ἀλλʼ ἐκεῖνο μᾶλλον ἔφην ἐλέγχειν δοκεῖ τὴν λεγομένην ἀνάκλασιν ἀπὸ τῆς σελήνης, ὅτι τοὺς ἐν ταῖς ἀνακλωμέναις αὐγαῖς ἑστῶτας οὐ μόνον συμβαίνει τὸ φωτιζόμενον ὁρᾶν, ἀλλὰ καὶ τὸ φωτίζον. ὅταν γάρ, αὐγῆς ἀφʼ ὕδατος πρὸς τοῖχον ἁλλομένης, ὄψις ἐν αὐτῷ τῷ πεφωτισμένῳ κατὰ τὴν ἀνάκλασιν τόπῳ γένηται, τὰ τρία καθορᾷ, τὴν τʼ ἀνακλωμένην αὐγὴν καὶ τὸ ποιοῦν ὕδωρ τὴν ἀνάκλασιν καὶ τὸν ἣλιον αὐτόν, ἀφʼ οὗ τὸ φῶς τῷ ὕδατι προσπίπτον ἀνακέκλασται. τούτων δʼ ὁμολογουμένων καὶ φαινομένων, κελεύουσι τοὺς ἀνακλάσει φωτίζεσθαι τὴν γῆν ὑπὸ τῆς σελήνης ἀξιοῦντας ἐπιδεικνύναι νύκτωρ ἐμφαινόμενον τῇ σελήνῃ τὸν ἥλιον, ὥσπερ ἐμφαίνεται τῷ ὕδατι μεθʼ ἡμέραν, ὅταν ἀνάκλασις ἀπʼ αὐτοῦ γένηται· μὴ φαινομένου δὲ τούτου, κατʼ ἄλλον οἴονται τρόπον, οὐκ ἀνακλάσει, γίγνεσθαι τὸν φωτισμόν· εἰ δὲ μὴ τοῦτο, μηδὲ γῆν εἶναι τὴν σελήνην. τί οὖν ἔφη πρὸς αὐτοὺς λεκτέον ὁ Ἀπολλωνίδης; κοινὰ γὰρ ἔοικε καὶ πρὸς ἡμᾶς εἶναι τὰ τῆς ἀνακλάσεως. ἀμέλει τρόπον τινά ἔφην ἐγώ κοινά, τρόπον δʼ ἄλλον οὐδὲ κοινά· πρῶτον δʼ ὅρα τὰ τῆς εἰκόνος ὡς ἄνω ποταμῶν καὶ τραπέμπαλιν λαμβάνουσιν. ἐπὶ γῆς γάρ ἐστι καὶ κάτω τὸ ὕδωρ, ὑπὲρ γῆς δὲ σελήνη καὶ μετέωρος ὅθεν ἀντίστροφον αἱ κεκλασμέναι τὸ σχῆμα τῆς γωνίας ποιοῦσι, τῆς μὲν ἄνω πρὸς τῇ σελήνῃ τῆς δὲ κάτω πρὸς τῇ γῇ τὴν κορυφὴν ἐχούσης· μὴ ἅπασαν οὖν ἰδέαν κατόπτρων μηδʼ ἐκ πάσης ἀποστάσεως ὁμοίαν ἀνάκλασιν ποιεῖν ἀξιούτωσαν, ἐπεὶ μάχονται πρὸς τὴν ἐνάργειαν. οἱ δὲ σῶμα μὴ λεπτὸν μηδὲ λεῖον, ὥσπερ ἐστὶ τὸ ὕδωρ, ἀποφαίνοντες τὴν σελήνην, ἀλλʼ ἐμβριθὲς καὶ γεῶδες, οὐκ οἶδʼ ὅπως ἀπαιτοῦνται τοῦ ἡλίου τὴν ἔμφασιν ἐν αὐτῇ πρὸς τὴν ὄψιν οὐδὲ γὰρ τὸ γάλα τοὺς τοιούτους ἐσοπτρισμοὺς ἀποδίδωσιν οὐδὲ ποιεῖ τῆς ὄψεως ἀνακλάσεις διὰ τὴν ἀνωμαλίαν καὶ τραχύτητα τῶν μορίων· πόθεν γε τὴν σελήνην δυνατόν ἐστιν ἀναπέμπειν ἀφʼ ἑαυτῆς