Plato · Phaedo Φαίδων

Plato, Phaedo 81b–84e: The fate of souls: ghosts at the tombs, rebirth as animals, and the freedom of the philosopher

Socrates says that a soul that is polluted and attached to the body leaves it heavy and visible, and haunts monuments and tombs like the shadowy phantoms people have seen there. Such souls are bound again to bodies like their former habits, the gluttonous in the bodies of donkeys, the unjust and violent in wolves, hawks and kites, and the moderate in bees and ants or gentle human beings. Only the philosopher who has practised purification joins the gods, which is why true philosophers abstain from bodily desires. Philosophy takes the soul when it is bound to the body as in a prison, and shows it that the prison is made strong by desire.

Sections 81b–84e · 1808 words · click a number to copy its link

ΦΑΙΔ. παντάπασί γε. οὐκοῦν οὕτω μὲν ἔχουσα εἰς τὸ ὅμοιον αὐτῇ τὸ ἀιδὲς ἀπέρχεται, τὸ θεῖόν τε καὶ ἀθάνατον καὶ φρόνιμον, οἷ ἀφικομένῃ ὑπάρχει αὐτῇ εὐδαίμονι εἶναι, πλάνης καὶ ἀνοίας καὶ φόβων καὶ ἀγρίων ἐρώτων καὶ τῶν ἄλλων κακῶν τῶν ἀνθρωπείων ἀπηλλαγμένῃ, ὥσπερ δὲ λέγεται κατὰ τῶν μεμυημένων, ὡς ἀληθῶς τὸν λοιπὸν χρόνον μετὰ θεῶν διάγουσα; οὕτω φῶμεν, ὦ Κέβης, ἢ ἄλλως; οὕτω νὴ Δία, ἔφη ὁ Κέβης. ἐὰν δέ γε οἶμαι μεμιασμένη καὶ ἀκάθαρτος τοῦ σώματος ἀπαλλάττηται, ἅτε τῷ σώματι ἀεὶ συνοῦσα καὶ τοῦτο θεραπεύουσα καὶ ἐρῶσα καὶ γοητευομένη ὑπ’ αὐτοῦ ὑπό τε τῶν ἐπιθυμιῶν καὶ ἡδονῶν, ὥστε μηδὲν ἄλλο δοκεῖν εἶναι ἀληθὲς ἀλλ’ ἢ τὸ σωματοειδές, οὗ τις ἂν ἅψαιτο καὶ ἴδοι καὶ πίοι καὶ φάγοι καὶ πρὸς τὰ ἀφροδίσια χρήσαιτο, τὸ δὲ τοῖς ὄμμασι σκοτῶδες καὶ ἀιδές, νοητὸν δὲ καὶ φιλοσοφίᾳ αἱρετόν, τοῦτο δὲ εἰθισμένη μισεῖν τε καὶ τρέμειν καὶ φεύγειν, οὕτω δὴ ἔχουσαν οἴει ψυχὴν αὐτὴν καθ’ αὑτὴν εἰλικρινῆ ἀπαλλάξεσθαι; οὐδ’ ὁπωστιοῦν, ἔφη. ἀλλὰ [καὶ] διειλημμένην γε οἶμαι ὑπὸ τοῦ σωματοειδοῦς, ὃ αὐτῇ ἡ ὁμιλία τε καὶ συνουσία τοῦ σώματος διὰ τὸ ἀεὶ συνεῖναι καὶ διὰ τὴν πολλὴν μελέτην ἐνεποίησε σύμφυτον; πάνυ γε. ἐμβριθὲς δέ γε, ὦ φίλε, τοῦτο οἴεσθαι χρὴ εἶναι καὶ βαρὺ καὶ γεῶδες καὶ ὁρατόν· ὃ δὴ καὶ ἔχουσα ἡ τοιαύτη ψυχὴ βαρύνεταί τε καὶ ἕλκεται πάλιν εἰς τὸν ὁρατὸν τόπον φόβῳ τοῦ ἀιδοῦς τε καὶ Ἅιδου, ὥσπερ λέγεται, περὶ τὰ μνήματά τε καὶ τοὺς τάφους κυλινδουμένη, περὶ ἃ δὴ καὶ ὤφθη ἄττα ψυχῶν σκιοειδῆ φαντάσματα, οἷα παρέχονται αἱ τοιαῦται ψυχαὶ εἴδωλα, αἱ μὴ καθαρῶς ἀπολυθεῖσαι ἀλλὰ τοῦ ὁρατοῦ μετέχουσαι, διὸ καὶ ὁρῶνται. εἰκός γε, ὦ Σώκρατες. εἰκὸς μέντοι, ὦ Κέβης· καὶ οὔ τί γε τὰς τῶν ἀγαθῶν αὐτὰς εἶναι, ἀλλὰ τὰς τῶν φαύλων, αἳ περὶ τὰ τοιαῦτα ἀναγκάζονται πλανᾶσθαι δίκην τίνουσαι τῆς προτέρας τροφῆς κακῆς οὔσης. καὶ μέχρι γε τούτου πλανῶνται, ἕως ἂν τῇ τοῦ συνεπακολουθοῦντος, τοῦ σωματοειδοῦς, ἐπιθυμίᾳ πάλιν ἐνδεθῶσιν εἰς σῶμα· ἐνδοῦνται δέ, ὥσπερ εἰκός, εἰς τοιαῦτα ἤθη ὁποῖ’ ἄττ’ ἂν καὶ μεμελετηκυῖαι τύχωσιν ἐν τῷ βίῳ. τὰ ποῖα δὴ ταῦτα λέγεις, ὦ Σώκρατες; οἷον τοὺς μὲν γαστριμαργίας τε καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διηυλαβημένους εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν τοιούτων θηρίων εἰκὸς ἐνδύεσθαι.

