τὰς ἀρχαίας ἱστορίας διὰ τὰ παράδοξα τῆς πράξεως οἱ πλεῖστοι νομίζουσι πλάσματα καὶ μύθους τυγχάνειν· εὑρὼν δʼ ἐγὼ καὶ ἐν τοῖς νῦν χρόνοις γεγονότα ὅμοια τὰ ἐν τοῖς Ῥωμαϊκοῖς καιροῖς συμβεβηκότα ἐξελεξάμην, καὶ ἑκάστῳ πράγματι ἀρχαίῳ νεωτέραν ὁμοίαν διήγησιν ὑπέταξα, ἀναγράψας καὶ τοὺς ἱστορήσαντας ἄνδρας.
Most people are apt to take the histories of former times for mere forgeries and fables, because of many passages in those relations that seem to be very extravagant. But yet, according to my observation, we have had as strange occurrences of a later date in the Roman times as any we have received from antiquity; for proof whereof, I have here matched several stories of the ancients with modern instances, and cited my authorities.
Δᾶτις ὁ Περσῶν σατράπης μετὰ τριάκοντα μυριάδων εἰς Μαραθῶνα παραγενόμενος, πεδίον τῆς Ἀττικῆς, καὶ στρατοπεδευσάμενος πόλεμον τοῖς ἐγχωρίοις κατήγγειλεν Ἀθηναῖοι δὲ τοῦ βαρβαρικοῦ πλήθους καταφρονήσαντες ἐννακισχιλίους ἔπεμψαν, στρατηγοὺς ποιήσαντες Κυνέγειρον Πολύζηλον Καλλίμαχον Μιλτιάδην. συμβληθείσης δὲ τῆς παρατάξεως, Πολύζηλος μὲν ὑπεράνθρωπον φαντασίαν θεασάμενος τὴν ὅρασιν ἀπέβαλε καὶ τυφλὸς ἐγένετο· Καλλίμαχος δὲ πολλοῖς περιπεπαρμένος δόρασι καὶ νεκρὸς ἐστάθη· Κυνέγειρος δὲ Περσικὴν ἀναγομένην ναῦν κατασχὼν ἐχειροκοπήθη. Ἀσδρούβας βασιλεὺς Σικελίαν καταλαβόμενος πόλεμον Ῥωμαίοις κατήγγειλε· Μέτελλος δὲ ὑπὸ τῆς συγκλήτου στρατηγὸς χειροτονηθεὶς ἐγκρατὴς ἐγένετο τῆς νίκης ταύτης, ἐν ᾗ Λεύκιος Γλαύκων εὐγενὴς ἀνήρ, τὴν Ἀσδρούβα κατέχων ναῦν, ἀμφοτέρας ἀπέβαλε τὰς χεῖρας· καθάπερ ἱστορεῖ Ἀριστείδης Μιλήσιος ἐν πρώτῃ Σικελικῶν, παρʼ οὗ τὴν ὑπόθεσιν ἔμαθε Διονύσιος ὁ Σικελιώτης.
Datis, an eminent Persian commander, drew out three hundred thousand men to Marathon, a plain of Attica, where he encamped and declared war against the inhabitants. The Athenians made no reckoning at all of so barbarous a rabble, but sent out nine thousand men against him, under the command of Cynaegirus, Polyzelus, Callimachus, and Miltiades. Upon the joining of battle, Polyzelus was struck blind at the sight of a wonderful apparition; Callimachus’s body was struck through with a great many lances, continuing in an upright posture even when he was dead; Cynaegirus had both his hands cut off upon laying hold of a Persian ship that was endeavoring to get away.
King Asdrubal, having possessed himself of Sicily, proclaimed war against the Romans. Metellus, who was appointed by the Senate to command in chief, overcame him. L. Glauco, a patrician, laid hold of the vessel that Asdrubal was in, and lost both his hands upon it.—Aristides Milesits gives this account in his First Book of the Affairs of Sicily, and Dionysius Siculus had it from him.
