ἐπεὶ δὲ Κόνων καὶ Φαρνάβαζος τῷ βασιλέως ναυτικῷ θαλαττοκρατοῦντες ἐπόρθουν τὰ παράλια τῆς Λακωνικῆς, ἐτειχίσθη δὲ καὶ τὸ ἄστυ τῶν Ἀθηναίων Φαρναβάζου χρήματα δόντος, ἔδοξε τοῖς Λακεδαιμονίοις εἰρήνην ποιεῖσθαι πρὸς βασιλέα· καὶ πέμπουσιν Ἀνταλκίδαν πρὸς Τιρίβαζον, αἴσχιστα καὶ παρανομώτατα τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας, ὑπὲρ ὧν ἐπολέμησεν Ἀγησίλαος, βασιλεῖ παραδιδόντες.
When Conon and Pharnabazus with the Great King’s fleet were masters of the sea and were ravaging the coasts of Laconia, and after the walls of Athens had been rebuilt with the money which Pharnabazus furnished, the Lacedaemonians decided to make peace with the king of Persia. To that end, they sent Antalcidas to Tiribazus, and in the most shameful and lawless fashion handed over to the King the Greeks resident in Asia, in whose behalf Agesilaüs had waged war. Agesilaüs, therefore, could have had no part at all in this infamy.
ὅθεν ἥκιστα συνέβη τῆς κακοδοξίας ταύτης Ἀγησιλάῳ μετασχεῖν. ὁ γὰρ Ἀνταλκίδας ἐχθρὸς ἦν αὐτῷ, καὶ τὴν εἰρήνην ἐξ ἅπαντος ἔπραττεν ὡς τοῦ πολέμου τὸν Ἀγησίλαον αὔξοντος καὶ ποιοῦντος ἐνδοξότατον καὶ μέγιστον. οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸν εἰπόντα τοὺς Λακεδαιμονίους μηδίζειν ὁ Ἀγησίλαος ἀπεκρίνατο μᾶλλον τοὺς Μήδους λακωνίζειν.
For Antalcidas was his enemy, and put forth all his efforts to make the peace because he saw that the war enhanced to the utmost the reputation and power of Agesilaüs. Notwithstanding this, to one who remarked that the Lacedaemonians were favouring the Medes, Agesilaüs replied that the Medes were the rather favouring the Lacedaemonians.
τοῖς δὲ μὴ βουλομένοις δέχεσθαι τὴν εἰρήνην ἀπειλῶν καὶ καταγγέλλων πόλεμον ἠνάγκασεν ἐμμένειν ἅπαντας οἷς ὁ Πέρσης ἐδικαίωσε, μάλιστα διὰ τοὺς Θηβαίους, ὅπως αὐτόνομον τὴν Βοιωτίαν ἀφέντες ἀσθενέστεροι γένωνται. δῆλον δὲ τοῦτο τοῖς ὕστερον ἐποίησεν, ἐπεὶ γὰρ Φοιβίδας ἔργον εἰργάσατο δεινὸν ἐν σπονδαῖς καὶ εἰρήνῃ τὴν Καδμείαν καταλαβών, καὶ πάντες μὲν ἠγανάκτουν οἱ Ἕλληνες, χαλεπῶς δὲ ἔφερον οἱ Σπαρτιᾶται,
Moreover, by threatening with war the Greeks who were unwilling to accept the peace, he forced them all to abide by the terms which the Persian dictated, more especially on account of the Thebans, his object being to make them weaker by leaving Boeotia independent of Thebes. This he made clear by his subsequent behaviour. For when Phoebidas committed the foul deed of seizing the Cadmeia in a time of perfect peace, and all the Greeks were indignant and the Spartans displeased at the act,
καὶ μάλιστα οἱ διαφερόμενοι τῷ Ἀγησιλάῳ μετʼ ὀργῆς ἐπυνθάνοντο τοῦ Φοιβίδου τίνος ταῦτα κελεύσαντος ἔπραξεν, εἰς ἐκεῖνον τὴν ὑπόνοιαν τρέποντες, οὐκ ὤκνησε τῷ Φοιβίδᾳ βοηθῶν λέγειν ἀναφανδὸν ὅτι δεῖ τὴν πρᾶξιν αὐτήν, εἴ τι χρήσιμον ἔχει, σκοπεῖν· τὰ γὰρ συμφέροντα τῇ Λακεδαίμονι καλῶς ἔχειν αὐτοματίζεσθαι, κἂν μηδεὶς κελεύσῃ.
and when especially those who were at variance with Agesilaüs angrily asked Phoebidas by whose command he had done this thing, thereby turning suspicion upon Agesilaüs, he did not scruple to come to the help of Phoebidas, and to say openly that they must consider whether the act itself was serviceable or not; for that which was advantageous to Sparta might well be done independently, even if no one ordered it.