Phaedo. “By all means.”“Then if it is in such a condition, it goes away into that which is like itself, into the invisible, divine, immortal, and wise, and when it arrives there it is happy, freed from error and folly and fear and fierce loves and all the other human ills, and as the initiated say, lives in truth through all after time with the gods. Is this our belief, Cebes, or not?”“Assuredly,” said Cebes.“But, I think, if when it departs from the body it is defiled and impure, because it was always with the body and cared for it and loved it and was fascinated by it and its desires and pleasures, so that it thought nothing was true except the corporeal, which one can touch and see and drink and eat and employ in the pleasures of love, and if it is accustomed to hate and fear and avoid that which is shadowy and invisible to the eyes but is intelligible and tangible to philosophy—do you think a soul in this condition will depart pure and uncontaminated?”“By no means,” said he.“But it will be interpenetrated, I suppose, with the corporeal which intercourse and communion with the body have made a part of its nature because the body has been its constant companion and the object of its care?”“Certainly.”“And, my friend, we must believe that the corporeal is burdensome and heavy and earthly and visible. And such a soul is weighed down by this and is dragged back into the visible world, through fear of the invisible and of the other world, and so, as they say, it flits about the monuments and the tombs, where shadowy shapes of souls have been seen, figures of those souls which were not set free in purity but retain something of the visible; and this is why they are seen.”“That is likely, Socrates.”“It is likely, Cebes. And it is likely that those are not the souls of the good, but those of the base, which are compelled to flit about such places as a punishment for their former evil mode of life. And they flit about until through the desire of the corporeal which clings to them they are again imprisoned in a body. And they are likely to be imprisoned in natures which correspond to the practices of their former life.”“What natures do you mean, Socrates?”“I mean, for example, that those who have indulged in gluttony and violence and drunkenness, and have taken no pains to avoid them, are likely to pass into the bodies of asses and other beasts of that sort.”