τὴν ὄψιν, ὥσπερ ἀναπέμπει τὰ λειότερα τῶν ἐσόπτρων; καίτοι καὶ ταῦτα δήπουθεν, ἐὰν ἀμυχή τις ἢ ῥύπος ἢ τραχύτης καταλάβῃ τὸ σημεῖον, ἀφʼ οὗ πέφυκεν ἡ ὄψις ἀνακλᾶσθαι, τυφλοῦται καὶ βλέπεται μὲν αὐτά, τὴν δʼ ἀνταύγειαν οὐκ ἀποδίδωσιν. ὁ δʼ ἀξιῶν ἢ καὶ τὴν ὄψιν ἡμῶν ἐπὶ τὸν ἥλιον ἢ μηδὲ τὸν ἥλιον ἐφʼ ἡμᾶς ἀνακλᾶν ἀφʼ ἑαυτῆς τὴν σελήνην ἡδύς ἐστι. τὸν ὀφθαλμὸν ἥλιον ἀξιῶν εἶναι φῶς δὲ τὴν ὄψιν οὐρανὸν δὲ τὸν ἄνθρωπον. τοῦ μὲν γὰρ ἡλίου διʼ εὐτονίαν καὶ λαμπρότητα πρὸς τῇ σελήνῃ γιγνομένην μετὰ πληγῆς τὴν ἀνάκλασιν φέρεσθαι πρὸς ἡμᾶς εἰκός ἐστιν· ἡ δʼ ὄψις ἀσθενὴς οὖσα καὶ λεπτὴ καὶ ὀλιγοστή, τί θαυμαστὸν εἰ μήτε πληγὴν ἀνακρουστικὴν ποιεῖ μήτʼ ἀφαλλομένη τηρεῖ τὴν συνέχειαν ἀλλὰ θρύπτεται καὶ ἀπολείπει, πλῆθος οὐκ ἔχουσα φωτὸς ὥστε μὴ διασπᾶσθαι περὶ τὰς ἀνωμαλίας καὶ τραχύτητας; ἀπὸ μὲν γὰρ ὕδατος καὶ τῶν ἄλλων ἐσόπτρων ἰσχύουσαν ἔτι τῆς ἀρχῆς ἐγγὺς οὖσαν ἐπὶ τὸν ἥλιον ἅλλεσθαι τὴν ἀνάκλασιν οὐκ ἀδύνατόν ἐστιν· ἀπὸ δὲ τῆς σελήνης, κἂν γίγνωνταί τινες ὀλισθήσεις αὐτῆς, ἀσθενεῖς ἔσονται καὶ ἀμυδραὶ καὶ προαπολείπουσαι διὰ τὸ μῆκος τῆς ἀποστάσεως, καὶ γὰρ ἄλλως τὰ μὲν κοῖλα τῶν ἐσόπτρων εὐτονωτέραν ποιεῖ τῆς προηγουμένης αὐγῆς τὴν ἀνακλωμένην, ὥστε καὶ φλόγας ἀναπέμπειν πολλάκις· τὰ δὲ κυρτὰ καὶ τὰ σφαιροειδῆ τῷ μὴ πανταχόθεν ἀντερείδειν ἀσθενῆ καὶ ἀμαυράν. […] ὁρᾶτε δήπουθεν, ὅταν ἴριδες δύο φανῶσι, νέφους νέφος ἐμπεριέχοντος, ἀμαυράν ποιοῦσαν καὶ ἀσαφῆ τὰ χρώματα τὴν περιέχουσαν τὸ γὰρ ἐκτὸς νέφος ἀπωτέρω τῆς ὄψεως κείμενον οὐκ εὔτονον οὐδʼ ἰσχυρὰν τὴν ἀνάκλασιν ἀποδίδωσι. καὶ τί δεῖ πλείονα λέγειν; ὅπου γὰρ τὸ τοῦ ἡλίου φῶς ἀνακλώμενον ἀπὸ τῆς σελήνης τὴν μὲν θερμότητα πᾶσαν ἀποβάλλει, τῆς δὲ λαμπρότητος αὐτοῦ λεπτὸν ἀφικνεῖται μόλις πρὸς ἡμᾶς καὶ ἀδρανὲς λείψανον· ἦπου τῆς ὄψεως τὸν ἴσον φερομένης δίαυλον