Ξέρξης μετὰ πεντακοσίων μυριάδων Ἀρτεμισίῳ προσορμίσας πόλεμον τοῖς ἐγχωρίοις κατήγγειλεν· Ἀθηναῖοι δὲ συγκεχυμένοι κατάσκοπον ἔπεμψαν Ἀγησίλαον, τὸν Θεμιστοκλέους ἀδελφόν, καίπερ Νεοκλέους τοῦ πατρὸς αὐτοῦ κατʼ ὄναρ ἑωρακότος ἀμφοτέρας ἀποβεβληκότα τὰς χεῖρας. παραγενόμενος δὲ εἰς τοὺς βαρβάρους ἐν σχήματι Περσικῷ Μαρδόνιον ἕνα τῶν σωματοφυλάκων ἀνεῖλεν, ὑπολαμβάνων Ξέρξην εἶναι. συλληφθεὶς δὲ πρὸς τῶν πέριξ δέσμιος ἤχθη πρὸς τὸν βασιλέα. βουθυτεῖν δὲ τοῦ προειρημένου μέλλοντος ἐπὶ τῷ τοῦ ἡλίου βωμῷ, τὴν δεξιὰν ἐπέθηκε χεῖρα, καὶ ἀστενάκτως ὑπομείνας τὴν ἀνάγκην τῶν βασάνων ἠλευθερώθη τῶν δεσμῶν εἰπών πάντες ἐσμὲν τοιοῦτοι Ἀθηναῖοι· εἰ δʼ ἀπιστεῖς, καὶ τὴν ἀριστερὰν ἐπιθήσω φοβηθεὶς δὲ ὁ Ξέρξης φρουρεῖσθαι αὐτὸν προσέταξε· καθάπερ ἱστορεῖ Ἀγαθαρχίδης Σάμιος ἐν δευτέρᾳ τῶν Περσικῶν. Πορσίνας Τούσκων βασιλεὺς πέραν ποταμοῦ Θύμβρεως στρατεύσας ἐπολέμησε Ῥωμαίοις, καὶ τὴν ἀπὸ σιτίων φερομένην εὐθηνίαν Ῥωμαίοις μέσην λαβὼν λιμῷ τοὺς προειρημένους ἔτρυχε. τῆς δὲ συγκλήτου συγκεχυμένης, Μούκιος τῶν ἐπισήμων ἀνὴρ λαβὼν τετρακοσίους ἀπὸ τῶν ὑπάτων ὁμήλικας ἐν ἰδιωτικῷ σχήματι τὸν ποταμὸν διῆλθεν. ἰδὼν δὲ τὸν σωματοφύλακα τοῦ τυράννου τὰ ἐπιτήδεια διαδιδόντα τοῖς στρατηγοῖς, ὑπολαβὼν αὐτὸν τὸν Πορσίναν εἶναι ἀνεῖλεν. ἀχθεὶς δʼ ἐπὶ τὸν βασιλέα τοῖς ἐμπύροις ἐπέθηκε τὴν δεξιὰν χεῖρα καὶ στέξας τὰς ἀλγηδόνας εὐψύχως ἐμειδίασεν εἰπών βάρβαρε, λέλυμαι, κἂν μὴ θέλῃς· καὶ ἴσθι ἡμᾶς κατὰ σοῦ τετρακοσίους ὄντας ἐν τῷ στρατοπέδῳ, οἵ σε ἀνελεῖν ζητοῦμεν ὁ δὲ φοβηθεὶς σπονδὰς πρὸς Ῥωμαίους ἐποιήσατο· καθάπερ ἱστορεῖ Ἀριστείδης ὁ Μιλήσιος ἐν τρίτῃ ἱστοριῶν.