ΦΑΙΔ. ἢ οὐκ οἴει; πάνυ μὲν οὖν εἰκὸς λέγεις. τοὺς δέ γε ἀδικίας τε καὶ τυραννίδας καὶ ἁρπαγὰς προτετιμηκότας εἰς τὰ τῶν λύκων τε καὶ ἱεράκων καὶ ἰκτίνων γένη· ἢ ποῖ ἂν ἄλλοσέ φαμεν τὰς τοιαύτας ἰέναι; ἀμέλει, ἔφη ὁ Κέβης, εἰς τὰ τοιαῦτα. οὐκοῦν, ἦ δ’ ὅς, δῆλα δὴ καὶ τἆλλα ᾗ ἂν ἕκαστα ἴοι κατὰ τὰς αὐτῶν ὁμοιότητας τῆς μελέτης; δῆλον δή, ἔφη· πῶς δ’ οὔ; οὐκοῦν εὐδαιμονέστατοι, ἔφη, καὶ τούτων εἰσὶ καὶ εἰς βέλτιστον τόπον ἰόντες οἱ τὴν δημοτικὴν καὶ πολιτικὴν ἀρετὴν ἐπιτετηδευκότες, ἣν δὴ καλοῦσι σωφροσύνην τε καὶ δικαιοσύνην, ἐξ ἔθους τε καὶ μελέτης γεγονυῖαν ἄνευ φιλοσοφίας τε καὶ νοῦ; πῇ δὴ οὗτοι εὐδαιμονέστατοι; ὅτι τούτους εἰκός ἐστιν εἰς τοιοῦτον πάλιν ἀφικνεῖσθαι πολιτικὸν καὶ ἥμερον γένος, ἤ που μελιττῶν ἢ σφηκῶν ἢ μυρμήκων, καὶ εἰς ταὐτόν γε πάλιν τὸ ἀνθρώπινον γένος, καὶ γίγνεσθαι ἐξ αὐτῶν ἄνδρας μετρίους. εἰκός. εἰς δέ γε θεῶν γένος μὴ φιλοσοφήσαντι καὶ παντελῶς καθαρῷ ἀπιόντι οὐ θέμις ἀφικνεῖσθαι ἀλλ’ ἢ τῷ φιλομαθεῖ. ἀλλὰ τούτων ἕνεκα, ὦ ἑταῖρε Σιμμία τε καὶ Κέβης, οἱ ὀρθῶς φιλόσοφοι ἀπέχονται τῶν κατὰ τὸ σῶμα ἐπιθυμιῶν ἁπασῶν καὶ καρτεροῦσι καὶ οὐ παραδιδόασιν αὐταῖς ἑαυτούς, οὔ τι οἰκοφθορίαν τε καὶ πενίαν φοβούμενοι, ὥσπερ οἱ πολλοὶ καὶ φιλοχρήματοι· οὐδὲ αὖ ἀτιμίαν τε καὶ ἀδοξίαν μοχθηρίας δεδιότες, ὥσπερ οἱ φίλαρχοί τε καὶ φιλότιμοι, ἔπειτα ἀπέχονται αὐτῶν. οὐ γὰρ ἂν πρέποι, ἔφη, ὦ Σώκρατες, ὁ Κέβης. οὐ μέντοι μὰ Δία, ἦ δ’ ὅς. τοιγάρτοι τούτοις μὲν ἅπασιν, ὦ Κέβης, ἐκεῖνοι οἷς τι μέλει τῆς ἑαυτῶν ψυχῆς ἀλλὰ μὴ σώματι πλάττοντες ζῶσι, χαίρειν εἰπόντες, οὐ κατὰ ταὐτὰ πορεύονται αὐτοῖς ὡς οὐκ εἰδόσιν ὅπῃ ἔρχονται, αὐτοὶ δὲ ἡγούμενοι οὐ δεῖν ἐναντία τῇ φιλοσοφίᾳ πράττειν καὶ τῇ ἐκείνης λύσει τε καὶ καθαρμῷ ταύτῃ δὴ τρέπονται ἐκείνῃ ἑπόμενοι, ᾗ ἐκείνη ὑφηγεῖται. πῶς, ὦ Σώκρατες; ἐγὼ ἐρῶ, ἔφη. γιγνώσκουσι γάρ, ἦ δ᾽ ὅς, οἱ φιλομαθεῖς ὅτι παραλαβοῦσα αὐτῶν τὴν ψυχὴν ἡ φιλοσοφία ἀτεχνῶς διαδεδεμένην ἐν τῷ σώματι καὶ προσκεκολλημένην, ἀναγκαζομένην δὲ ὥσπερ διὰ εἱργμοῦ διὰ τούτου σκοπεῖσθαι τὰ ὄντα ἀλλὰ μὴ αὐτὴν δι’ αὑτῆς, καὶ ἐν πάσῃ ἀμαθίᾳ κυλινδουμένην, καὶ τοῦ εἱργμοῦ τὴν δεινότητα κατιδοῦσα ὅτι δι’ ἐπιθυμίας ἐστίν, ὡς ἂν μάλιστα αὐτὸς ὁ δεδεμένος συλλήπτωρ εἴη τοῦ δεδέσθαι,