ἐνδέχεται μόριον ὁτιοῦν λείψανον ἐξικέσθαι πρὸς τὸν ἣλιον ἀπὸ τῆς σελήνης; ἐγὼ μὲν οὐκ οἶμαι. σκοπεῖτε δʼ εἶπον καὶ ὑμεῖς· εἰ ταὐτὰ πρὸς τὸ ὕδωρ καὶ τὴν σελήνην ἔπασχεν ἡ ὄψις, ἔδει καὶ γῆς καὶ φυτῶν καὶ ἀνθρώπων καὶ ἄστρων ἐμφάσεις ποιεῖν τὴν πανσέληνον, οἵας τὰ λοιπὰ ποιεῖται τῶν ἐσόπτρων· εἰ δʼ οὐ γίγνονται πρὸς ταῦτα τῆς ὄψεως ἀνακλάσεις διʼ ἀσθένειαν αὐτῆς ἢ τραχύτητα τῆς σελήνης, μηδὲ πρὸς τὸν ἣλιον ἀπαιτῶμεν.
But this, said I, seems rather to refute and check the reflection and reverberation which is said to rebound from the moon; because those who are within retorted rays do not only see that which is enlightened, but also that which enlightens. For when, at the resulting of light from water upon a wall, the sight falls upon the place which is thus illuminated by the reflection, the eye there beholds three things, to wit, the ray or light that is driven back, the water which makes the reflection, and the sun himself, whose light, falling on the superficies of the water, is repulsed and sent back. This being confessed, as what is evidently seen, it is required of those who say that the earth is enlightened from the moon by the reflections of the sun’s rays upon it, that they show us by night the sun appearing upon the superficies of the moon, in the same manner as he may be seen by day appearing in the water on which he shines when there is the said reflection of his beams. But since the sun does not so appear, they thence infer that the moon receives her illumination by some other means, and not by reflection; and if there is no reflection, the moon then is not earth.
What answer then is to be made them, said Apollonides? For the argument of this objection against reflection is common also to us.