Xerxes came with an army of five millions of men to Artemisium, and declared war against the country. The Athenians, in a very great surprise, sent Agesilaus, the brother of Themistocles, to discover the motions of the enemy, notwithstanding a dream of his father Neocles, that his son had lost both his hands. This Agesilaus put himself into a Persian habit, and entered the barbarians’ camp; where, taking Mardonius (an officer of the king’s guards) for Xerxes himself, he killed him. Whereupon he was immediately seized, bound, and carried to Xerxes, who was just then about to sacrifice an ox to the Sun. The fire was kindled upon the altar, and Agesilaus put his right hand into it, without so much as shrinking at the pain. He was ordered upon this to be untied; and told the king that the Athenians were all of the same resolution, and that, if he pleased, he should see him burn his left hand too. This gave Xerxes an apprehension of him, so that he caused him to be still kept in custody,—This I find in Agatharchides the Samian, in the Second Book of his Persian History.
Porsena, a king of Tuscany, encamped himself beyond the Tiber, and made war upon the Romans, cutting off the supplies, till they were brought to great want of provisions. The Senate were at their wits’ end what to do, till Mucius, a nobleman, got leave of the consuls to take four hundred of his own quality to advise with upon the matter. Mucius, upon this, put himself into the habit of a private man, and crossed the river; where finding one of the king’s officers giving orders for the distribution of necessaries to the soldiers, and taking him for the king himself, he slew him. He was taken immediately and carried to the king, where he put his right hand into a fire that was in the room, and with a smile in the middle of his torments,—Barbarian, says he, I can set myself at liberty without asking you leave; and be it known to you, that I have left four hundred men in the camp as daring as myself, that have sworn your death. This struck Porsena with such a terror, that he made peace with the Romans upon it.—Aristides Milesius is my author for this, in the Third Book of his History.
ἀργεῖν καὶ Λακεδαιμονίων ὑπὲρ Θυρεάτιδος χώρας πολεμούντων, οἱ Ἀμφικτύονες ἔκριναν πολεμῆσαι ἑκατέρους καὶ τῶν νικησάντων εἶναι τὴν χώραν. Λακεδαιμόνιοι μὲν οὖν Ὀθρυάδην ἐποίησαν στρατηγὸν Ἀργεῖοι δὲ Θέρσανδρον. πολεμούντων δέ, δύο ἐκ τῶν Ἀργείων περιελείφθησαν, Ἀγήνωρ καὶ Χρόμιος, οἵτινες εἰς τὴν πόλιν ἤγγειλαν τὴν νίκην. ἠρεμίας δʼ ὑπαρχούσης, ὁ Ὀθρυάδης ἐπιζήσας καὶ ἡμικλάστοις δόρασιν ἐπερειδόμενος τὰς τῶν νεκρῶν ἁπάντων ἀσπίδας περιείλετο· καὶ τρόπαιον στήσας ἐκ τοῦ ἰδίου αἵματος ἐπέγραψε Διὶ τροπαιούχῳ καὶ τῶν δύο στάσιν ἐχόντων, οἱ Ἀμφικτύονες αὐτόπται γενόμενοι Λακεδαιμονίους προκρίνουσι· καθάπερ Χρύσερμος ἐν τρίτῳ Πελοποννησιακῶν. Ῥωμαῖοι πρὸς Σαμνίτας πόλεμον ἔχοντες στρατηγὸν ἐχειροτόνησαν Μισθύνιον Ἀμβλιρηνόν. οὗτος κατὰ τὰς καλουμένας φορκούλας Καυδίνας ἔστι δὲ τόπος στενώτατος ἐνεδρευθεὶς τρεῖς ἀπέβαλε λεγεῶνας καὶ αὐτὸς καιρίως τρωθεὶς ἔπεσε. βαθείας δὲ νυκτὸς ὀλίγον ἐπιζήσας, περιείλετο τῶν ἀνῃρημένων πολεμίων τὰς ἀσπίδας, καὶ εἰς τὸ αἷμα τὴν χεῖρα βαπτίσας ἔστησε τρόπαιον ἐπιγράψας Ῥωμαῖοι κατὰ Σαμνιτῶν Διὶ τροπαιούχῳ Μάιος δὲ ὁ ἐπικληθεὶς Λαίμαργος, στρατηγὸς πεμφθεὶς καὶ παραγενόμενος ἐπὶ τὸν τόπον, ἰδὼν τὸ τρόπαιον, τὸν οἰωνὸν ἀσμένως ἐδέξατο· καὶ συμβαλὼν ἐνίκησε καὶ αἰχμάλωτον λαβὼν τὸν βασιλέα εἰς Ῥώμην ἔπεμψεν· ὡς Ἀριστείδης ὁ Μιλήσιος ἐν τρίτῃ Ἰταλικῶν.