Phaedo. “ Do you not think so?”“Certainly that is very likely.”“And those who have chosen injustice and tyranny and robbery pass into the bodies of wolves and hawks and kites. Where else can we imagine that they go?”“Beyond a doubt,” said Cebes, “they pass into such creatures.”“Then,” said he, “it is clear where all the others go, each in accordance with its own habits?”“Yes,” said Cebes, “of course.”“Then,” said he, “the happiest of those, and those who go to the best place, are those who have practiced, by nature and habit, without philosophy or reason, the social and civil virtues which are called moderation and justice?”“How are these happiest?”“Don’t you see? Is it not likely that they pass again into some such social and gentle species as that of bees or of wasps or ants, or into the human race again, and that worthy men spring from them?”“Yes.”“And no one who has not been a philosopher and who is not wholly pure when he departs, is allowed to enter into the communion of the gods, but only the lover of knowledge. It is for this reason, dear Simmias and Cebes, that those who truly love wisdom refrain from all bodily desires and resist them firmly and do not give themselves up to them, not because they fear poverty or loss of property, as most men, in their love of money, do; nor is it because they fear the dishonor or disgrace of wickedness, like the lovers of honor and power, that they refrain from them.”“No, that would not be seemly for them, Socrates,” said Cebes.“Most assuredly not,” said he. “And therefore those who care for their own souls, and do not live in service to the body, turn their backs upon all these men and do not walk in their ways, for they feel that they know not whither they are going. They themselves believe that philosophy, with its deliverance and purification, must not be resisted, and so they turn and follow it whithersoever it leads.”“How do they do this, Socrates?”“I will tell you,” he replied. “The lovers of knowledge,” said he, “perceive that when philosophy first takes possession of their soul it is entirely fastened and welded to the body and is compelled to regard realities through the body as through prison bars, not with its own unhindered vision, and is wallowing in utter ignorance. And philosophy sees that the most dreadful thing about the imprisonment is the fact that it is caused by the lusts of the flesh, so that the prisoner is the chief assistant in his own imprisonment. ”