It is indeed, answered I, in some sort common, and in some sort not. But first consider the comparison, how perversely and against the stream they take it. For the water is here below on the earth, and the moon there above in heaven. So that the reflected and reverberated rays make the form of their angles quite opposite one to the other, the one having their point upwards towards the superficies of the moon, and the other downwards toward the earth. Let them not then require that from every form of mirror, nor that from every distance and remoteness, there should be a like and semblable reflection; for so doing, they would repugn notorious and apparent evidence. And as for those who hold the moon to be a body not smooth, even, and subtile as the water, but solid, massy, and terrestrial, I cannot conceive why they should require to see the image of the sun in her as in a glass. For neither does mill itself render such peculiar images, nor cause reflection of the sight, by reason of the inequality and ruggedness of its parts. How then is it possible that the moon should send back the sight from her superficies, as mirrors do that are more polished? And if in these also there is any scratch, filth, or dulness on their superficies whence the reflected sight is wont to receive a form, they are dimmed, and although the mirrors may be seen, they yield no counterlight. He then who requires that either the sun should appear in the moon, or else the moon should not reflect the sun’s light to us, might as well require that the eye be the sun, the sight light, and man heaven. For it is probable, that the reflection of the sun’s beams which is made upon the moon does, by reason of their vehemence and great brightness, rebound with a stroke upon us. But our sight being weak and slender, what wonder is it, if it neither give such a stroke as may rebound, or if it rebounds, that it does not maintain its continuity, but is broken and fails, as not having such abundance of light that it should not disgregate and be dissipated within those inequalities and asperities? For it is not impossible, that the reflection upon water or other sorts of mirrors, being yet strong, powerful, and near its origin, should from thence return upon the eye; but though there may perhaps from the moon be some glimmerings, yet they still will be weak and obscure, and will fail in the way, by reason of so long a distance. For otherwise hollow and concave mirrors send back the reverberated and reflected rays stronger than they came, so that they frequently burn and set on fire; and those that are convex and embossed like a bowl, because they beat them not back on all sides, render them dark and feeble. You see for certain, when two rainbows appear together in the heaven, one cloud comprehending another, that the rainbow which outwardly environs the other yields dim colors, and such as are not sufficiently distinguished and expressed, because the exterior cloud, being more remote, makes not a strong and forcible reflection. And what needs there any more to be said, seeing that the very light of the sun, reverberated and sent back by the moon, loses all its heat; and of his brightness, there comes to us with much ado but a small remainder, and that very languishing and weak? Is it then possible, that our sight, turning the same course, should bring back any part of the solar image from the moon? I for my part think it is not. But consider, I said, yourselves, that if our sight were in one and the same manner affected and disposed towards the water and towards the moon, the full moon would of necessity represent to us the images of the earth, plants, men, and stars, as is done by the water and all other sorts of mirrors. And if there is no such reflection of our sight as to bring us back these images, either by reason of our said sight’s weakness, or through the rugged inequality of the moon’s superficies, let us no longer require that it should rebound against the sun.