καίτοι τῷ λόγῳ πανταχοῦ τὴν δικαιοσύνην ἀπέφαινε πρωτεύειν τῶν ἀρετῶν· ἀνδρείας μὲν γὰρ οὐδὲν ὄφελος εἶναι, μὴ παρούσης δικαιοσύνης, εἰ δὲ δίκαιοι πάντες γένοιντο, μηδὲν ἀνδρείας δεήσεσθαι. πρὸς δὲ τοὺς λέγοντας ὅτι ταῦτα δοκεῖ τῷ μεγάλῳ βασιλεῖ, τί δʼ ἐκεῖνος ἐμοῦ, εἶπε, μείζων, εἰ μὴ καὶ δικαιότερος; ὀρθῶς καὶ καλῶς οἰόμενος δεῖν τῷ δικαίῳ καθάπερ μέτρῳ βασιλικῷ μετρεῖσθαι τὴν ὑπεροχὴν τοῦ μείζονος.
And yet in his discourse he was always declaring that justice was the first of the virtues; for valour was of no use unless justice attended it, and if all men should be just, there would be no need of valour. And to those who said, This is the pleasure of the Great King, he would say, How is he greater than I unless he is also more just?, rightly and nobly thinking that justice must be the royal measure wherewith relative greatness is measured.
ἣν δὲ τῆς εἰρήνης γενομένης ἔπεμψεν αὐτῷ περὶ ξενίας καὶ φιλίας ἐπιστολὴν ὁ βασιλεύς, οὐκ ἔλαβεν, εἰπὼν ἐξαρκεῖν τὴν κοινὴν φιλίαν, καὶ μηδὲν ἰδίας δεήσεσθαι μενούσης ἐκείνης, ἐν δὲ τοῖς ἔργοις οὐκέτι ταύτην διαφυλάττων τὴν δόξαν, ἀλλὰ τῇ φιλοτιμίᾳ καὶ τῇ φιλονεικίᾳ πολλαχοῦ συνεκφερόμενος, καὶ μάλιστα τῇ πρὸς Θηβαίους,
And when, after the peace was concluded, the Great King sent him a letter proposing guest-friendship, he would not accept it, saying that the public friendship was enough, and that while that lasted there would be no need of a private one. Yet in his acts he no longer observed these opinions, but was often carried away by ambition and contentiousness, and particularly in his treatment of the Thebans.
οὐ μόνον ἔσωσε τὸν Φοιβίδαν, ἀλλὰ καὶ τὴν πόλιν ἔπεισεν εἰς αὑτὴν ἀναδέξασθαι τὸ ἀδίκημα καὶ κατέχειν τὴν Καδμείαν διʼ ἑαυτῆς, τῶν δὲ πραγμάτων καὶ τῆς πολιτείας Ἀρχίαν καὶ Λεοντίδαν ἀποδεῖξαι κυρίους, διʼ ὧν ὁ Φοιβίδας εἰσῆλθε καὶ κατέλαβε τὴν ἀκρόπολιν.
For he not only rescued Phoebidas from punishment, but actually persuaded Sparta to assume responsibility for his iniquity and occupy the Cadmeia on its own account, besides putting the administration of Thebes into the hands of Archias and Leontidas, by whose aid Phoebidas had entered and seized the acropolis.
ἦν μὲν οὖν εὐθὺς ἐκ τούτων ὑπόνοια Φοιβίδου μὲν ἔργον εἶναι, βούλευμα δὲ Ἀγησιλάου τὸ πεπραγμένον· αἱ δὲ ὕστερον πράξεις ὁμολογουμένην ἐποίησαν τὴν αἰτίαν. ὡς γὰρ ἐξέβαλον οἱ Θηβαῖοι τὴν φρουρὰν καί τὴν πόλιν ἠλευθέρωσαν, ἐγκαλῶν αὐτοῖς ὅτι τὸν Ἀρχίαν καὶ τὸν Λεοντίδαν ἀπεκτόνεσαν, ἔργῳ μὲν τυράννους, λόγῳ δὲ πολεμάρχους ὄντας, ἐξήνεγκε πόλεμον πρὸς αὐτούς.
Of course this gave rise at once to a suspicion that while Phoebidas had done the deed, Agesilaüs had counselled it; and his subsequent acts brought the charge into general belief. For when the Thebans expelled the Spartan garrison and liberated their city, he charged them with the murder of Archias and Leontidas, who were really tyrants, though polemarchs in name, and levied war upon them.
καὶ Κλεόμβροτος ἤδη βασιλεύων Ἀγησιπόλιδος τεθνηκότος, εἰς Βοιωτίαν ἐπέμφθη μετὰ δυνάμεως· ὁ γὰρ Ἀγησίλαος, ὡς ἔτη τεσσαράκοντα γεγονὼς ἀφʼ ἥβης καί στρατείας ἔχων ἄφεσιν ὑπὸ τῶν νόμων, ἔφυγε τὴν στρατηγίαν ἐκείνην, αἰσχυνόμενος εἰ Φλιασίοις ὀλίγον ἔμπροσθεν ὑπὲρ φυγάδων πεπολεμηκώς, αὖθις ὀφθήσεται Θηβαίους κακῶς ποιῶν διὰ τοὺς τυράννους.