ΦΑΙΔ. — ὅπερ οὖν λέγω, γιγνώσκουσιν οἱ φιλομαθεῖς ὅτι οὕτω παραλαβοῦσα ἡ φιλοσοφία ἔχουσαν αὐτῶν τὴν ψυχὴν ἠρέμα παραμυθεῖται καὶ λύειν ἐπιχειρεῖ, ἐνδεικνυμένη ὅτι ἀπάτης μὲν μεστὴ ἡ διὰ τῶν ὀμμάτων σκέψις, ἀπάτης δὲ ἡ διὰ τῶν ὤτων καὶ τῶν ἄλλων αἰσθήσεων, πείθουσα δὲ ἐκ τούτων μὲν ἀναχωρεῖν, ὅσον μὴ ἀνάγκη αὐτοῖς χρῆσθαι, αὐτὴν δὲ εἰς αὑτὴν συλλέγεσθαι καὶ ἁθροίζεσθαι παρακελευομένη, πιστεύειν δὲ μηδενὶ ἄλλῳ ἀλλ’ ἢ αὐτὴν αὑτῇ, ὅτι ἂν νοήσῃ αὐτὴ καθ’ αὑτὴν αὐτὸ καθ’ αὑτὸ τῶν ὄντων· ὅτι δ’ ἂν δι’ ἄλλων σκοπῇ ἐν ἄλλοις ὂν ἄλλο, μηδὲν ἡγεῖσθαι ἀληθές· εἶναι δὲ τὸ μὲν τοιοῦτον αἰσθητόν τε καὶ ὁρατόν, ὃ δὲ αὐτὴ ὁρᾷ νοητόν τε καὶ ἀιδές. ταύτῃ οὖν τῇ λύσει οὐκ οἰομένη δεῖν ἐναντιοῦσθαι ἡ τοῦ ὡς ἀληθῶς φιλοσόφου ψυχὴ οὕτως ἀπέχεται τῶν ἡδονῶν τε καὶ ἐπιθυμιῶν καὶ λυπῶν [καὶ φόβων] καθ’ ὅσον δύναται, λογιζομένη ὅτι, ἐπειδάν τις σφόδρα ἡσθῇ ἢ φοβηθῇ [ἢ λυπηθῇ] ἢ ἐπιθυμήσῃ, οὐδὲν τοσοῦτον κακὸν ἔπαθεν ἀπ’ αὐτῶν ὧν ἄν τις οἰηθείη, οἷον ἢ νοσήσας ἤ τι ἀναλώσας διὰ τὰς ἐπιθυμίας, ἀλλ’ ὃ πάντων μέγιστόν τε κακῶν καὶ ἔσχατόν ἐστι, τοῦτο πάσχει καὶ οὐ λογίζεται αὐτό. τί τοῦτο, ὦ Σώκρατες; ἔφη ὁ Κέβης. ὅτι ψυχὴ παντὸς ἀνθρώπου ἀναγκάζεται ἅμα τε ἡσθῆναι σφόδρα ἢ λυπηθῆναι ἐπί τῳ καὶ ἡγεῖσθαι περὶ ὃ ἂν μάλιστα τοῦτο πάσχῃ, τοῦτο ἐναργέστατόν τε εἶναι καὶ ἀληθέστατον, οὐχ οὕτως ἔχον· ταῦτα δὲ μάλιστα τὰ ὁρατά· ἢ οὔ; πάνυ γε. οὐκοῦν ἐν τούτῳ τῷ πάθει μάλιστα καταδεῖται ψυχὴ ὑπὸ σώματος; πῶς δή; ὅτι ἑκάστη ἡδονὴ καὶ λύπη ὥσπερ ἧλον ἔχουσα προσηλοῖ αὐτὴν πρὸς τὸ σῶμα καὶ προσπερονᾷ καὶ ποιεῖ σωματοειδῆ, δοξάζουσαν ταῦτα ἀληθῆ εἶναι ἅπερ ἂν καὶ τὸ σῶμα φῇ. ἐκ γὰρ τοῦ ὁμοδοξεῖν τῷ σώματι καὶ τοῖς αὐτοῖς χαίρειν ἀναγκάζεται οἶμαι ὁμότροπός τε καὶ ὁμότροφος γίγνεσθαι καὶ οἵα μηδέποτε εἰς Ἅιδου καθαρῶς ἀφικέσθαι, ἀλλὰ ἀεὶ τοῦ σώματος ἀναπλέα ἐξιέναι, ὥστε ταχὺ πάλιν πίπτειν εἰς ἄλλο σῶμα καὶ ὥσπερ σπειρομένη ἐμφύεσθαι, καὶ ἐκ τούτων ἄμοιρος εἶναι τῆς τοῦ θείου τε καὶ καθαροῦ καὶ μονοειδοῦς συνουσίας. ἀληθέστατα, ἔφη, λέγεις, ὁ Κέβης, ὦ Σώκρατες. τούτων τοίνυν ἕνεκα, ὦ Κέβης, οἱ δικαίως φιλομαθεῖς κόσμιοί εἰσι καὶ ἀνδρεῖοι, οὐχ ὧν οἱ πολλοὶ ἕνεκά φασιν· ἢ σὺ οἴει;

Phaedo. “ The lovers of knowledge, then, I say, perceive that philosophy, taking possession of the soul when it is in this state, encourages it gently and tries to set it free, pointing out that the eyes and the ears and the other senses are full of deceit, and urging it to withdraw from these, except in so far as their use is unavoidable, and exhorting it to collect and concentrate itself within itself, and to trust nothing except itself and its own abstract thought of abstract existence; and to believe that there is no truth in