ἡμεῖς μὲν οὖν ἔφην ὅσα μὴ διαπέφευγε τὴν μνήμην τῶν ἐκεῖ λεχθέντων, ἀπηγγέλκαμεν ὥρα δὲ καὶ Σύλλαν παρακαλεῖν, μᾶλλον δʼ ἀπαιτεῖν τὴν διήγησιν, οἷον ἐπὶ ῥητοῖς ἀκροατὴν γεγενημένον· νʼ ὥστε, εἰ δοκεῖ, καταπαύσαντες τὸν περίπατον, καὶ καθίσαντες ἐπὶ τῶν βάθρων ἑδραῖον αὐτῷ παράσχωμεν ἀκροατήριον. ἔδοξε δὴ ταῦτα, καὶ καθισάντων ἡμῶν, ὁ Θέων ἐγώ τοι, ὦ Λαμπρία εἶπεν ἐπιθυμῶ μὲν οὐδενὸς ἧττον ὑμῶν ἀκοῦσαι τὰ λεχθησόμενα, πρότερον δʼ ἂν ἡδέως ἀκούσαιμι περὶ τῶν οἰκεῖν λεγομένων ἐπὶ τῆς σελήνης, οὐκ εἰ κατοικοῦσί τινες ἀλλʼ εἰ δυνατὸν ἐκεῖ κατοικεῖν· εἰ γὰρ οὐ δυνατόν, ἄλογον καὶ τὸ γῆν εἶναι τὴν σελήνην δόξει γὰρ πρὸς οὐδὲν ἀλλὰ μάτην γεγονέναι μήτε καρποὺς ἐκφέρουσα μήτε ἀνθρώποις τισὶν ἕδραν παρέχουσα καὶ γένεσιν καὶ δίαιταν ὧν ἕνεκα καὶ ταύτην γεγονέναι φαμὲν κατὰ Πλάτωνα τροφὸν ἡμετέραν ἡμέρας τε καὶ νυκτὸς ἀτρεκῆ φύλακα καὶ δημιουργόν. ὁρᾷς δʼ ὅτι πολλὰ λέγεται καὶ σὺν γέλωτι καὶ μετὰ σπουδῆς περὶ τούτων. τοῖς μὲν γὰρ ὑπὸ τὴν σελήνην οἰκοῦσιν ὥσπερ Ταντάλοις ὑπὲρ κεφαλῆς ἐκκρέμασθαί φασι, τοὺς δʼ οἰκοῦντας αὖ πάλιν ἐπʼ αὐτῆς ὥσπερ Ἰξίονας ἐνδεδεμένους, ῥύμῃ τόση καίτοι μίαν οὐ κινεῖται κίνησιν, ἀλλʼ, ὥς που καὶ λέγεται, Τριοδῖτίς ἐστιν, ἅμα μῆκος ἐπὶ τοῦ ζῳδιακοῦ καὶ πλάτος ἐπιφερομένη καὶ βάθος· ὧν τὴν μὲν περιδρομὴν τὴν δʼ ἕλικα τὴν δʼ οὐκ οἶδα πῶς ἀνωμαλίαν ὀνομάζουσιν οἱ μαθηματικοί, καίπερ οὐδὲν ἀνώμαλον οὐδὲ τεταραγμένον ταῖς ἀποκαταστάσεσιν ὁρῶντες ἔχουσαν. οὔκουν εἰ λέων τις ἔπεσεν ὑπὸ ῥύμης εἰς Πελοπόννησον, ἄξιόν ἐστι θαυμάζειν· ἀλλʼ ὅπως οὐ μυρίʼ ὁρῶμεν ἀεὶ πεσήματʼ ἀνδρῶν κἀπολακτισμοὺς βίων ἐκεῖθεν οἷον ἐκκυβιστώντων Καὶ περιτρεπόντων. καὶ μὴν γελοῖον περὶ μονῆς τῶν ἐκεῖ διαπορεῖν, εἰ μὴ γένεσιν μηδὲ σύστασιν ἔχειν δύνανται. ὅπου γὰρ Αἰγύπτιοι καὶ Τρωγλοδῦται, οἷς ἡμέρας μιᾶς ἀκαρὲς ἵσταται κατὰ κορυφὴν ὁ ἥλιος ἐν τροπαῖς εἶτʼ ἄπεισιν, ὀλίγον ἀπέχουσι τοῦ κατακεκαῦσθαι ξηρότητι τοῦ περιέχοντος· ἦπου τοὺς ἐπὶ τῆς σελήνης εἰκός ἐστι δώδεκα θερείας ὑπομένειν ἔτους ἑκάστου, κατὰ μῆνα τοῦ ἡλίου πρὸς κάθετον αὐτοῖς ἐφισταμένου καὶ στηρίζοντος, ὅταν πανσέληνος; πνεύματά γε μὴν καὶ νέφη καὶ ὄμβρους, ὧν χωρὶς οὔτε γένεσις φυτῶν ἔστιν οὔτε σωτηρία γενομένοις, ἀμήχανον ἐκεῖ διανοηθῆναι συνιστάμενα διὰ θερμότητα καὶ λεπτότητα τοῦ περιέχοντος· οὐδὲ· γὰρ ἐνταῦθα τῶν ὀρῶν τὰ ὑψηλὰ δέχεται τοὺς ἀγρίους καὶ ἐναντίους χειμῶνας· ἀλλʼ […] ἤδη καὶ σάλον ἔχων ὑπὸ κουφότητος ὁ ἀὴρ ἐκφεύγει τὴν σύστασιν ταύτην καὶ πύκνωσιν εἰ μὴ νὴ Δία φήσομεν, ὥσπερ ἡ Ἀθηνᾶ τῷ Ἀχιλλεῖ νέκταρός τι καὶ ἀμβροσίας ἐνέσταξε μὴ προσιεμένῳ τροφήν, οὕτω τὴν σελήνην, Ἀθηνᾶν λεγομένην καὶ οὖσαν, τρέφειν τοὺς ἄνδρας, ἀμβροσίαν ἀνιεῖσαν αὐτοῖς ἐφημέριον, ὡς Φερεκύδης ὁ παλαιὸς οἴεται σιτεῖσθαι τοὺς θεούς. τὴν μὲν γὰρ Ἰνδικὴν ῥίζαν, ἥν φησι Μεγασθένης τοὺς μήτʼ ἐσθίοντας μήτε πίνοντας ἀλλʼ εὐστόμους ὄντας ὑποτύφειν καὶ θυμιᾶν καὶ τρέφεσθαι τῇ ὀσμῇ, πόθεν ἄν τις ἐκεῖ φυομένην λάβοι, μὴ βρεχομένης τῆς σελήνης;
We have then, said I, related, as far as our memory would carry it away, whatever was there said. It is now time to desire Sylla, or rather to exact of him, that he would make us his narration, as being on such condition admitted to hear all this discourse. If you think good therefore, let us give over walking, and sitting down on these seats, make him a quiet and settled audience.
