Ἀρχίππῳ δὲ Μιτυληναίῳ τοὺς ἐς τὴν πυγμὴν ἐσελθόντας κρατήσαντι ἄνδρας ἄλλο τοιόνδε προσποιοῦσιν οἱ Μιτυληναῖοι ἐς δόξαν, ὡς καὶ τὸν ἐν Ὀλυμπίᾳ καὶ Πυθοῖ καὶ Νεμέᾳ καὶ Ἰσθμῷ λάβοι στέφανον ἡλικίαν οὐ πρόσω γεγονὼς ἐτῶν εἴκοσι. τὸν δὲ παῖδα σταδιοδρόμον Ξένωνα Καλλιτέλους ἐν Λεπρέου τοῦ ἐν τῇ Τριφυλίᾳ Πυριλάμπης Μεσσήνιος, Κλεινόμαχον δὲ Ἠλεῖον ὅστις ὁ ποιήσας ἐστὶν οὐκ ἴσμεν· ἀνηγορεύθη δὲ ὁ Κλεινόμαχος ἐπὶ νίκῃ πεντάθλου.
Παντάρκην δὲ Ἠλεῖον Ἀχαιῶν ἀνάθημα εἶναι τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ φησιν· εἰρήνην τε γὰρ Ἀχαιοῖς ποιῆσαι καὶ Ἠλείοις αὐτόν, καὶ ὅσοι παρʼ ἀμφοτέρων πολεμούντων ἑαλώκεσαν, ἄφεσιν καὶ τούτοις γενέσθαι διʼ αὐτόν. οὗτος ἀνείλετο καὶ κέλητι ἵππῳ νίκην ὁ Παντάρκης, καί οἱ καὶ τῆς νίκης ὑπόμνημά ἐστιν ἐν Ὀλυμπίᾳ. Ὀλίδαν δὲ ἀνέθηκεν Ἠλεῖον τὸ ἔθνος τὸ Αἰτωλῶν, Χαρῖνος δὲ Ἠλεῖος ἐπὶ διαύλου τε ἀνάκειται καὶ ὅπλου νίκῃ· παρὰ δὲ αὐτὸν Ἀγέλης Χῖος κρατήσας πυγμῇ παῖδας, Θεομνήστου Σαρδιανοῦ τέχνη.
Κλειτομάχου δὲ Θηβαίου τὴν μὲν εἰκόνα ἀνέθηκεν Ἑρμοκράτης ὁ Κλειτομάχου πατήρ, τὰ δὲ οἱ ἐς δόξαν ἦν τοιάδε. ἐν Ἰσθμῷ παλαιστὰς κατεπάλαισεν ἄνδρας καὶ ἐπὶ ἡμέρας τῆς αὐτῆς τούς τε ἐς τὴν πυγμὴν καὶ τοὺς ἐς τὸ παγκράτιον ἐσελθόντας ἐκράτει τῇ μάχῃ· αἱ δὲ Πυθοῖ νῖκαι παγκρατίου μέν εἰσιν αὐτῷ πᾶσαι, τρεῖς δὲ ἀριθμόν· ἐν δὲ Ὀλυμπίᾳ δεύτερος ὁ Κλειτόμαχος οὗτος μετὰ τὸν Θάσιον Θεαγένην ἐπὶ παγκρατίῳ τε ἀνηγορεύθη καὶ πυγμῇ.
παγκρατίου μὲν οὖν μιᾷ πρὸς ταῖς τεσσαράκοντα καὶ ἑκατὸν Ὀλυμπιάσιν ἔφθανεν ἀνῃρημένος νίκην· ἡ δὲ Ὀλυμπιὰς ἡ ἐφεξῆς εἶχε μὲν τὸν Κλειτόμαχον τοῦτον παγκρατίου καὶ πυγμῆς ἀγωνιστήν, εἶχε δὲ καὶ Ἠλεῖον Κάπρον ἐπὶ ἡμέρας τῆς αὐτῆς παλαῖσαί τε ὁμοῦ καὶ παγκρατιάσαι προθυμούμενον.
