τῆς δὲ πολιορκίας μῆκος λαμβανούσης ἐπισιτισμοῦ τοῖς Γαλάταις ἔδει· καὶ διελόντες ἑαυτοὺς οἱ μὲν τῷ βασιλεῖ παραμένοντες ἐφρούρουν τὸ Καπιτώλιον, οἱ δὲ τὴν χώραν περιιόντες ἐλεηλάτουν καὶ τὰς κώμας ἐπόρθουν προσπίπτοντες, οὐχ ὁμοῦ πάντες, ἄλλοι δʼ ἄλλῃ καθʼ ἡγεμονίας καὶ συντάγματα, τῷ μέγα φρονεῖν ὑπὸ τῶν εὐτυχημάτων καὶ δεδιέναι μηδὲν ἀποσκιδνάμενοι.
The siege lasted a long time, and the Gauls began to lack provisions. They therefore divided their forces. Some remained with their king and watched the Capitol, others ravaged the country round about, falling upon the villages and sacking them, not all together in one body, hut scattered about by commands and companies, some here, some there, moved by their successes to great confidence and the fear of nothing.
τὸ δὲ πλεῖστον αὐτῶν καὶ μάλιστα συντεταγμένον ἐχώρει πρὸς τὴν Ἀρδεατῶν πόλιν, ἐν ᾗ διέτριβε Κάμιλλος ἀργῶν ταῖς πράξεσι μετὰ τὴν φυγὴν καὶ ἰδιωτεύων, ἐλπίδας δὲ λαμβάνων καὶ διαλογισμοὺς οὐχὶ τὸ λαθεῖν καὶ διαφυγεῖν τοὺς πολεμίους ἀγαπῶντος ἀνδρός, ἀλλʼ ὅπως, εἰ παραγένοιτο καιρὸς, ἀμυνεῖται σκοποῦντος.
The largest and best disciplined body of them marched upon the city of Ardea, where Camillus was staying since his exile. He lived in complete retirement and privacy, it is true, but cherished the hopes and plans not of a man who eagerly desired to escape the notice and hands of the enemy, but of one who sought to avenge himself upon them if occasion offered.
διὸ καὶ τοὺς Ἀρδεάτας ὁρῶν πλήθει μὲν ἱκανοὺς ὄντας, ἐνδεεῖς δὲ τόλμης διʼ ἀπειρίαν καὶ μαλακίαν τῶν στρατηγῶν, ἐνέβαλε λόγον εἰς τοὺς νέους πρῶτον, ὡς οὐ χρὴ τὴν Ῥωμαίων ἀτυχίαν ἀνδρείαν Κελτῶν νομίζειν, οὐδʼ ἃ κακῶς φρονήσασι συνέβη παθεῖν ἐκείνοις ἔργα τῶν οὐδὲν εἰς τὸ νικῆσαι παρασχόντων, ἀλλὰ τύχης ἐπίδειξιν ἡγεῖσθαι.
Wherefore, seeing that the Ardeans were of sufficient numbers, but lacked courage, through the inexperience and effeminacy of their generals, he began to reason with the young men first, to the effect that the mishap of the Romans ought not to be laid to the valour of the Gauls, nor the sufferings of that infatuated people to the prowess of men who did not deserve their victory, but rather to the dictates of fortune.
καλὸν μὲν οὖν εἶναι καὶ διὰ κινδύνων ἀπώσασθαι πόλεμον ἀλλόφυλον καὶ βαρβαρικόν, ᾧ τοῦ κρατεῖν πέρας, ὥσπερ τῷ πυρὶ, διαφθαρῆναι τὸ νικώμενον οὐ μὴν ἀλλὰ καὶ θαρροῦσι καὶ προθυμουμένοις αὐτοῖς ἀκίνδυνον ἐν καιρῷ τὴν νίκην παρέξειν. τούτους τοὺς λόγους τῶν νέων δεξαμένων ἐπὶ τοὺς ἄρχοντας ᾔει καὶ τοὺς προβούλους τῶν Ἀρδεατῶν ὁ Κάμιλλος. ὡς δὲ κἀκείνους συνέπεισεν, ὥπλισε τοὺς ἐν ἡλικίᾳ πάντας καὶ συνεῖχε τοῦ τείχους ἐντός, ἀγνοεῖσθαι βουλόμενος ὑπὸ τῶν πολεμίων ἐγγὺς ὄντων.