Every one approved this motion. And therefore, when we had seated ourselves, Theon thus began: I am indeed, O Lamprias, as desirous as any of you can be to hear what shall be said; but I would gladly first understand something concerning those who are said to dwell in the moon; not whether there are any persons inhabiting it, but whether it is impossible there should be any; for if it is not possible for the moon to be inhabited, it is also unreasonable to say that she is earth; otherwise she would have been created in vain and to no end, not bearing any fruits, not affording a place for the birth or education of any men, for which causes and ends this earth wherein we live was made and created, being (as Plato says) our nurse and true guardian, producing and distinguishing the day from the night. Now you know, that of this matter many things have been said, as well merrily and in jest as seriously and in earnest. For of those who dwell under the moon, it is said that she hangs over their heads, as if they were so many Tantaluses; and on the contrary, of those who inhabit her, that being tied and bound to her, like a sort of Ixious, they are with violence turned and whirled about. Nor is the moon indeed moved by one only motion, but is, as they were wont to call her, Trivia, or Three-wayed; performing her course together according to length, breadth, and depth in the Zodiac; the first of which motions mathematicians call a direct revolution, the second volutation, or an oblique winding and wheeling in and out; and the third (I know not why) an inequality; although they see that she has no motion uniform, settled, and certain, in all her circuits and reversions. Wherefore it is not greatly to be admired, if through violence of her motion there sometime fell a lion from her into Peloponnesus, but it is rather to be wondered, that we do not daily see ten thousand falls of men and women and shocks of other animals tumbling down thence with their heels upwards on our heads; for it would be a mockery to dispute about their habitation there, if they can have there neither birth nor existence. For seeing the Egyptians and the Troglodytes, over whose heads the sun directly stands only one moment of one day in the solstice, and then presently retires, can hardly escape being burnt, by reason of the air’s excessive dryness; is it credible that those who are in the moon can bear every year twelve solstices, the sun being once a month just in their zenith, when the moon is full? As for winds, clouds, and showers, without which the plants can neither come up nor, when they are come up, be preserved, it cannot be so much as imagined there should be any, where the ambient air is so hot, dry, and subtile; since even here below, the tops of mountains never feel those hard and bitter winters, but the air, being there pure and clear, without any agitation, by reason of its lightness, avoids all that thickness and concretion which is amongst us; unless, by Jupiter, we will say that, as Minerva instilled nectar and ambrosia into the mouth of Achilles, when he received no other food, so the moon, which both is called and indeed is Minerva, nourishes men, producing for them and sending them every day ambrosia, with which, as old Pherecydes was wont to say, the Gods themselves are fed. For as touching that Indian root, which, as Megasthenes says, some people in those parts, who neither eat nor drink, but have pure mouths, burn and smoke, living on the smell of its perfume; whence should they have any of it there, the moon not being watered or refreshed with rain?