what is generated of it reaches not to the perfection of being, because the generation never ceases nor is at an end; but always changing, of seed it makes an embryo, next an infant, then a child, then a stripling, after that a young man, then a full-grown man, an elderly man, and lastly, a decrepit old man, corrupting the former generations and statues by the latter. But we ridiculously fear one death, having already so often died and still dying. For not only, as Heraclitus said, is the death of fire the generation of air, and the death of air the generation of water; but you may see this more plainly in men themselves; for the full-grown man perishes when the old man comes, as the youth terminated in the full-grown man, the child in the youth, the infant in the child. So yesterday died in to-day, and to-day dies in to-morrow; so that none remains nor is one, but we are generated many, according as matter glides and turns about one phantasm and common mould. For how do we, if we remain the same, delight now in other things than we delighted in before? How do we love, hate, admire, and contemn things contrary to the former? How do we use other words and other passions, not having the same form, figure, or understanding? For neither is it probable we should be thus differently affected without change, neither is he who changes the same. And if he is not the same, neither is he at all; but changing from the same, he changes also his being, being made one from another. But the sense is deceived through the ignorance of being, supposing that to be which appears.

τί οὖν ὄντως ὄν ἐστι; τὸ ἀίδιον καὶ ἀγένητον καὶ ἄφθαρτον, ᾧ χρόνος μεταβολὴν οὐδὲ εἷς, ἐπάγει. κινητὸν γάρ τι καὶ κινουμένῃ συμφανταζόμενον ὕλῃ καὶ ῥέον ἀεὶ καὶ μὴ στέγον, ὥσπερ ἀγγεῖον φθορᾶς καὶ γενέσεως, ὁ χρόνος· οὗ γε δὴ τὸ μὲν ἔπειτα καὶ τὸ πρότερον καὶ τὸ ἔσται λεγόμενον καὶ τὸ γέγονεν, αὐτόθεν ἐξομολόγησίς ἐστι τοῦ μὴ ὄντος· τὸ γὰρ ἐν τῷ εἶναι τὸ μηδέπω γεγονὸς ἢ πεπαυμένον ἤδη τοῦ εἶναι λέγειν ὡς ἔστιν, εὔηθες καὶ ἄτοπον. ᾧ δὲ μάλιστα τὴν νόησιν ἐπερείδοντες τοῦ χρόνου, τὸ ἐνέστηκε καὶ τὸ πάρεστι καὶ τὸ νῦν φθεγγόμεθα, τοῦτʼ αὖ πάλιν ἅπαν ἐκλυόμενος ὁ λόγος ἀπόλλυσιν. ἐκθλίβεται γὰρ εἰς τὸ μέλλον καὶ τὸ παρῳχημένον ὥσπερ ἀκμὴ βουλομένοις ἰδεῖν, ἐξ ἀνάγκης διιστάμενον. εἰ δὲ ταὐτὰ τῷ μετροῦντι πέπονθεν ἡ μετρουμένη φύσις, οὐδὲν αὐτῆς μένον οὐδʼ ὄν ἐστιν, ἀλλὰ γιγνόμενα πάντα καὶ φθειρόμενα κατὰ τὴν πρὸς τὸν χρόνον συννέμησιν. ὅθεν οὐδʼ ὅσιόν ἐστιν οὐδʼ ἐπὶ τοῦ ὄντος λέγειν, ὡς ἦν ἢ ἔσται· ταῦτα γὰρ ἐγκλίσεις τινές εἰσι καὶ μεταβάσεις καὶ παραλλάξεις τοῦ μένειν ἐν τῷ εἶναι μὴ πεφυκότος.

What then is it that has really a being? That which is eternal, unbegotten, and incorruptible, to which no time brings a change. For time is a certain movable thing appearing in connection with fleeting matter, always flowing and unstable, like a leaky vessel full of corruption and generation; of which the sayings after and before, it has been and it shall be, are of themselves a confession that it has no being. For to say that what not yet is or what has already ceased to be is in being, how foolish and absurd is it. And as for that on which we chiefly ground the under standing of time,—saying, the instant, present, and now,— this again reason wholly rejects and overthrows; for it is lost between the future and the past, like a flash of light, and is separated into two when we will behold it. Now if the same thing befalls Nature, which is measured by time, as does the time which measures it, there is nothing in it permanent or subsistent, but all things are either breeding or dying, according to their commixture with time. Whence also it is not lawful to say of any thing which is, that it was or shall be; for these are inclinations and departures and changes of that whose nature is not to continue in being.