It was a fine thing, he said, even at dangerous risks, to repel the attack of an alien and barbarous folk, whose only end in getting the mastery was, as in the work of fire, the utter destruction of what it conquered. But in the present case, if they were bold and zealous, he would find occasion to give them a victory without any danger. After gaining the support of the young men, Camillus went to the rulers and councillors of Ardea, and when he had won them over also, he armed all who were of age for service and kept them together within the walls, that they might not be perceived by the enemy, who were near.
ἐπεὶ δὲ τὴν χώραν ἱππασάμενοι καὶ βαρεῖς ὄντες ὑπὸ πλήθους τῶν ἀγομένων καὶ φερομένων ἀμελῶς καὶ ὀλιγώρως ἐν τῷ πεδίῳ κατεστρατοπέδευσαν, ἐκ δὲ τούτου νὺξ ἐπῆλθε μεθύουσιν αὐτοῖς καὶ σιωπὴ κατέσχε τὸ στρατόπεδον, πυθόμενος ταῦτα παρὰ τῶν κατασκόπων ὁ Κάμιλλος ἐξῆγε τοὺς Ἀρδεάτας· καὶ διελθὼν καθʼ ἡσυχίαν τὸν μεταξὺ τόπον περὶ μέσας νύκτας προσέμιξε τῷ χάρακι κραυγῇ τε χρώμενος πολλῇ καὶ ταῖς σάλπιγξι πανταχόθεν ἐκταράττων ἀνθρώπους κακῶς ὑπὸ μέθης καὶ μόλις ἐκ τῶν ὕπνων ἀναφέροντας πρὸς τὸν θόρυβον.
These had scoured the country round about, and encamped in the plain, without care or concern, and heavily encumbered with their abundant booty. When night had fallen upon them, putting an end to their carousals, and silence reigned throughout their camp, Camillus, acquainted with this by his scouts, led forth the Ardeans. Passing quietly over the intervening space, they reached the camp about midnight, and with shouts and trumpet blasts on every hand confounded the men, who were scarcely brought to their senses by the din, heavy as they were with drunkenness and sleep.
ὀλίγοι μὲν οὖν ἀνανήψαντες ἐν τῷ φόβῳ καὶ διασκευασάμενοι τοὺς περὶ τὸν Κάμιλλον ὑπέστησαν, ὥστʼ ἀμυνόμενοι πεσεῖν τοὺς δὲ πλείστους ἔτι κρατουμένους ὕπνῳ καὶ οἴνῳ καταλαμβάνοντες ἀνόπλους ἔκτεινον. ὅσοι δὲ νυκτὸς ἀπέδρασαν ἐκ τοῦ χάρακος οὐ πολλοί, τούτους μεθʼ ἡμέραν σποράδας ἐν τῇ χώρᾳ διαφερομένους ἐπελαύνοντες ἱππεῖς διέφθειρον.
A few of them were sobered by fear, armed themselves, and made resistance to Camillus and his men, so that they fell fighting; but most were still mastered by sleep and wine when they were fallen upon and slain without their arms. A few only ran from the camp, under cover of darkness, and when day came, were seen straggling about the fields, but horsemen pursued them and cut them to pieces.
ἡ δὲ φήμη ταχὺ διαγγέλλουσα τὴν πρᾶξιν ἐπὶ τὰς πόλεις ἐξεκαλεῖτο πολλοὺς τῶν ἐν ἡλικίᾳ συνισταμένους, μάλιστα δὲ Ῥωμαίων ὅσοι διαφυγόντες ἐκ τῆς ἐπʼ Ἀλίᾳ μάχης ἐν Οὐηΐοις ἦσαν καὶ ὠδύροντο κατὰ σφᾶς αὐτούς, οἷον ἡγεμόνα τῆς Ῥώμης ὁ δαίμων ἀφελόμενος Ἀρδεάτας ἐκόσμησε τοῖς Καμίλλου κατορθώμασιν, ἡ δὲ γειναμένη καὶ θρέψασα τοιοῦτον ἄνδρα πόλις οἴχεται καὶ ἀπόλωλεν.
