Plutarch · Consolation to Apollonius Παραμυθητικὸς πρὸς Ἀπολλώνιον

Plutarch, Consolation to Apollonius 1–5: The death of Apollonius' son; grief in moderation; the changes of fortune

The writer says that he fell ill with grief at the death of Apollonius' son and now, when the first shock has passed, offers comfort with soft words. He argues that sorrow at a son's death is natural and that the unfeeling insensibility some boast of is neither possible nor desirable, but that excessive grief is as faulty as none. He points out that life brings many changes of fortune, as the harvest of trees and the seas show.

Sections 1–5 · 1391 words · click a number to copy its link

καὶ πάλαι σοι συνήλγησα καὶ συνηχθέσθην, Ἀπολλώνιε, ἀκούσας περὶ τῆς τοῦ προσφιλεστάτου πᾶσιν ἡμῖν υἱοῦ σου προώρου μεταλλαγῆς τοῦ βίου, νεανίσκου κοσμίου πάνυ καὶ σώφρονος; καὶ διαφερόντως τά τε πρὸς θεοὺς καὶ τὰ πρὸς γονεῖς καὶ φίλους ὅσια καὶ δίκαια διαφυλάξαντος. τότε μὲν οὖν ὑπὸ τὸν τῆς τελευτῆς καιρὸν ἐντυγχάνειν σοι καὶ παρακαλεῖν ἀνθρωπίνως φέρειν τὸ συμβεβηκὸς ἀνοίκειον ἦν, παρειμένον τό τε σῶμα καὶ τὴν ψυχὴν ὑπὸ τῆς,· παραλόγου συμφορᾶς, καὶ συμπαθεῖν δʼ ἦν 10 ἀναγκαῖον οὐδὲ γὰρ οἱ βέλτιστοι τῶν ἰατρῶν πρὸς τὰς ἀθρόας τῶν ῥευμάτων ἐπιφορὰς εὐθὺς· προσφέρουσι τὰς διὰ τῶν φαρμάκων βοηθείας, ἀλλʼ ἐῶσι τὸ βαρῦνον τῆς φλεγμονῆς δίχα τῆς τῶν ἔξωθεν περιχρίστων ἐπιθέσεως αὐτὸ διʼ αὑτοῦ λαβεῖν πέψιν.

As soon, Apollonius, as I heard the news of the untimely death of your son, who was very dear to us all, I fell sick of the same grief with you, and shared your misfortune with all the tenderness of sympathy. For he was a sweet and modest young man, devout towards the Gods, obedient to his parents, and obliging to his friends; indeed doing all things that were just. But when the tears of his funeral were scarcely dry, I thought it a time very improper to call upon you and put you in mind that you should bear this accident like a man; for when this unexpected affliction made you languish both in body and mind, I considered then that compassion was more seasonable than advice. For the most skilful physicians do not put a sudden stop to a flux of humors, but give them time to settle, and then foment the swelling by softening and bringing it to a head with medicines outwardly applied.

ἐπεὶ δὲ νῦν καὶ χρόνος ὁ πάντα πεπαίνειν εἰωθὼς ἐγγέγονε τῇ συμφορᾷ καὶ ἡ περὶ σὲ διάθεσις ἀπαιτεῖν ἔοικε τὴν παρὰ τῶν φίλων βοήθειαν, καλῶς ἔχειν ὑπέλαβον τῶν παραμυθητικῶν σοι μεταδοῦναι λόγων πρὸς ἄνεσιν τῆς λύπης καὶ παῦλαν τῶν πενθικῶν καὶ ματαίων ὀδυρμῶν. ψυχῆς γὰρ νοσούσης εἰσὶν ἰατροὶ λόγοι, / ὅταν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ. / κατὰ γὰρ τὸν σοφὸν Εὐριπίδην ἄλλο δὲ γʼ ἐπʼ ἄλλῃ φάρμακον κεῖται νόσῳ· / λυπουμένῳ μὲν μῦθος εὐμενὴς φίλων, / ἄγαν δὲ μωραίνοντι νουθετήματα / πολλῶν γὰρ ὄντων ψυχικῶν παθῶν, ἡ λύπη τὸ χαλεπώτατον πέφυκεν εἶναι πάντων· διὰ λύπην γάρ φασὶ καὶ μανίαν γίγνεσθαι πολλοῖς καὶ νοσήματʼ οὐκ ἰάσιμα, / αὑτούς τʼ ἀνῃρήκασι διὰ λύπην τινές /

