Plutarch · On the Face in the Moon Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης

Plutarch, On the Face in the Moon 29–30: The moon as the home of souls; the daemons of the moon and Delphi

The souls that rise to the moon see its nature, a mixture of earth and star, as the earth is mixed with wind and moisture. The soul remains in the moon, keeping only some traces of life like a dream, while the understanding returns to the sun. The daemons do not always stay in the moon but sometimes come down to guard oracles, to join in the greatest rites and to punish misdeeds, and if they err they are cast down to earth and bound to human bodies.

Sections 29–30 · 1528 words · click a number to copy its link

ἐφορῶσι δὲ πρῶτον μὲν αὐτῆς σελήνης τὸ μέγεθος καὶ τὸ κάλλος; καὶ τὴν φύσιν οὐχ ἁπλῆν οὐδʼ ἄμικτον, ἀλλʼ οἷον ἄστρου σύγκραμα καὶ γῆς οὖσαν· ὡς γὰρ ἡ γῆ πνεύματι μεμιγμένη καὶ ὑγρῷ μαλακὴ γέγονε καὶ τὸ αἷμα τῇ σαρκὶ παρέχει τὴν αἴσθησιν ἐγκεκραμένον, οὕτω τῷ αἰθέρι λέγουσι τὴν σελήνην ἀνακεκραμένην διὰ βάθους ἅμα μὲν ἔμψυχον εἶναι καὶ γόνιμον, ἅμα δʼ ἰσόρροπον ἔχειν τὴν πρὸς τὸ βαρὺ συμμετρίαν τῆς κουφότητος. καὶ γὰρ αὐτὸν οὕτω τὸν κόσμον ἐκ τῶν ἄνω καὶ τῶν κάτω φύσει φερομένων συνηρμοσμένον ἀπηλλάχθαι παντάπασι τῆς· κατὰ τόπον κινήσεως. ταῦτα δὲ καὶ Ξενοκράτης ἔοικεν ἐννοῆσαι θείῳ τινὶ λογισμῷ, τὴν ἀρχὴν λαβὼν παρὰ Πλάτωνος. Πλάτων γάρ ἐστιν ὁ καὶ τῶν ἀστέρων ἕκαστον ἐκ γῆς καὶ πυρὸς συνηρμόσθαι διὰ τῶν […] μεταξὺ φύσεων ἀναλογίᾳ δοθεισῶν ἀποφηνάμενος· οὐδὲν γὰρ εἰς αἴσθησιν ἐξικνεῖσθαι, ᾧ μή τι γῆς ἐμμέμικται καὶ φωτός. ὁ δὲ Ξενοκράτης τὰ μὲν ἄστρα καὶ τὸν ἥλιον ἐκ πυρός φησι καὶ τοῦ πρώτου πυκνοῦ συγκεῖσθαι, τὴν δὲ σελήνην ἐκ τοῦ δευτέρου, πυκνοῦ καὶ τοῦ ἰδίου ἀέρος, τὴν δὲ γῆν ἐξ ὕδατος καὶ ἀέρος καὶ τοῦ τρίτου τῶν πυκνῶν ὅλως δὲ μήτε τὸ πυκνὸν αὐτὸ καθʼ αὑτὸ μήτε τὸ μανὸν εἶναι ψυχῆς δεκτικόν. καὶ ταῦτα μὲν περὶ οὐσίας σελήνης. εὖρος δὲ καὶ μέγεθος οὐχ ὅσον οἱ γεωμέτραι λέγουσιν, ἀλλὰ μεῖζον πολλάκις ἐστί καταμετρεῖ δὲ τὴν σκιὰν τῆς γῆς ὀλιγάκις τοῖς ἑαυτῆς μεγέθεσιν οὐχ ὑπὸ. σμικρότητος, ἀλλὰ θερμότητος, ᾗ ἐπείγει τὴν κίνησιν ὅπως ταχὺ διεκπερᾷ τὸν σκοτώδη τόπον ὑπεκφέρουσα τὰς τῶν ἀγαθῶν ψυχὰς σπευδούσας καὶ βοώσας οὐκέτι γὰρ ἐξακούουσιν ἐν τῇ σκιᾷ γενόμεναι τῆς περὶ τὸν οὐρανὸν ἁρμονίας· ἅμα δὲ καὶ κάτωθεν αἱ τῶν κολαζομένων ψυχαὶ τηνικαῦτα διὰ τῆς σκιᾶς ὀδυρόμεναι καὶ ἀλαλάζουσαι προσφέρονται· διὸ καὶ κροτεῖν ἐν ταῖς ἐκλείψεσιν εἰώθασιν οἱ πλεῖστοι χαλκώματα καὶ ψόφον ποιεῖν καὶ πάταγον ἐπὶ τὰς ψυχάς· ἐκφοβεῖ δʼ αὐτὰς καὶ τὸ καλούμενον πρόσωπον, ὅταν ἐγγὺς γένωνται, βλοσυρόν τι καὶ φρικῶδες ὁρώμενον. ἔστι δʼ οὐ τοιοῦτον, ἀλλʼ ὥσπερ ἡ παρʼ ἡμῖν ἔχει γῆ κόλπους βαθεῖς καὶ μεγάλους, ἕνα μὲν ἐνταῦθα διὰ στηλῶν Ἡρακλείων ἀναχεόμενον εἴσω πρὸς ἡμᾶς, ἔξω δὲ τὸν Κάσπιον καὶ τοὺς περὶ τὴν Ἐρυθρὰν θάλατταν, οὕτω βάθη ταῦτα τῆς σελήνης ἐστὶ καὶ κοιλώματα· καλοῦσι δʼ αὐτῶν τὸ μὲν μέγιστον Ἑκάτης μυχόν, ὅπου καὶ δίκας διδόασιν αἱ ψυχαὶ καὶ λαμβάνουσιν ὧν ἂν, ἢδη γεγενημέναι δαίμονες ἢ πάθωσιν ἢ δράσωσι· τὰ δὲ δύο μακρά· περαιοῦνται γὰρ αἱ ψυχαὶ διʼ αὐτῶν, νῦν μὲν εἰς τὰ πρὸς οὐρανὸν τῆς σελήνης, νῦν δὲ πάλιν εἰς τὰ πρὸς γῆν ὀνομάζεσθαι δὲ τὰ μὲν πρὸς οὐρανὸν τῆς σελήνης Ἠλύσιον πεδίον, τὰ δʼ ἐνταῦθα Φερσεφόνης ἀντίχθονος.