Rumour quickly carried news of this exploit to the neighbouring cities, and called to arms many of those who were of age for service, particularly the Romans who had made their escape from the battle on the Allia, and were in Veii. These lamented among themselves, saying: Of what a leader has heaven robbed Rome in Camillus, only to adorn Ardea with his victories! The city which bore and reared such a hero is dead and gone,
ἡμεῖς δʼ ἀπορίᾳ στρατηγῶν ἀλλότρια τείχη περιβαλόμενοι καθήμεθα προέμενοι τὴν Ἰταλίαν. φέρε, πέμψαντες Ἀρδεάτας ἀπαιτῶμεν τὸν ἑαυτῶν στρατηγόν, ἢ λαβόντες αὐτοὶ τὰ ὅπλα πρὸς ἐκεῖνον βαδίζωμεν οὐκέτι γάρ ἐστι φυγὰς οὐδʼ ἡμεῖς πολῖται πατρίδος οὐκ οὔσης, ἀλλὰ κρατουμένης ὑπὸ τῶν πολεμίων. ταῦτʼ ἔδοξε καὶ πέμψαντες ἐδέοντο τοῦ Καμίλλου δέχεσθαι τὴν ἀρχήν.
and we, for lack of generals, sit pent up within alien walls, and see Italy ruined before our very eyes. Come! let us send to Ardea and demand our own general, or take our arms and go ourselves to him! For he is no longer an exile, nor are we citizens, now that our country is no more, but is mastered by the enemy. So said, so done, and they sent and asked Camillus to take the command.
ὁ δὲ οὐκ ἔφη πρότερον ἢ τοὺς ἐν τῷ Καπιτωλίῳ πολίτας ἐπιψηφίσασθαι κατὰ τὸν νόμον. ἐκείνους γὰρ ἡγεῖσθαι πατρίδα σῳζομένους, καὶ κελεύουσι μὲν ὑπακούειν προθύμως, ἀκόντων δὲ μηδὲν πολυπραγμονήσειν. τῆς μὲν οὖν εὐλαβείας καὶ καλοκαγαθίας τὸν Κάμιλλον ἐθαύμασαν. ἦν δʼ ἀπορία τοῦ ταῦτα διαγγελοῦντος εἰς τὸ Καπιτώλιον μᾶλλον δʼ ὅλως ἀδύνατον ἐδόκει τῶν πολεμίων ἐχόντων τὴν πόλιν ἄγγελον εἰς τὴν ἀκρόπολιν παρελθεῖν.
But he refused to do so before the citizens on the Capitol had legally elected him. They were preserving the country, as he thought, and if they had commands for him, he would gladly obey, but against their wishes he would meddle with nothing whatsoever. This noble restraint on the part of Camillus was much admired, but it was hard to see how the matter could be referred to the Capitol. Nay rather, it seemed utterly impossible, while the enemy held the city, for a messenger to elude them and reach the acropolis.