There happened a dispute betwixt the Argives and Lacedaemonians about a claim to the possession of Thyreatis. The Amphictyons gave their opinion for a trial of it by battle, so many and so many of a side, and the possession to go to the victor. The Lacedaemonians made choice of Othryades for their captain, and the Argives of Thersander. The battle was fought, and the only two survivors that appeared were Agenor and Chromius, both Argives, who carried their city the news of the victory. In this interim, Othryades, who was not as yet quite dead, made a shift to raise himself by the help of broken lances, gathered the shields of the dead together, and erected a trophy with this inscription upon it in his own blood. To Jupiter the Guardian of Trophies. The controversy still depended, till the Amphictyons, upon an ocular examination of the matter, gave it for the Lacedaemonians.—This is according to Chrysermus, in his Third Book of the Peloponnesian History.
In a war that the Romans had with the Samnites, they made Posthumius Albinus their general. He was surprised in the difficult pass called the Caudine Forks, where he was hemmed in and lost three legions, he himself likewise falling upon the place grievously wounded. In the dead of the night, finding himself near his end, he gathered together the targets of his dead enemies, and raised a trophy with them, which he inscribed with his hand dipped in blood, Erected by the Romans to Jupiter, Guardian of the Trophies, for a victory over the Samnites. But Fabius Gurges, that was despatched away with troops under his command, so soon as he came to the place and saw the trophy, took up an auspicious omen upon it, fought the enemy, and overcame them, took their king prisoner, and sent him to Rome.—This is in the Third Book of Aristides Milesius’s Italian History.
Περσῶν μετὰ πεντακοσίων μυριάδων ἐπὶ τὴν Ἑλλάδα ἐρχομένων, Λεωνίδας ἅμα τριακοσίοις ἐπέμφθη εἰς Θερμοπύλας ὑπὸ Λακεδαιμονίων. εὐωχουμένοις δʼ ἐκεῖ ἐπέκειτο τὸ τῶν βαρβάρων πλῆθος· καὶ ὁ Λεωνίδας εἶπεν ἰδὼν τοὺς βαρβάρους οὕτως ἀριστᾶτε ὡς ἐν ᾍδου δειπνήσοντες. καὶ ὁρμήσας κατὰ τῶν βαρβάρων καὶ πολλοῖς περιπαρεὶς δόρασιν ἀνέβη ἐπὶ τὸν Ξέρξην καὶ τὸ διάδημα ἀφείλετο. οὗ ἀποθανόντος ὁ βάρβαρος τέμνει τὴν καρδίαν καὶ εὗρε δασεῖαν· ὡς Ἀριστείδης ἐν πρώτῃ Περσικῶν. Ῥωμαῖοι πρὸς Ποινοὺς πόλεμον ἔχοντες ἔπεμψαν τριακοσίους καὶ στρατηγὸν Φάβιον Μάξιμον. συμβαλὼν δʼ ἀπέβαλε πάντας, αὐτὸς δὲ καιρίως τρωθεὶς μεθʼ ὁρμῆς ἐπὶ τὸν Ἀννίβαν ἠνέχθη, καὶ καθελὼν τὸ διάδημα συναπέθανεν αὐτῷ, καθάπερ ἱστορεῖ Ἀριστείδης ὁ Μιλήσιος.