And Cleombrotus, who was king now that Agesipolis was dead, was sent into Boeotia with an army; for Agesilaüs, who had now borne arms for forty years, and was therefore exempt by law from military service, declined this command. He was ashamed, after having recently made war upon the Phliasians in behalf of their exiles, to be seen now harrying the Thebans in the interests of their tyrants.
ἦν δέ τις Λάκων Σφοδρίας ἐκ τῆς ὑπεναντίας στάσεως τῷ Ἀγησιλάῳ τεταγμένος ἐν Θεσπιαῖς ἁρμοστής, οὐκ ἄτολμος μὲν οὐδʼ ἀφιλότιμος ἀνήρ, ἀεὶ δʼ · ἐλπίδων μᾶλλον ἢ φρενῶν ἀγαθῶν μεστός, οὗτος ἐπιθυμῶν ὀνόματος μεγάλου, καί τὸν Φοιβίδαν νομίζων ἔνδοξον γεγονέναι καί περιβόητον ἀπὸ τοῦ περὶ Θήβας τολμήματος, ἐπείσθη πολὺ κάλλιον εἶναι καί λαμπρότερον εἰ τὸν Πειραιᾶ καταλάβοι διʼ ἑαυτοῦ καί τῶν Ἀθηναίων ἀφέλοιτο τὴν θάλασσαν, ἐκ γῆς ἀπροσδοκήτως ἐπελθών.
Now, there was a certain Lacedaemonian named Sphodrias, of the party opposed to Agesilaüs, who had been appointed harmost at Thespiae. He lacked neither boldness nor ambition, but always abounded in hopes rather than in good judgement. This man, coveting a great name, and considering that Phoebidas had made himself famous far and near by his bold deed at Thebes, was persuaded that it would be a far more honourable and brilliant exploit for him to seize the Peiraeus on his own account and rob the Athenians of access to the sea, attacking them unexpectedly by land.
λέγουσι δὲ τοῦτο μηχάνημα γενέσθαι τῶν περὶ Πελοπίδαν καί Μέλωνα βοιωταρχῶν. ὑπέπεμψαν γὰρ ἀνθρώπους λακωνίζειν προσποιουμένους, οἳ τὸν Σφοδρίαν ἐπαινοῦντες καί μεγαλύνοντες ὡς ἔργου τηλικούτου μόνον ἄξιον, ἐπῆραν καί παρώρμησεν ἀνελέσθαι πρᾶξιν ἄδικον μὲν ὁμοίως ἐκείνῃ καί παράνομον, τόλμης δὲ καί τύχης ἐνδεᾶ γενομένην.
It is said, too, that the scheme was devised by Pelopidas and Melo, chief magistrates at Thebes. They privily sent men to him who pretended to be Spartan sympathizers, and they, by praising and exalting Sphodrias as the only man worthy to undertake so great a task, urged and incited him into an act which was no less lawless and unjust than the seizure of the Cadmeia, though it was essayed without courage or good fortune.
ἡμέρα γὰρ αὐτὸν ἐν τῷ Θριασίῳ πεδίῳ κατέλαβε καί κατέλαμψεν ἐλπίσαντα νυκτὸς προσμίξειν τῷ Πειραιεῖ· καί φῶς ἀφʼ ἱερῶν τινων Ἐλευσινόθεν ἰδόντας λέγουσι φρῖξαι καί περιφόβους γενέσθαι τοὺς στρατιώτας. αὐτὸς δὲ τοῦ θράσους ἐξέπεσεν, ὡς οὐκέτι λαθεῖν ἦν, καί τινα βραχεῖαν ἁρπαγὴν θέμενος αἰσχρῶς ἀνεχώρησε καί ἀδόξως εἰς τὰς Θεσπιάς.
For full daylight overtook him while he was yet in the Thriasian plain, although he had hoped to attack the Peiraeus by night. It is said also that his soldiers saw a light streaming from certain sanctuaries at Eleusis, and were filled with shuddering fear. Their commander himself lost all his courage, since concealment was no longer possible, and after ravaging the country a little, retired disgracefully and ingloriously to Thespiae.
ἐκ δὲ τούτου κατήγοροι μὲν ἐπέμφθησαν εἰς Σπάρτην ἐξ Ἀθηνῶν, εὗρον δὲ κατηγορίας μηδὲν ἐπὶ τὸν Σφοδρίαν δεομένους τοὺς ἄρχοντας, ἀλλὰ θανάτου κρίσιν αὐτῷ προειρηκότας, ἣν ἐκεῖνος ὑπομένειν ἀπέγνω, φοβούμενος τὴν ὀργὴν τῶν πολιτῶν αἰσχυνομένων τοὺς Ἀθηναίους καί βουλομένων συναδικεῖσθαι δοκεῖν, ἵνα μὴ συναδικεῖν δοκῶσιν.
Hereupon men were sent from Athens to Sparta to denounce Sphodrias. They found, however, that the magistrates there had no need of their denunciation, but had already indicted Sphodrias on a capital charge. This charge he determined not to meet, fearing the wrath of his countrymen, who were ashamed in the presence of the Athenians, and wished to be thought wronged with them, that they might not be thought wrongdoers with Sphodrias.