ἀλλʼ ἔστιν ὁ θεὸς, χρὴ φάναι, καὶ ἔστι κατʼ οὐδένα χρόνον ἀλλὰ κατὰ τὸν αἰῶνα τὸν ἀκίνητον καὶ ἄχρονον καὶ ἀνέγκλιτον καὶ οὗ πρότερον οὐδέν ἐστιν οὐδʼ ὕστερον οὐδὲ μέλλον οὐδὲ παρῳχημένον οὐδὲ πρεσβύτερον οὐδὲ νεώτερον ἀλλʼ εἷς ὢν ἑνὶ τῷ νῦν τὸ ἀεὶ πεπλήρωκε, καὶ μόνον ἐστὶ τὸ κατὰ τοῦτον ὄντως ὄντως ὄν, οὐ γεγονὸς οὐδʼ ἐσόμενον οὐδʼ ἀρξάμενον οὐδὲ παυσόμενον. οὕτως οὖν αὐτὸν δεῖ σεβομένους ἀσπάζεσθαι καὶ προσαγορεύειν, ἢ καὶ νὴ Δία, ὡς ἔνιοι τῶν παλαιῶν, εἶἕν. οὐ γὰρ πολλὰ τὸ θεῖόν ἐστιν, ὡς ἡμῶν ἕκαστος ἐκ μυρίων διαφορῶν ἐν πάθεσι γιγνομένων, ἄθροισμα παντοδαπὸν καὶ πανηγυρικῶς μεμιγμένον· ἀλλʼ ἓν εἶναι δεῖ τὸ ὄν, ὥσπερ ὂν τὸ ἕν. ἡ δʼ ἑτερότης, διαφορᾷ τοῦ ὄντος, εἰς γένεσιν ἐξίσταται τοῦ μὴ ὄντος. ὅθεν εὖ καὶ τὸ πρῶτον ἔχει τῷ θεῷ τῶν ὀνομάτων καὶ τὸ δεύτερον καὶ τὸ τρίτον. Ἀπόλλων μὲν γὰρ οἷον ἀρνούμενος τὰ πολλὰ καὶ τὸ πλῆθος ἀποφάσκων ἐστίν, Ἰήιος δʼ ὡς εἷς καὶ μόνος· Φοῖβον δὲ δήπου τὸ καθαρὸν καὶ ἁγνὸν οἱ παλαιοὶ πᾶν ὠνόμαζον, ὡς ἔτι Θεσσαλοὶ τοὺς ἱερέας ἐν ταῖς ἀποφράσιν ἡμέραις αὐτοὺς ἐφʼ ἑαυτῶν ἔξω διατρίβοντας, οἶμαι, φοιβονομεῖσθαι λέγουσι. τὸ δʼ ἓν εἰλικρινὲς καὶ καθαρόν· ἑτέρου γὰρ μίξει πρὸς ἕτερον ὁ μιασμός, ὥς που καὶ Ὅμηρος ἐλέφαντα τινὰ φοινισσόμενον βαφῇ μιαίνεσθαι φησί· καὶ τὰ μιγνύμενα τῶν χρωμάτων οἱ βαφεῖς φθείρεσθαι καί φθοράν τὴν μῖξιν ὀνομάζουσιν. οὐκοῦν ἕν τʼ εἶναι καὶ ἄκρατον ἀεὶ τῷ ἀφθάρτῳ καὶ καθαρῷ προσήκει.

But God, we must say, is, and he is not in any time, but in eternity, which is immovable without time, and free from inclination, in which there is nothing first, or last, or newer; but being one, it has filled its eternal duration with one only now; and that only is which is really according to this, of which it cannot be said, that it either was or shall be, or that it begins or shall end. Thus ought those who worship to salute and invocate this Eternal Being, or else indeed, as some of the ancients have done, with this expression Εἶ ἴν, Thou art one. For the Divinity is not many, as every one of us is made of ten thousand differences in affections, being a confused heap, filled with all diversities. But that which is must be one, as one must have a being. But diversity, which is esteemed to be different from being, goes forth to the generation of that which is not. Whence both the first of his names agrees rightly with this God, as do also the second and third. For he is called Apollo, as denying plurality and rejecting multitude; and Ieïos, as being only one; and Phoebus was the name given by the ancients to every thing that is pure and chaste; as the Thessalians even to this day, if I am not mistaken, say of their priests, when on vacant days they abstain from the temples and keep themselves retired, that they purify themselves (φοιβονομεῖσθαι). Now that which is one is sincere and pure. For pollution is by the mixture of one thing with another; as Homer, speaking of a piece of ivory dyed red, said it was polluted by the dye, and dyers say of mixed colors that they are corrupted, and call the mixture itself corruption. It is therefore always requisite for that which is incorruptible and pure to be one and unmixed.