γεγονυίας δὲ ἤδη τῷ Κάπρῳ νίκης ἐπὶ τῇ πάλῃ, ἀνεδίδασκεν ὁ Κλειτόμαχος τοὺς Ἑλλανοδίκας γενήσεσθαι σὺν τῷ δικαίῳ σφίσιν, εἰ τὸ παγκράτιον ἐσκαλέσαιντο πρὶν ἢ πυκτεύσαντα αὐτὸν λαβεῖν τραύματα· λέγει τε δὴ εἰκότα καὶ οὕτως ἐσκληθέντος τοῦ παγκρατίου κρατηθεὶς ὑπὸ τοῦ Κάπρου ὅμως ἐχρήσατο ἐς τοὺς πύκτας θυμῷ τε ἐρρωμένῳ καὶ ἀκμῆτι τῷ σώματι.
Ἐρυθραῖοι δὲ οἱ Ἴωνες Ἐπιθέρσην τὸν Μητροδώρου, δύο μὲν ἐν Ὀλυμπίᾳ πυγμῆς, δὶς δὲ Πυθοῖ νίκας καὶ ἐν Νεμέᾳ τε καὶ ἐν Ἰσθμῷ λαβόντα, οὗτοι μὲν τὸν Ἐπιθέρσην τοῦτον, Συρακούσιοι δὲ δύο μὲν Ἱέρωνος εἰκόνας τὸ δημόσιον, τρίτην δὲ ἀνέθεσαν οἱ τοῦ Ἱέρωνος παῖδες· ἐδήλωσα δὲ ὀλίγῳ τι πρότερον ὡς ὁμώνυμός τε τῷ Δεινομένους ὁ Ἱέρων οὗτος καὶ Συρακουσῶν εἴη κατὰ ταὐτὰ ἐκείνῳ τύραννος.
ἀνέθεσαν δὲ καὶ Ἠλεῖον ἄνδρα Τιμόπτολιν Λάμπιδος Παλεῖς, ἡ τετάρτη Κεφαλλήνων μοῖρα· οὗτοι δὲ οἱ Παλεῖς ἐκαλοῦντο Δουλιχιεῖς τὰ ἀρχαιότερα. ἀνάκειται δὲ καὶ Ἀρχίδαμος ὁ Ἀγησιλάου καὶ ἀνὴρ ὅστις δὴ θηρεύοντος παρεχόμενος σχῆμα. Δημήτριον δὲ τὸν ἐλάσαντα ἐπὶ Σέλευκον στρατιᾷ καὶ ἁλόντα ἐν τῇ μάχῃ καὶ τοῦ Δημητρίου τὸν παῖδα Ἀντίγονον ἀναθήματα ἴστω τις Βυζαντίων ὄντας.
Σπαρτιάτῃ δὲ Εὐτελίδᾳ γεγόνασιν ἐν παισὶ νῖκαι δύο ἐπὶ τῆς ὀγδόης καὶ τριακοστῆς Ὀλυμπιάδος πάλης, ἡ δὲ ἑτέρα πεντάθλου· πρῶτον γὰρ δὴ τότε οἱ παῖδες καὶ ὕστατον πενταθλήσοντες ἐσεκλήθησαν· ἔστι δὲ ἥ τε εἰκὼν ἀρχαία τοῦ Εὐτελίδα, καὶ τὰ ἐπὶ τῷ βάθρῳ γράμματα ἀμυδρὰ ὑπὸ τοῦ χρόνου.
μετὰ δὲ τὸν Εὐτελίδαν Ἀρεύς τε αὖθις ὁ Λακεδαιμονίων βασιλεὺς καὶ Ἠλεῖος παρʼ αὐτὸν ἀνάκειται Γόργος. μόνῳ δὲ ἀνθρώπων ἄχρι ἐμοῦ τῷ Γόργῳ τέσσαρες μὲν ἐν Ὀλυμπίᾳ γεγόνασιν ἐπὶ πεντάθλῳ, διαύλου δὲ καὶ ὅπλου μία ἐφʼ ἑκατέρῳ νίκη.
ὅτῳ δὲ παρεστήκασιν οἱ παῖδες, τοῦτον μὲν Πτολεμαῖον τὸν Λάγου φασὶν εἶναι· παρὰ δὲ αὐτὸν ἀνδριάντες δύο ἀνδρός εἰσιν Ἠλείου Κάπρου τοῦ Πυθαγόρου, πάλης τε εἰληφότος καὶ παγκρατίου στέφανον ἐπὶ ἡμέρας τῆς αὐτῆς· πρώτῳ δὲ γεγόνασιν ἀνθρώπων αἱ δύο νῖκαι τῷ Κάπρῳ τούτῳ. τὸν μὲν δὴ ἐπὶ τοῦ παγκρατίου καταγωνισθέντα ὑπʼ αὐτοῦ δεδήλωκεν ὁ λόγος ἤδη μοι· παλαίων δὲ κατέβαλεν Ἠλεῖον Παιάνιον Ὀλυμπιάδα πάλῃ τὴν προτέραν ἀνῃρημένον καὶ Πύθια παίδων τε πυγμῇ καὶ αὖθις ἐν ἀνδράσι πάλῃ τε καὶ πυγμῇ στεφανωθέντα ἐπὶ ἡμέρας τῆς αὐτῆς.