Now they first see the moon’s greatness, beauty, and nature, which is not simple nor unmixed, but a composition as it were of earth and star. For as the earth mixed with wind and moisture becomes soft, and as the blood tempered with the flesh gives it sense; so they say that the moon, being mingled with an ethereal quintessence even to the very bottom, is animated, becomes fruitful, and generative, and is equally counterpoised with ponderosity and lightness. For even the world itself, being composed of some things naturally moving upwards and others by nature tending downwards, is exempt from all local motion or change of place. These things also Xenocrates seems by a certain divine reasoning to have understood, having taken his first light from Plato. For Plato it was who first affirmed that every star is compounded of fire and earth, by the means of certain intermediate natures given in proportion; forasmuch as nothing can be an object of human sense which has not in some proportion a mixture of earth and light. Now Xenocrates says that the stars and the sun are composed of fire and the first or primitive solid; the moon of the second solid and its own peculiar air; and the earth, of water, fire, and the third solid. For neither is the solid alone by itself, nor the rare alone by itself, capable or susceptible of a soul. And let thus much suffice for the substance of the moon.

Now as to her breadth and magnitude, it is not such as the geometricians deliver, but manifoldly greater. And she seldom measures the shadow of the earth by her greatness, not because she is small, but because she adds to her motion by heat, that she may quickly pass the shady place, carrying with her the souls of the blessed, which make haste and cry. For when they are in the shadow, they can no longer hear the harmony of the heavenly bodies. And withal, the souls of the damned are from below presented to them, lamenting and wailing through this shadow. Wherefore also in eclipses, many are wont to ring vessels of brass, and to make a noise and clattering to be heard by these souls. Moreover, that which is called the face of the moon affrights them when they draw near it, seeming to them a dreadful and terrible sight; whereas indeed it is not so. But as our earth has deep and great bays, one here running between Hercules’s pillars into the land to us, and others without, as the Caspian, and those about the Red Sea; so in the moon also there are hollows and great depths. Now of these, the greatest they call the gulf of Hecate, where the souls punish or are punished according to the evils they suffered or did whilst they were Daemons. The two others are long passages, through which the soul must go sometimes to that part of the moon which is towards heaven, and sometimes to that which is towards earth. Now that part of the moon which is towards heaven is called the Elysian fields; and that which is towards the earth, the fields of Proserpine that is opposite to the earth.