So now that a competent time is past—time which brings all things to maturity—since the first surprise of your calamity, I believed I should do an acceptable piece of friendship, if I should now comfort you with those reasons which may lessen your grief and silence your complaints. Soft words alleviate a wounded heart, / If you in time will mitigate the smart. / Euripides hath said wisely to this purpose:— Our applications should suited be / Unto the nature of the malady; / Of sorrow we should wipe the tender eyes, / But the immoderate weeper should chastise / For of all the passions which move and afflict the mind of man, sorrow in its nature is the most grievous; in some they say it hath produced madness, others have contracted incurable diseases, and some out of the vehemence of it have laid violent hands upon themselves.

τὸ μὲν οὖν ἀλγεῖν καὶ δάκνεσθαι τελευτήσαντος υἱοῦ φυσικὴν ἔχει τὴν ἀρχὴν τῆς λύπης, καὶ οὐκ ἐφʼ ἡμῖν. οὐ γὰρ ἔγωγε συμφέρομαι τοῖς ὑμνοῦσι τὴν ἄγριον καὶ σκληρὰν ἀπάθειαν, ἔξω καὶ τοῦ δυνατοῦ καὶ τοῦ συμφέροντος οὖσαν· ἀφαιρήσεται γὰρ ἡμῶν αὕτη τὴν ἐκ τοῦ φιλεῖσθαι καὶ φιλεῖν εὔνοιαν, ἣν παντὸς μᾶλλον διασῴζειν ἀναγκαῖον. τὸ δὲ πέρα τοῦ μετρίου παρεκφέρεσθαι καὶ συναύξειν τὰ πένθη παρὰ φύσιν εἶναί φημι καὶ ὑπὸ τῆς ἐν ἡμῖν φαύλης γίγνεσθαι δόξης. διὸ καὶ τοῦτο μὲν ἐατέον ὡς βλαβερὸν καὶ φαῦλον καὶ σπουδαίοις ἀνδράσιν ἥκιστα πρέπον, τὴν δὲ μετριοπάθειαν οὐκ ἀποδοκιμαστέον. μὴ γὰρ νοσοῖμεν φησὶν ὁ ἀκαδημαϊκὸς Κράντωρ, νοσήσασι δὲ παρείη τις αἴσθησις, εἴτʼ οὖν τέμνοιτό τι τῶν ἡμετέρων εἴτʼ ἀποσπῷτο. τὸ γὰρ ἀνώδυνον τοῦτʼ οὐκ ἄνευ μεγάλων ἐγγίγνεται μισθῶν τῷ ἀνθρώπῳ· τεθηριῶσθαι γὰρ εἰκὸς ἐκεῖ μὲν σῶμα τοιοῦτον ἐνταῦθα δὲ ψυχήν.

Therefore to be sad, even to an indisposition, for the death of a son proceeds from a principle of nature, and it is out of our power to prevent it. I dislike those who boast so much of hard and inflexible temper which they call apathy, it being a disposition which never happens and never could be of use to us; for it would extinguish that sociable love we ought to have for one another, and which it is so necessary above all things to preserve. But to mourn excessively and to accumulate grief I do affirm to be altogether unnatural, and to result from a depraved opinion we have of things; therefore we ought to shun it as destructive in itself, and unworthy of a virtuous man; but to be moderately affected by grief we cannot condemn. It were to be wished, saith Crantor the Academic, that we could not be sick at all; but when a distemper seizeth us, it is requisite we should have sense and feeling in case any of our members be plucked or cut off. For that talked of apathy can never happen to a man without great detriment; for as now the body, so soon the very mind would be wild and savage.