Upon the Persians falling into Greece with a body of five millions of men, the Spartans sent out Leonidas with a party of three hundred soldiers to secure the Pass of Thermopylae. As they were at dinner, the barbarians fell in upon them; upon which, Leonidas bade them eat as if they were to sup in another world. Leonidas charged at the head of his men into the body of the barbarians; and after many wounds received, got up to Xerxes himself, and took his crown from his head. He lost his life in the attempt, and Xerxes causing him to be cut up when he was dead, found his heart all hairy.—Aristides, in the First Book of his Persian History.
In the Punic war the Romans sent out three hundred men under the command of Fabius Maximus, where they were all lost; and he himself, after he had received a mortal wound, assaulting Hannibal, took his diadem from his head, and died in the action. According to Aristides Milesius.
κατὰ Κελαινὰς πόλιν τῆς Φρυγίας χάσμα μεθʼ ὕδατος γενόμενον πολλὰς οἰκίας αὐτάνδρους εἰς τὸν βυθὸν εἵλκυσε. Μίδας δὲ ὁ βασιλεὺς χρησμὸν ἔλαβεν, ἐὰν τὸ τιμιώτατον ἐμβάλῃ, συνελεύσεσθαι· ὁ δὲ χρυσὸν καὶ ἄργυρον ἐμβαλὼν οὐδὲν ἐβοήθησεν. Ἄγχουρος δὲ υἱὸς τοῦ Μίδα λογισάμενος μηδὲν εἶναι τιμιώτερον ἐν βίῳ ψυχῆς ἀνθρωπίνης, δοὺς περιπλοκὰς τῷ γεννήσαντι καὶ τῇ γυναικὶ Τιμοθέᾳ, ἔφιππος εἰς τὸν τόπον τοῦ χάσματος ἠνέχθη. συνελθούσης δὲ τῆς γῆς, χρύσεον βωμὸν ἐποίησεν Ἰδαίου Διὸς ἁψάμενος τῇ χειρί. οὗτος ὁ βωμὸς περὶ ἐκεῖνον τὸν καιρόν, ἐν ᾧ τὸ χάσμα συνέβη γενέσθαι, λίθος γίνεται τῆς δὲ ὡρισμένης προθεσμίας παρελθούσης, χρύσεος ὁρᾶται· ὡς Καλλισθένης ἐν δευτέρῳ Μεταμορφώσεων. διὰ μέσης τῆς ἀγορᾶς ῥέων ὁ Τίβερις διὰ μῆνιν Ταρσίου Διὸς μέγιστον ἀπέρρηξε χῶμα καὶ πολλὰς οἰκίας ἐβύθισε· χρησμὸς δʼ ἐδόθη λήξεσθαι, ἐὰν τὸ τίμιον ἐμβάλωσι. τῶν δὲ χρυσὸν καὶ ἄργυρον ἐμβαλόντων, Κούρτιος τῶν ἐπισήμων νέος τὸν χρησμὸν νοήσας καὶ λογισάμενος τὴν ψυχὴν τιμιωτέραν, ἔφιππον ἑαυτὸν ἔρριψεν εἰς τὸ χάσμα καὶ τοὺς οἰκείους ἐξέσῳσε τῶν κακῶν· ὡς Ἀριστείδης ἐν τεσσαρακοστῷ Ἰταλικῶν.
There was a terrible earthquake, with a wonderful eruption of water, at Celaenae, a city of Phrygia, that swallowed up a great many houses, people and all. Midas upon this consults the oracle, which gave him for answer, that if he would cast into that gulf the most precious thing that he had in the world, the earth should close again. Whereupon he threw in a mass of gold and silver; but never the better. This put it in the head of Anchurus, the son of Midas, to consider, that the most precious thing in Nature is the life and soul of a man; so that he went presently and embraced his father and his wife Timothea, mounted his horse, and leaped into the abyss. The earth closed upon it, and Midas raised a golden altar in the place, laid his hand upon it, and dedicated it TO JUPITER IDAEUS. This altar becomes stone at that time of the year when it was usual to have these eruptions; and after that season was over, it is turned to gold again.— My author is Callisthenes, in his Second Book of Transformations.