οὐκ ἀεὶ δὲ διατρίβουσιν ἐπʼ αὐτῆς οἱ δαίμονες, ἀλλὰ χρηστηρίων δεῦρο κατίασιν ἐπιμελησόμενοι, καὶ ταῖς ἀνωτάτω συμπάρεισι καὶ συνοργιάζουσι τῶν τελετῶν κολασταί τε γίνονται καὶ φύλακες ἀδικημάτων καὶ σωτῆρες ἔν τε πολέμοις καὶ κατὰ θάλατταν ἐπιλάμπουσιν. ὅ τι δʼ ἂν μὴ καλῶς περὶ ταῦτα πράξωσιν ἀλλʼ ὑπʼ ὀργῆς ἢ πρὸς ἄδικον χάριν ἢ φθόνῳ, δἰκην τίνουσιν· ὠθοῦνται γὰρ αὖθις ἐπὶ γῆν συνειργνύμενοι σώμασιν ἀνθρωπίνοις. ἐκ δὲ τῶν βελτιόνων ἐκείνων οἵ τε περὶ τὸν Κρόνον ὄντες ἔφασαν αὐτοὺς εἶναι · καὶ πρότερον ἐν τῇ Κρήτῃ τοὺς Ἰδαίους Δακτύλους, ἔν τε Φρυγίᾳ τοὺς Κορύβαντας γενέσθαι καὶ τοὺς περὶ Βοιωτίαν ἐν Οὐδώρα Τροφωνιάδας καὶ μυρίους ἄλλους πολλαχόθι τῆς οἰκουμένης· ὧν ἱερὰ καὶ τιμαὶ καὶ προσηγορίαι διαμένουσιν ἔτι· ἀπολείπουσι δʼ αἱ δυνάμεις ἐνίων, εἰς ἕτερον τόπον τῆς ἀρίστης ἐξαλλαγῆς τυγχανόντων. τυγχάνουσι δʼ οἱ μὲν πρότερον οἱ δʼ ὕστερον, ὅταν ὁ νοῦς ἀποκριθῇ τῆς ψυχῆς· ἀποκρίνεται δʼ ἔρωτι τῆς περὶ τὸν ἥλιον εἰκόνος, διʼ ἧς ἐπιλάμπει τὸ ἐφετὸν καὶ καλὸν καὶ θεῖον καὶ μακάριον, οὗ πᾶσα φύσις, ἄλλη δʼ ἄλλως, ὀρέγεται. καὶ γὰρ αὐτὴν τὴν σελήνην ἔρωτι τοῦ ἡλίου περιπολεῖν ἀεὶ καὶ συγγίγνεσθαι ὀρεγομένην ἀπʼ αὐτοῦ τὸ γονιμώτατον. λείπεται δʼ ἡ τῆς ψυχῆς φύσις ἐπὶ τὴν σελήνην, οἷον ἴχνη τινὰ βίου καὶ ὀνείρατα διαφυλάττουσα· καὶ περὶ ταύτης ὀρθῶς ἡγοῦ λελέχθαι τὸ ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται· οὐδὲ γὰρ εὐθὺς οὐδὲ τοῦ σώματος ἀπαλλαγεῖσα τοῦτο πέπονθεν, ἀλλʼ ὕστερον, ὅταν ἔρημος καὶ μόνη τοῦ νοῦ ἀπαλλαττομένη γένηται. καὶ Ὅμηρος ὧν εἶπε πάντων μάλιστα δὴ κατὰ θεὸν εἰπεῖν ἔοικε περὶ τῶν καθʼ Ἅιδου τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην, / εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσιν. / αὐτός τε γὰρ ἕκαστος ἡμῶν οὐ θυμός ἐστιν οὐδὲ φόβος οὐδʼ ἐπιθυμία, καθάπερ οὐδὲ σάρκες οὐδʼ ὑγρότητες, ἀλλʼ ᾧ διανοούμεθα καὶ φρονοῦμεν· ἥ τε ψυχὴ τυπουμένη μὲν · ὑπὸ τοῦ νοῦ τυποῦσα δὲ τὸ σῶμα καὶ περιπτύσσουσα πανταχόθεν ἐκμάττεται τὸ εἶδος· ὥστε