Archippus, a Mitylenian, was victor in the men’s boxing-match, and the Mitylenians relate another circumstance that redounds to his honour, namely, that he won the crown at Olympia, Pytho, Nemea, and the Isthmus, when he was not more than twenty years of age. The statue of the boy runner Xenon, son of Calliteles, from Lepreus in Triphylia, is by Pyrilampes, a Messenian. Who made the statue of Clinomachus, an Elean, I do not know; but Clinomachus was proclaimed for a victory in the pentathlum.
The inscription on the statue of Pantarces, an Elean, states that it is an offering of the Achaeans, because he made peace between them and the Eleans, and procured the release of the prisoners on both sides. This Pantarces also gained a victory in the horse-race, and there is a memorial of his victory at Olympia. The statue of Olidas, an Elean, was dedicated by the Aetolian nation. There is a statue of Charinus, an Elean, for a victory in the double race and in the armed race. Beside his statue is one of Ageles, a Chian, a victor in the boys’ boxing-match: it is a work of Theomnestus of Sardes.
The statue of Clitomachus, a Theban, was dedicated by his father Hermocrates. His glories are these. At the Isthmus he was victorious in the men’s wrestling-match, and on the same day he vanquished all comers in the boxing-match and in the pancratium. His victories at Pytho were all in the pancratium, and they were three in number. This Clitomachus was the first man after the Thasian Theagenes who was victorious both in the pancratium and in boxing at Olympia. His victory in the pancratium was won in the hundred and forty-first Olympiad. In the next Olympiad Clitomachus was a competitor in the pancratium and in boxing, and Caprus, an Elean, purposed to compete in the wrestling and pancratium on the same day. When Caprus had won in the wrestling, Clitomachus pointed out to the umpires that it would be fair that they should bring on the pancratium before he had received hurts in boxing. His proposal seemed reasonable, the pancratium was brought on, and though Clitomachus was beaten in it by Caprus, he nevertheless boxed afterwards with a stout spirit and unabated strength. The Ionians of Erythrae set up a statue of Epitherses, son of Metrodorus, who won two victories at Olympia in boxing, and two at Pytho, as well as victories at Nemea and the Isthmus. The Syracusan state dedicated two statues of Hiero, and Hiero’s children dedicated a third. I pointed out a little above that this Hiero bore the same name as the son of Dinomenes, and was like him tyrant of Syracuse. The Paleans, one of the four divisions of the Cephallenians, dedicated a statue of an Elean, Timoptolis, son of Lampis. These Paleans were formerly called Dulichians.
There is also a statue of Archidamus, son of Agesilaus, and of some man or other in the attitude of hunting. There is a statue of Demetrius who marched against Seleucus, and was taken prisoner in the battle, and a statue of Demetrius’ son Antigonus: both are offerings of the Byzantines. Eutelidas, a Spartan, won two victories among the boys in the thirty-eighth Olympiad, one in wrestling, the other in the pentathlum ; for that was the first and last time that there was a competition in the pentathlum for boys. The statue of Eutelidas is ancient, and the inscription on the pedestal is time-worn.
After the statue of Eutelidas there is another statue of Areus, king of the Lacedaemonians, and beside it is one of Gorgus, an Elean. Gorgus is the only man down to my time who has gained four Olympic victories in the pancratium, and one in the double race and the armed race respectively.
The statue of the man with the boys standing beside him is said to be Ptolemy, son of Lagus. Beside it are two statues of Caprus the Elean, son of Pythagoras, who won crowns in wrestling and in the pancratium on the same day. He was the first man who won these two victories. I have already mentioned the man whom he defeated in the pancratium. In wrestling he overthrew Paeanius, an Elean, who had been victorious in wrestling in the previous Olympiad, and in the Pythian games had won a crown in the boys’ boxing-match, and again in the men’s wrestling and boxing matches on the same day.