The River Tiber, in its course over the Forum, opened a huge cavity in the ground, so that a great many houses were buried in it. This was looked upon as a judgment upon the place, from Jupiter Tarsius; who, as the oracle told them, was not to be appeased without throwing into it what they held most valuable. So they threw a quantity of gold and silver into it. But Curtius, one of the bravest young men they had, gave a better guess at the mind of the oracle; and reflecting upon it, that the life of a man was much more excellent than treasure, took his horse and plunged himself into the gulf, and so redeemed his country.—Aristides, in the Fortieth Book of his Italian History.
τῶν ἅμα Πολυνείκει εὐωχουμένων λοχαγῶν ἀετὸς καταπτὰς τὸ Ἀμφιάρεω ἐβάστασε δόρυ εἰς ὕψος καὶ εἴασε· τὸ δὲ παγὲν ἐν γῇ δάφνη ἐγένετο. τῇ δʼ ὑστεραίᾳ πολεμούντων, κατʼ ἐκεῖνο κατεπόθη ὁ Ἀμφιάρεως τῷ ἅρματι, ἔνθα νῦν πόλις Ἅρμα καλεῖται· ὡς Τρισίμαχος ἐν τρίτῳ κτίσεων. Ῥωμαίων πρὸς Πύρρον Ἠπειρώτην πολεμούντων, Αἰμίλιος Παῦλος χρησμὸν ἔλαβε νικῆσαι, βωμὸν ἐὰν ποιήσῃ, ἔνθα ἂν ἴδῃ χάσματι κρυπτόμενον ἄνδρα τῶν ἐπισήμων μετὰ ἅρματος. μετὰ τρεῖς ἡμέρας Οὐαλέριος Κονᾶτος κατʼ ὄναρ ἰδὼν ἀναλαβεῖν ἱερέως κόσμον καὶ γὰρ ἦν μαντικῆς ἔμπειρος, στρατηγήσας καὶ πολλοὺς φονεύσας ὑπὸ γῆς κατεπόθη. ὁ Αἰμίλιος δὲ βωμὸν ἱδρύσας ἐνίκησε καὶ ἑκατὸν ἑξήκοντα πυργοφόρους ἐλέφαντας εἰς Ῥώμην κατέπεμψεν. ὁ δὲ βωμὸς μαντεύεται κατʼ ἐκεῖνον τὸν καιρόν, καθʼ ὃν ἐνικήθη Πύρρος ὡς ἱστορεῖ Κριτόλας ἐν τρίτῃ Ἠπειρωτικῶν.
As several great captains were making merry with Polynices, an eagle passing by made a stoop, and carried up into the air the lance of Amphiaraus, who was one of the company; and then falling down, it stuck in the ground, and was turned into a laurel. The next day, when the armies were in action, the earth opened and swallowed up Amphiaraus with his chariot, in that very place where at present the city Harma stands, so called from that chariot.—This is in Trisimachus’s Third Book of the Foundations of Cities.
When the Romans made war upon Pyrrhus, the king of the Epirots, the oracle promised Aemilius Paulus the victory in case he should erect an altar in that place where he should see an eminent man with his chariot swallowed up into the ground. Some three days after, Valerius Conatus, a man skilled in divining, was commanded in a dream to take the pontifical habit upon him. He did so, and led his men into the battle, where, after a prodigious slaughter of the enemy, the earth opened and swallowed him up. Aemilius built an altar here, obtained a great victory, and sent a hundred and sixty castle-bearing elephants to Rome. This altar delivers oracles about that season of the year in which Pyrrhus was overcome.—Critolaus has this in his Third Book of the History of the Epirots.