κἂν πολὺν χρόνον χωρὶς ἑκατέρου γένηται, διατηροῦσα τὴν ὁμοιότητα καὶ τὸν τύπον, εἴδωλον ὀρθῶς ὀνομάζεται. τούτων δʼ ἡ σελήνη, καθάπερ εἴρηται, στοιχεῖόν ἐστιν· ἀναλύονται γὰρ εἰς ταύτην, ὥσπερ εἰς τὴν γῆν τὰ σώματα τῶν νεκρῶν, ταχὺ μὲν αἱ σώφρονες, μετὰ σχολῆς ἀπράγμονα καὶ φιλόσοφον στέρξασαι βίον· ἀφεθεῖσαι γὰρ ὑπὸ τοῦ νοῦ καὶ πρὸς οὐδὲν ἔτι χρώμεναι τοῖς πάθεσιν ἀπομαραίνονται· τῶν δὲ φιλοτίμων καὶ πρακτικῶν ἐρωτικῶν τε περὶ σώματα καὶ θυμοειδῶν αἱ μὲν οἷον ἐν ὕπνῳ ταῖς τοῦ βίου μνημοσύναις ὀνείρασι χρώμεναι διαφέρονται, καθάπερ ἡ τοῦ Ἐνδυμίωνος· ἐπεὶ δʼ αὐτὰς τὸ ἄστατον καὶ τὸ εὐπαθὲς ἐξίστησι καὶ ἀφέλκει τῆς σελήνης πρὸς ἄλλην γένεσιν, οὐκ ἐᾷ […] ἀλλʼ ἀνακαλεῖται καὶ καταθέλγει. μικρὸν γὰρ οὐδὲν οὐδʼ ἥσυχον οὐδʼ ὁμολογούμενον ἔργον ἐστίν, ὅταν ἄνευ νοῦ τῷ παθητικῷ σώματος ἐπιλάβωνται. Τιτυοὶ δὲ καὶ Τυφῶνες ὅ τε Δελφοὺς κατασχὼν καὶ συνταράξας τὸ χρηστήριον ὕβρει καὶ βίᾳ Τυφὼν ἐξ ἐκείνων ἄρα τῶν ψυχῶν ἦσαν, ἐρημίᾳ λόγου καὶ τύφῳ πλανηθέντι τῷ παθητικῷ χρησαμένων. χρόνῳ δὲ κἀκείνας κατεδέξατο εἰς αὑτὴν ἡ σελήνη καὶ κατεκόσμησεν, εἶτα τὸν νοῦν αὖθις ἐπισπείραντος τοῦ ἡλίου τῷ ζωτικῷ δεχομένη νέας ποιεῖ ψυχάς· ἡ δὲ γῆ τρίτον σῶμα παρέσχεν. οὐδὲν γὰρ αὕτη δίδωσι μετὰ θάνατον , ἢ ὅσα λαμβάνει πρὸς γένεσιν ἥλιος δὲ λαμβάνει μὲν οὐδὲν ἀπολαμβάνει δὲ τὸν νοῦν διδούς, σελήνη δὲ καὶ λαμβάνει καὶ δίδωσι καὶ συντίθησι καὶ διαιρεῖ κατʼ ἄλλην καὶ ἄλλην δύναμιν, ὧν Εἰλείθυια μὲν ἣ συντίθησιν Ἄρτεμις δʼ ἣ διαιρεῖ, καλεῖται. καὶ τριῶν Μοιρῶν ἡ μὲν Ἄτροπος περὶ τὸν ἣλιον ἱδρυμένη τὴν ἀρχὴν ἐνδίδωσι τῆς γενέσεως, ἡ δὲ Κλωθὼ περὶ τὴν σελήνην φερομένη συνδεῖ καὶ μίγνυσιν· ἐσχάτη δὲ συνεφάπτεται περὶ γῆν ἡ Λάχεσις, ᾗ πλεῖστον τύχης μέτεστι. τὸ γὰρ ἄψυχον ἄκυρον αὐτὸ καὶ παθητὸν ὑπʼ ἄλλων, ὁ δὲ νοῦς ἀπαθὴς καὶ αὐτοκράτωρ μικτὸν δὲ καὶ μέσον ἡ ψυχὴ καθάπερ ἡ σελήνη τῶν ἄνω καὶ κάτω σύμμιγμα καὶ μετακέρασμα ὑπὸ τοῦ θεοῦ γέγονε, τοῦτον ἄρα πρὸς ἥλιον ἔχουσα τὸν λόγον, ὃν. ἔχει γῆ πρὸς σελήνην.