τοὺς δʼ Ἀπόλλωνα καὶ ἥλιον ἡγουμένους τὸν αὐτὸν ἀσπάζεσθαι μὲν ἄξιόν ἐστι καὶ φιλεῖν διʼ εὐφημίαν, ὃ μάλιστα τιμῶσιν ὧν ἴσασι καὶ ποθοῦσιν, εἰς τοῦτο τιθέντας τοῦ θεοῦ τὴν ἐπίνοιαν. ὡς δὲ νῦν ἐν τῷ καλλίστῳ τῶν ἐνυπνίων τὸν θεὸν ὀνειροπολοῦντας ἐγείρωμεν καὶ παρακαλῶμεν ἀνωτέρω προάγειν καὶ θεάσασθαι τὸ ὕπαρ αὐτοῦ καὶ τὴν οὐσίαν· τιμᾶν δὲ καὶ τὴν εἰκόνα τήνδε καὶ σέβεσθαι τὸ περὶ αὐτὴν γόνιμον, ὡς ἀνυστόν ἐστιν αἰσθητῷ νοητοῦ καὶ φερομένῳ μένοντος, ἐμφάσεις τινὰς καὶ εἴδωλα διαλάμπουσαν ἁμωσγέπως τῆς περὶ ἐκεῖνον εὐμενείας καὶ μακαριότητος. ἐκστάσεις δʼ αὐτοῦ καὶ μεταβολὰς πῦρ ἀφιέντος, αἳ αὐτὸν ἀνασπῶσιν ὡς λέγουσιν, αὖθις τε καταθλίβοντος ἐνταῦθα καὶ κατατείνοντος εἰς γῆν καὶ θάλασσαν καὶ ἀνέμους καὶ ζῷα, καὶ τὰ δεινὰ παθήματα καὶ ζῴων καὶ φυτῶν, οὐδʼ ἀκούειν ὅσιον ἢ τοῦ ποιητικοῦ παιδὸς ἔσται φαυλότερος, ἣν ἐκεῖνος ἔν τινι ψαμάθῳ συντιθεμένῃ καὶ διαχεομένῃ πάλιν ὑφʼ αὑτοῦ παίζει παιδιάν, ταύτῃ περὶ τὰ ὅλα χρώμενος ἀεί, καὶ τὸν κόσμον οὐκ ὄντα πλάττων εἶτʼ ἀπολλύων γενόμενον. τοὐναντίον γὰρ ὅσου ἁμωσγέπως ἐγγέγονε τῷ κόσμῳ, τοῦτο συνδεῖ τὴν οὐσίαν καὶ κρατεῖ τῆς περὶ τὸ σωματικὸν ἀσθενείας ἐπὶ φθορὰν φερομένης. καί μοι δοκεῖ μάλιστα πρὸς τοῦτον τὸν λόγον ἀντιταττόμενον τὸ ῥῆμα καὶ μαρτυρόμενον εἶ φάναι πρὸς τὸν θεόν, ὡς οὐδέποτε γιγνομένης περὶ αὐτὸν ἐκστάσεως καὶ μεταβολῆς, ἀλλʼ ἑτέρῳ τινὶ θεῷ, μᾶλλον δὲ δαίμονι τεταγμένῳ περὶ τὴν ἐν φθορᾷ καὶ γενέσει φύσιν, τοῦτο ποιεῖν καὶ πάσχειν προσῆκον· ὡς δῆλόν ἐστιν ἀπὸ τῶν ὀνομάτων εὐθὺς οἷον ἐναντίων ὄντων καὶ ἀντιφώνων. λέγεται γὰρ ὁ μὲν Ἀπόλλων ὁ δὲ Πλούτων, καὶ ὁ μὲν Δήλιος ὁ δʼ Ἀιδωνεύς, καὶ ὁ μὲν Φοῖβος ὁ δὲ Σκότιος· καὶ παρʼ ᾧ μὲν αἱ Μοῦσαι καὶ ἡ Μνημοσύνη, παρʼ ᾧ δʼ ἡ Λήθη καὶ ἡ Σιωπή· καὶ ὁ μὲν Θεώριος καὶ Φαναῖος, ὁ δὲ νυκτὸς ἀιδνᾶς ἀεργηλοῖὸ θʼ Ὕπνου κοίρανος· καὶ ὁ μὲν βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων πρὸς ὃν δὲ Πίνδαρος εἴρηκεν οὐκ ἀηδῶς κατεκρίθη δὲ θνατοῖς ἀγανώτατος ἔμμεν. εἰκότως οὖν ὁ Εὐριπίδης, εἶπε λοιβαὶ νεκύων φθιμένων / ἀοιδαί, τὰς χρυσοκόμα / Ἀπόλλων οὐκ ἐνδέχεται. / καὶ πρότερος ἔτι τούτου ὁ Στησίχορος, μάλα τοι μάλιστα / παιγμοσύνας τε φιλεῖ μολπὰς τʼ Ἀπόλλων, / κάδεα δὲ στοναχάς τʼ Ἀίδας ἔλαχε. / Σοφοκλῆς δὲ καὶ τῶν ὀργάνων ἑκατέρῳ προσνέμων ἑκάτερον δῆλός ἐστι διὰ τούτων, οὐ νάβλα κωκυτοῖσιν οὐ λύρα φίλα καὶ γὰρ ὁ αὐλὸς ὀψὲ καὶ πρῴην ἐτόλμησε φωνὴν ἐφʼ ἱμερτοῖσιν ἀφιέναι· τὸν δὲ πρῶτον χρόνον εἵλκετο πρὸς τὰ πένθη, καὶ τὴν περὶ ταῦτα λειτουργίαν οὐ μάλʼ ἔντιμον οὐδὲ φαιδρὰν εἶχεν, εἶτʼ ἐμίχθη πάντα πᾶσι. μάλιστα δὲ τὰ θεῖα πρὸς τὰ δαιμόνια συγχέοντες εἰς ταραχὴν αὑτοὺς κατέστησαν. ἀλλά γε τῷ Ε τὸ γνῶθι σαυτόν ἔοικέ πως ἀντικεῖσθαι καὶ τρόπον τινὰ πάλιν συνᾴδειν· τὸ μὲν γὰρ ἐκπλήξει καὶ σεβασμῷ πρὸς τὸν θεὸν ὡς ὄντα διὰ παντὸς ἀναπεφώνηται, τὸ δʼ ὑπόμνησίς ἐστι τῷ θνητῷ τῆς περὶ αὐτὸν φύσεως καὶ ἀσθενείας.