ἦν δέ τις ἐν τοῖς νέοις Πόντιος Κομίνιος, τῶν μέσων κατὰ γένος πολιτῶν, δόξης δὲ καὶ τιμῆς ἐραστής· οὗτος ὑπέστη τόν ἆθλον ἑκούσιος. καὶ γράμματα μὲν οὐκ ἔλαβε πρὸς τοὺς ἐν τῷ Καπιτωλίῳ, μὴ ληφθέντος αὐτοῦ φωράσωσιν οἱ πολέμιοι διʼ αὐτῶν τοῦ Καμίλλου τήν διάνοιαν, ἐσθῆτα δὲ φαύλην ἔχων καὶ φελλοὺς ὑπʼ αὐτῇ κομίζων τήν μὲν ἄλλην ὁδὸν ἡμέρας ἀδεῶς διῆλθεν, ἐγγὺς δὲ τῆς πόλεως γενόμενος ἤδη σκοταῖος, ἐπεὶ κατὰ γέφυραν οὐκ ἦν τόν ποταμὸν περᾶσαι τῶν βαρβάρων παραφυλαττόντων,
But there was a certain young man, Pontius Cominius by name, who was, in spite of his ordinary birth, a lover of glory and honour. He volunteered to attempt the task. He took no letter with him to the defenders of the Capitol, lest this, in the event of his capture, should help the enemy to discover the purpose of Camillus; but under the coarse garments which he wore, he carried some pieces of cork. The greater part of his journey was made by daylight and without fear; but as night came on he found himself near the city. He could not cross the river by the bridge, since the Barbarians were guarding it,
τήν μὲν ἐσθῆτα τῇ κεφαλῇ περισπειράσας οὐ πολλὴν οὐδὲ βαρεῖαν, τοῖς δὲ φελλοῖς ἐφεὶς τὸ σῶμα καὶ συνεπικουφίζων τῷ περαιοῦσθαι πρὸς τήν πόλιν ἐξέβη. καὶ παραλλάττων ἀεὶ τοὺς ἐγρηγορότας, τοῖς φέγγεσι καὶ τῷ θορύβῳ τεκμαιρόμενος, ἐβάδιζε πρὸς τὴν Καρμεντίδα πύλην, ἣ πλείστην εἶχεν ἡσυχίαν, καὶ μάλιστα κατʼ αὐτὴν ὄρθιος ὁ τοῦ Καπιτωλίου λόφος ἀνέστηκε καὶ πέτρα κύκλῳ πολλὴ καὶ τραχεῖα περιπέφυκε· διʼ ἧς ἀνέβη λαθὼν καὶ προσέμιξε τοῖς φυλάττουσι τὸ διατείχισμα χαλεπῶς καὶ μόλις κατὰ τὸ λαγαρώτατον.
so he wrapped his light and scanty garments about his head, fastened the corks to his body, and thus supported, swam across, came out on the other side, and went on towards the city. Always giving a wide berth to those of the enemy who were watchful and wakeful, as he judged by their fires and noise, he made his way to the Carmental gate, where there was the most quiet, at which the Capitoline hill was most sheer and steep, and which was girt about by a huge and jagged cliff. Up this he mounted unperceived, and finally reached, with great pains and difficulty, the sentries posted where the wall was lowest.
ἀσπασάμενος δὲ τοὺς ἄνδρας καὶ φράσας ἑαυτὸν ἐξ ὀνόματος, ἀναληφθεὶς ἐχώρει πρὸς τοὺς ἐν τέλει τῶν Ῥωμαίων. ταχὺ δὲ συγκλήτου γενομένης παρελθὼν τήν τε νίκην ἀπήγγειλε τοῦ Καμίλλου πρότερον οὐ πυθομένοις, καὶ τὰ δοκοῦντα τοῖς στρατιώταις διηγεῖτο· καὶ παρεκάλει τῷ Καμίλλῳ βεβαιῶσαι τὴν ἀρχήν, ὡς μόνῳ πεισομένων ἐκείνῳ τῶν ἔξω πολιτῶν.
Hailing them, and telling them who he was, he was pulled up over the wall, and taken to the Roman magistrates. The Senate quickly convening, he appeared before it, announced the victory of Camillus, about which they had not heard, and explained to them the will and pleasure of his fellow-soldiers. He exhorted them to confirm Camillus in his command, since he was the only man whom the citizens outside would obey.
οἱ δʼ ἀκούσαντες καὶ βουλευσάμενοι τόν τε Κάμιλλον ἀποδεικνύουσι δικτάτορα, καὶ τόν Πόντιον αὖθις ἀποπέμπουσι τήν αὐτὴν ὁδὸν ὁμοίως ἀγαθῇ τύχῃ χρησάμενον. ἔλαθε γὰρ τοὺς πολεμίους καὶ τὰ παρὰ τῆς βουλῆς ἀπήγγειλε τοῖς ἔξω Ῥωμαίοις.
When the Senate had heard his message and deliberated upon it, they appointed Camillus dictator, and sent Pontius back again by the way he had come, wherein he repeated his former good fortune. For he eluded the enemy’s notice and brought the Senate’s message to the Romans outside the city.