15.ταῦτʼ εἶπεν ὁ Σύλλας ἐγὼ μὲν ἤκουσα τοῦ ξένου διεξιόντος ἐκείνῳ δʼ οἱ τοῦ Κρόνου κατευνασταὶ καὶ θεράποντες, ὡς ἔλεγεν αὐτός, ἐξήγγειλαν· ὑμῖν δʼ, ὦ Λαμπρία, χρῆσθαι τῷ λόγῳ πάρεστιν βούλεσθε.

The Daemons do not always stay in the moon, but sometimes descend down here below, to have the care and superintendency of oracles. They are assistant also, and join in celebrating the sublimest ceremonies, having their eye upon misdeeds, which they punish, and preserving the good as well in perils of war as of the sea. And if in the performance of this charge they commit any fault, either through anger, envy, or any unjust grace or favor, they smart for it; for they are again thrust down to the earth, and tied to human bodies. Now those who were about Saturn said, that themselves were some of the better of these Daemons; as were formerly those that were heretofore in Crete called Dactyli Idaei, the Corybantes in Phrygia, and the Trophoniades in Lebadea, a city of Boeotia, and infinite others in several places of the habitable earth, whose names, temples, and honors continue to this day. But the powers of some fail, being by a most happy change translated to another place; which translations some obtain sooner, others later, when the understanding comes to be separated from the soul; which separation is made by the love and desire to enjoy the image of the sun, in which and by which shines that divine, desirable, and happy beauty, which every other nature differently longs after and seeks, one after one manner, another after another. For the moon herself continually turns, through the desire she has to be joined with him. But the nature of the soul remains in the moon, retaining only some prints and dreams of life. And of this I think it to have been well and truly said, The soul, like to a dream, flies quick away; / which it does not immediately, as soon as it is separated from the body, but afterwards, when it is alone and divided from the understanding. And of all that Homer ever writ, there is not any passage more divine than that in which, speaking of those who are departed this life, he says, Next these, I saw Alcides’ image move; / Himself is with th’ immortal Gods above. / For every one of us is neither courage, nor fear, nor desire, —no more than flesh or humors,—but the part by which we think and understand. And the soul being moulded and formed by the understanding, and itself moulding and forming the body, by embracing it on every side, receives from it an impression and form; so that although it be separated both from the understanding and the body, it nevertheless so retains still its figure and semblance for a long time, that it may with good right be called its image.

And of these souls (as I have already said) the moon is the element, because souls resolve into her, as the bodies of the deceased do into earth. Those indeed who have been virtuous and honest, living a quiet and philosophical life without embroiling themselves in troublesome affairs, are quickly resolved; because being left by the understanding, and no longer using corporeal passions, they incontinently vanish away. But the souls of the ambitious and such as have been busied in negotiations, of the amorous and such as have been addicted to corporeal pleasures, as also of the angry and revengeful, calling to mind the things they did in their lives, as dreams in their sleep, walk wandering about here and there, like that of Endymion; because their inconstancy and their being over-subject to passions transports them, and draws them out of the moon to another generation, not letting them rest, but alluring them and calling them away. For there is nothing small, staid, constant, and accordant, after that being forsaken by the understanding, they come to be seized by corporeal passions. And of such souls, destitute of reason and suffering themselves to be carried away by the proud violence of passion, were bred the Tityi and Typhons; and particularly that Typhon who, having by force and violence seized the city of Delphi, overturned the sanctuary of the oracle there. Nevertheless, after a long tract of time the moon receives those souls and recomposes them; and the sun inspiring again and sowing understanding in them, the moon receives them by its vital power, and makes them new souls; and the earth in the third place gives them a body. For she gives nothing […] after death of all that she takes to generation. And the sun takes nothing, but reassembles and receives again the understanding which he gave. But the moon gives and receives, joins and disjoins, unites and separates, according to divers faculties and powers; of which the one is named Ilithyia or Lucina (to wit, that which joins), and the other Artemis or Diana (to wit, that which separates and divides). And of the three fatal Goddesses or Parcae, she which is called Atropos is placed in the sun, and gives the principle of generation; and Clotho, being lodged in the moon, is she who joins, mingles, and unites; and the last, named Lachesis, is on the earth, where she adds her helping hand, and with her does Fortune very much participate. For that which is without a soul is weak in itself and liable to be affected by others. The understanding is sovereign over all the rest, and cannot be made to suffer by any. Now the soul is a certain middle thing mixed of them both; as the moon was by God made and created a composition and mixture of things high and low, having the same proportion to the sun as the earth has to her.

This (said Sylla) is what I understood from this guest of mine, who was a stranger and a traveller; and this he said he learned from the Daemons who served and ministered to Saturn. And you, O Lamprias, may take my relation in such part as you please.

People and places in this passage

English translation by A. G. (1874). Original text: William W. Goodwin (ed.), Plutarch's Morals, translated from the Greek by several hands, vol. 5, Boston: Little, Brown and Company; Cambridge: Press of John Wilson and Son, 1874 (Greek text: Gregorius N. Bernardakis, Plutarchi Chaeronensis Moralia, vol. 5, Leipzig: Teubner, 1893, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.