οὔτʼ οὖν ἀπαθεῖς ἐπὶ τῶν τοιούτων συμφορῶν ὁ λόγος ἀξιοῖ γίγνεσθαι τοὺς εὖ φρονοῦντας οὔτε δυσπαθεῖς· τὸ μὲν γὰρ ἄτεγκτον καὶ θηριῶδες, τὸ δʼ ἐκλελυμένον καὶ γυναικοπρεπές. εὐλόγιστος δʼ ὁ τὸν οἰκεῖον ὅρον ἔχων καὶ δυνάμενος φέρειν δεξιῶς τά τε προσηνῆ καὶ τὰ λυπηρὰ τῶν ἐν τῷ βίῳ συμβαινόντων, καὶ προειληφὼς ὅτι καθάπερ ἐν δημοκρατίᾳ κλῆρός ἐστι τῶν ἀρχῶν καὶ δεῖ λαχόντα μὲν ἄρχειν ἀπολαχόντα δὲ φέρειν ἀνεπαχθῶς τὴν τύχην, οὕτω καὶ τῇ διανομῇ τῶν πραγμάτων ἀνεγκλήτως καὶ πειθηνίως ἕπεσθαι. τοῦτο γὰρ οἱ μὴ δυνάμενοι ποιεῖν οὐδὲ τὰς εὐπραγίας ἂν ἐμφρόνως φέρειν δύναιντο καὶ μετρίως. τῶν μὲν γὰρ καλῶς λεγομένων ἐστὶν ἐν ὑποθήκης μέρει καὶ τοῦτο μηδʼ εὐτύχημα μηδὲν ὧδʼ ἔστω μέγα, / ὃ σʼ ἐξεπαρεῖ μεῖζον ἢ χρεὼν φρονεῖν, / μηδʼ ἄν τι συμβῇ δυσχερές, δουλοῦ πάλιν, / ἀλλʼ αὑτὸς αἰεὶ μίμνε, τὴν σαυτοῦ φύσιν / σῴζων βεβαίως, ὥστε χρυσὸς ἐν πυρὶ / πεπαιδευμένων δʼ ἐστὶ καὶ σωφρόνων ἀνδρῶν πρὸς τε τὰς δοκούσας εὐτυχίας τὸν αὐτὸν εἶναι, καὶ πρὸς τὰς ἀτυχίας φυλάξαι γενναίως τὸ πρέπον. τῆς γὰρ εὐλογιστίας ἔργον ἐστὶν ἢ φυλάξασθαι τὸ κακὸν ἐπιφερόμενον ἢ διορθώσασθαι γενόμενον ἢ συστεῖλαι πρὸς τὸ βραχύτατον ἢ παρασκευάζειν αὑτῷ τὴν ὑπομονὴν ἄρρενα καὶ γενναίαν. καὶ γὰρ περὶ τἀγαθὸν ἡ φρόνησις πραγματεύεται τετραχῶς, ἢ κτωμένη τἀγαθὰ ἢ φυλάττουσα ἢ αὔξουσα ἢ χρωμένη δεξιῶς οὗτοι τῆς φρονήσεως καὶ τῶν ἄλλων ἀρετῶν εἰσι κανόνες, οἷς πρὸς ἀμφότερα χρηστέον. οὐκ ἔστιν γὰρ ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ / καὶ νὴ Δία· τό τοι χρεὼν οὐκ ἔστι μὴ χρεὼν ποιεῖν /

Therefore in such accidents, it is but reasonable that they who are in their right senses should avoid both extremes, of being without any passion at all and of having too much; for as the one argues a mind that is obstinate and fierce, so the other doth one that is soft and effeminate.