Now, as for those who think Apollo and the Sun to be the same, they are to be caressed and loved for their ingenuity, as placing the notion of God in that which they most reverence, of all things that they know and desire. And now, as if they were dreaming of God the most glorious dream, let us stir up and exhort them to ascend higher, and to contemplate his reality and his essence; but to honor also this his image (the Sun), and to venerate that generative faculty he has placed in it, since it exhibits in some sort by its brightness—as far as it is possible for a sensible thing to represent an intellectual, and a movable thing that which is permanent—certain manifestations and resemblances of his benignity and blessedness. But as for those his sallyings out and changes, when he casts forth fire, […] and when he again draws himself in, afterwards extending himself into the earth, sea, winds, animals, and strange accidents both of animals and plants, they cannot so much as be hearkened to without impiety; or else God will be worse than the child in the poet,—who made himself sport with a heap of sand, first raised and then again scattered abroad by himself,—if he shall do the same in respect of the universe, first framing the world when it was not, and then destroying it when made. On the contrary, whatsoever of him is in any sort infused into the world, that binds together its substance, and restrains the corporeal weakness which tends to corruption. And it seems to me that this word is chiefly opposed to that doctrine, and that Εἶ, Thou art, is spoken to this God, as testifying that there is never in him any going forth or change. But to do and suffer this agrees to one of the other Gods, or rather Daemons, ordained to take care about Nature in generation and corruption; as is immediately manifest from their names, being wholly contrary and of different significations. For the one is called Apollo (or not many), the other Pluto (or many); the one Delius (from clearness), the other Aidoneus (from obscurity); the one Phoebus (or shining), the other Scotius (or dark); with the one are the Muses and Mnemosyne (or song and memory) with the other Lethe and Siope (or forgetfulness and silence). The one is (from contemplating and showing) named Theorius and Phanaeus; the other is Prince of dark night and sluggish sleep, whose fate / Is that men him most of all Gods do hate. / Of Apollo also Pindar not unpleasantly sung, that he The gentlest of all Gods to mortals is declared. And therefore Euripides rightly also said: These mournful songs suit well with men deceased, / With which gold-haired Apollo’s no way pleased. / And before him Stesichorus: Apollo joys in sports and pleasant tones; / But Pluto takes delight in griefs and moans. / Sophocles also evidently attributes to either of them his proper instruments, in these words: Neither the lute nor psaltery is fit / For mournful matters. / For it is but very lately, and in a manner of yesterday, that the pipe has dared to introduce itself into delightful matters; having in former times drawn men to mourning, and possessing about these things no very honorable or splendid employment. But afterwards all was brought into confusion, which was due especially to those who confounded the affairs of the Gods with those of the Genii.

But the sentence, Know thyself, seems in one respect to contradict this word EI, and in another to agree with it. For the one is pronounced with admiration and veneration to God, as being eternal; and the other is a remembrance to mortal men of their nature and infirmity.

People and places in this passage

English translation by R. Kippax (1874). Original text: William W. Goodwin (ed.), Plutarch's Morals, translated from the Greek by several hands, vol. 4, Boston: Little, Brown and Company; Cambridge: Press of John Wilson and Son, 1874 (Greek text: Gregorius N. Bernardakis, Plutarchi Chaeronensis Moralia, vol. 3, Leipzig: Teubner, 1891, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.