ἐκείνων δὲ δεξαμένων προθύμως ἀφικόμενος ὁ Κάμιλλος ἤδη μὲν ἐν ὅπλοις δισμυρίους κατέλαβε, πλείονας δὲ συνῆγεν ἀπὸ τῶν συμμάχων καὶ παρεσκευάζετο πρὸς τὴν ἐπίθεσιν. οὕτω μὲν ᾑρέθη δικτάτωρ ὁ Κάμιλλος τὸ δεύτερον καὶ πορευθεὶς εἰς Οὐηΐους ἐνέτυχε τοῖς στρατιώταις καὶ συνῆγε πλείους ἀπὸ τῶν συμμάχων ὡς ἐπιθησόμενος τοῖς πολεμίοις. ἐν δὲ τῇ Ῥώμῃ τῶν βαρβάρων τινὲς ἐκείνῃ κατὰ τύχην παρεξιόντες, ᾗ διὰ νυκτὸς ὁ Πόντιος προσέβη τῷ Καπιτωλίῳ, καταμαθόντες πολλαχῇ μὲν ἴχνη ποδῶν καὶ χειρῶν, ὡς ἀντελαμβάνετο καὶ περιεδράττετο, πολλαχῇ δὲ τῶν ἐπιπεφυκότων τοῖς κρημνοῖς ἀποτριβὰς καὶ περιολισθήσεις τῶν γεωδῶν, φράζουσι τῷ βασιλεῖ.
These gave eager welcome to the tidings, so that when Camillus came, he found twenty thousand men already under arms. He collected still more from the allies, and made preparations for his attack. Thus Camillus was chosen dictator for the second time, and proceeding to Veii, he put himself at the head of the soldiers there, and collected more from the allies, with the purpose of attacking the enemy. But in Rome, some of the Barbarians chanced to pass by the spot where Pontius had made his way by night up to the Capitol, and noticed in many places the marks made by his hands and feet in clambering up, and many places also where the plants that grew upon the rocks had been torn away, and the earth displaced. They advised their king of this, and he too came and made inspection.
κἀκεῖνος ἐπελθὼν καὶ θεασάμενος τότε μὲν ἡσύχαζεν, ἑσπέρας δὲ τοὺς ἐλαφροτάτους τοῖς σώμασι καὶ πεφυκότας ὀρειβατεῖν μάλιστα τῶν Κελτῶν συναγαγών, Τὴν μὲν ὁδόν, εἶπεν, ἡμῖν ἐφʼ ἑαυτοὺς ἀγνοουμένην οἱ πολέμιοι δεικνύουσιν ὡς οὔτʼ ἀπόρευτος οὔτε ἄβατος ἀνθρώποις ἐστίν, αἰσχύνη δὲ πολλὴ τὴν ἀρχὴν ἔχοντας ἐλλείπειν πρὸς τὸ τέλος καὶ προέσθαι τὸν τόπον ὡς ἀνάλωτον, αὐτῶν τῶν πολεμίων ᾗ ληπτός ἐστι διδασκόντων, ᾗ γὰρ ἑνὶ προσβῆναι ῥᾴδιον, οὐδὲ πολλοῖς καθʼ ἕνα δύσκολον, ἀλλὰ καὶ ῥώμη καὶ βοήθεια πολλὴ μετʼ ἀλλήλων ἐπιχειροῦσι. δωρεαὶ δὲ καὶ τιμαὶ πρέπουσαι τῆς ἀνδραγαθίας ἑκάστῳ δοθήσονται.
At the time he said nothing, but when evening came, he assembled the nimblest men and the best mountain-climbers of the Gauls and said to them: The enemy have shown us that there is a way up to them of which we knew not, and one which men can traverse and tread. It would be a great shame for us, after such a beginning as we have made, to fail at the end, and to give the place up as impregnable, when the enemy themselves show us where it can be taken. For where it is easy for one man to approach it, there it will be no difficult matter for many to go one by one, nay, they will support and aid one another greatly in the undertaking. Gifts and honours befitting his valour shall be given to every man.