He therefore hath cast up his accounts the best, who, confining himself within due bounds, hath such ascendant over his temper, as to bear prosperous and adverse fortune with the same equality, whichsoever it is that happens to him in this life. He puts on those resolutions as if he were in a popular government where magistracy is decided by lot; if it luckily falls to his share, he obeys his fortune, but if it passeth him, he doth not repine at it. So we must submit to the dispensation of human affairs, without being uneasy and querulous. Those who cannot do this want prudence and steadiness of mind to bear more happy circumstances; for amongst other things which are prettily said, this is one remarkable precept of Euripides:— If Fortune prove extravagantly kind, / Above its temper do not raise thy mind; / If she disclaims thee like a jilting dame, / Be not dejected, but be still the same, / Like gold unchanged amidst the hottest flame. /

For it is the part of a wise and well-educated man, not to be transported beyond himself with any prosperous events, and so, when the scene of fortune changeth, to observe still the comeliness and decency of his morals. For it is the business of a man that lives by rule, either to prevent an evil that threatens him, or, when it is come, to qualify its malignity and make it as little as he can, or put on a masculine brave spirit and so resolve to endure it. For there are four ways that prudence concerns herself about any thing that is good; she is either industrious to acquire or careful to preserve, she either augments or useth it well. These are the measures of prudence, and consequently those of all other virtues, by which we ought to square ourselves in either fortune. For no man lives who always happy is. /

And, by Jove, you should not hinder what ought to be done,— Those things which in their nature ought to be. /

ὥσπερ γὰρ ἐν φυτοῖς ποτὲ μὲν πολυκαρπίαι γίγνονται ποτὲ δʼ ἀκαρπίαι, καὶ ἐν ζῴοις ποτὲ μὲν πολυγονίαι ποτὲ δὲ καὶ ἀγονίαι, καὶ ἐν θαλάττῃ εὐδίαι τε καὶ χειμῶνες, οὕτω καὶ ἐν βίῳ πολλαὶ καὶ ποικίλαι περιστάσεις γιγνόμεναι πρὸς τὰς ἐναντίας περιάγουσι τοὺς ἀνθρώπους τύχας. εἰς ἃς διαβλέψας ἄν τις οὐκ ἀπεικότως εἴποι οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς, / Ἀγάμεμνον, Ἀτρεύς. / δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι· / θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς, / τὰ θεῶν οὕτω βουλόμενʼ ἔσται / καὶ τὸ ὑπὸ Μενάνδρου ῥηθὲν εἰ γὰρ ἐγένου σύ, τρόφιμε, τῶν πάντων μόνος, / ὅτʼ ἔτικτεν ἡ μήτηρ σʼ, ἐφʼ ᾧ τε διατελεῖν / πράσσων ἃ βούλει καὶ διευτυχῶν ἀεί, / καὶ τοῦτο τῶν θεῶν τις ὡμολόγησέ σοι, / ὀρθῶς ἀγανακτεῖς· ἔστι γάρ σʼ ἐψευσμένος, / ἄτοπόν τε πεποίηκʼ εἰ δʼ ἐπὶ τοῖς αὐτοῖς νόμοις / ἐφʼ οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα / τὸν κοινόν, ἵνα σοι καὶ τραγικώτερον λαλῶ, / οἰστέον ἄμεινον ταῦτα καὶ λογιστέον. / τὸ δὲ κεφάλαιον τῶν λόγων, ἄνθρωπος εἶ, / οὗ μεταβολὴν θᾶττον πρὸς ὕψος καὶ πάλιν / ταπεινότητα ζῷον οὐδὲν λαμβάνει. / καὶ μάλα δικαίως· ἀσθενέστατον γὰρ ὂν / φύσει μεγίστοις οἰκονομεῖται πράγμασιν, / ὅταν πέσῃ δέ, πλεῖστα συντρίβει καλά. / σὺ δʼ οὔθʼ ὑπερβάλλοντα τρόφιμʼ ἀπώλεσας / ἀγαθά, τὰ νυνὶ τʼ ἐστὶ μέτριά σοι κακά. / ὥστʼ ἀνὰ μέσον που καὶ τὸ λοιπὸν ὂν φέρε. / ἀλλʼ ὅμως τοιούτων ὄντων τῶν πραγμάτων ἔνιοι διὰ τὴν ἀφροσύνην οὕτως εἰσὶν ἀβέλτεροι καὶ κεναυχεῖς, ὥστε μικρὸν ἐπαρθέντες ἢ διὰ χρημάτων περιουσίαν ἄφθονον ἢ διὰ μέγεθος ἀρχῆς ἢ διά τινας προεδρίας πολιτικὰς ἢ διὰ τιμὰς καὶ δόξας ἐπαπειλεῖν τοῖς ἥττοσι καὶ ἐξυβρίζειν, οὐκ ἐνθυμούμενοι τὸ τῆς· τύχης ἄστατον καὶ ἀβέβαιον, οὐδʼ ὅτι ῥᾳδίως τὰ ὑψηλὰ γίγνεται ταπεινὰ καὶ τὰ χθαμαλὰ πάλιν ὑψοῦται ταῖς ὀξυρρόποις μεθιστάμενα τῆς τύχης μεταβολαῖς. ζητεῖν οὖν ἐν ἀβεβαίοις βέβαιόν τι λογιζομένων ἐστὶ περὶ τῶν πραγμάτων οὐκ ὀρθῶς τροχοῦ γὰρ περιστείχοντος ἄλλοθʼ ἡτέρα / ἁψὶς ὕπερθε γίγνετʼ ἄλλοθʼ ἡτέρα. /

For, as amongst trees some are very thick with fruit, and some bear none at all; amongst living creatures some are very prolific, and some barren; and as in the sea there is alternate vicissitude of calms and tempests, so in human life there are many and various circumstances which distract a man into divers changes of fortune. One considering this matter hath not said much from the purpose:— Think not thyself, O Atreus’ son, forlorn; / Thou always to be happy wast not born. / Even Agamemnon’s self must be a shade, / For thou of frail materials art made. / Sorrow and joy alternately succeed; / ’spite of thy teeth, the Gods have so decreed. / These verses are Menander’s. If thou, O Trophimus, of all mankind, / Uninterrupted happiness couldst find; / If when thy mother brought thee forth with pain, / I)idst this condition of thy life obtain, / That only prosperous gales thy sails should fill, / And all things happen ’cording to thy will; / If any of the Gods did so engage, / Such usage justly might provoke thy rage, / Matter for smart resentment might afford, / For the false Deity did break his word. / But if thou unexcepted saw’st the light, / Without a promise of the least delight, / I say to thee (gravely in tragic style) / Thou ought to be more patient all the while. / In short,—and to say more there’s no one can,— / Which is a name of frailty, thou’rt a man; / A creature more rejoicing is not found, / None more dejected creeps upon the ground. / Though weak, yet he in politics refines, / Involves himself in intricate designs; / With nauseous business he himself doth cloy, / And so the pleasure of his life destroy. / In great pursuits thou never hast been cross’d / No disappointments have thy projects lost; / Nay, such hath been the mildness of thy fate, / Hast no misfortune had of any rate; / If Fortune is at any time severe, / Serene and undisturbed thou must appear. /

But though this be the state of all sublunary things, yet such is the extravagant pride and folly of some men, that if they are raised above the common by the greatness of their riches or functions of magistracy, or if they arrive to any eminent charge in the commonwealth, they presently swell with the titles of their honor, and threaten and insult over their inferiors; never considering what a treacherous Goddess Fortune is, and how easy a revolution it is for things that are uppermost to be thrown down from their height and for humble things to be exalted, and that these changes of Fortune are performed quickly and in the swiftest moments of time. To seek for any certainty therefore in that which is uncertain is the part of those who judge not aright of things:— Like to a wheel that constantly goes round, / One part is up whilst t’other’s on the ground. /

English translation by Matthew Morgan (1874). Original text: William W. Goodwin (ed.), Plutarch's Morals, translated from the Greek by several hands, vol. 1, Boston: Little, Brown and Company; Cambridge: Press of John Wilson and Son, 1874 (Greek text: Gregorius N. Bernardakis, Plutarchi Chaeronensis Moralia, vol. 1, Leipzig: Teubner, 1888, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.