that which it sees by other means and which varies with the various objects in which it appears, since everything of that kind is visible and apprehended by the senses, whereas the soul itself sees that which is invisible and apprehended by the mind. Now the soul of the true philosopher believes that it must not resist this deliverance, and therefore it stands aloof from pleasures and lusts and griefs and fears, so far as it can, considering that when anyone has violent pleasures or fears or griefs or lusts he suffers from them not merely what one might think—for example, illness or loss of money spent for his lusts—but he suffers the greatest and most extreme evil and does not take it into account.”“What is this evil, Socrates?” said Cebes.“The evil is that the soul of every man, when it is greatly pleased or pained by anything, is compelled to believe that the object which caused the emotion is very distinct and very true; but it is not. These objects are mostly the visible ones, are they not?” “Certainly.”“And when this occurs, is not the soul most completely put in bondage by the body?”“How so?”“Because each pleasure or pain nails it as with a nail to the body and rivets it on and makes it corporeal, so that it fancies the things are true which the body says are true. For because it has the same beliefs and pleasures as the body it is compelled to adopt also the same habits and mode of life, and can never depart in purity to the other world, but must always go away contaminated with the body; and so it sinks quickly into another body again and grows into it, like seed that is sown. Therefore it has no part in the communion with the divine and pure and absolute.”“What you say, Socrates, is very true,” said Cebes.“This, Cebes, is the reason why the true lovers of knowledge are temperate and brave; not the world’s reason. Or do you disagree?”

ΦΑΙΔ. οὐ δῆτα ἔγωγε. οὐ γάρ· ἀλλ’ οὕτω λογίσαιτ’ ἂν ψυχὴ ἀνδρὸς φιλοσόφου, καὶ οὐκ ἂν οἰηθείη τὴν μὲν φιλοσοφίαν χρῆναι αὐτὴν λύειν, λυούσης δὲ ἐκείνης, αὐτὴν παραδιδόναι ταῖς ἡδοναῖς καὶ λύπαις ἑαυτὴν πάλιν αὖ ἐγκαταδεῖν καὶ ἀνήνυτον ἔργον πράττειν Πηνελόπης τινὰ ἐναντίως ἱστὸν μεταχειριζομένης, ἀλλὰ γαλήνην τούτων παρασκευάζουσα, ἑπομένη τῷ λογισμῷ καὶ ἀεὶ ἐν τούτῳ οὖσα, τὸ ἀληθὲς καὶ τὸ θεῖον καὶ τὸ ἀδόξαστον θεωμένη καὶ ὑπ’ ἐκείνου τρεφομένη, ζῆν τε οἴεται οὕτω δεῖν ἕως ἂν ζῇ, καὶ ἐπειδὰν τελευτήσῃ, εἰς τὸ συγγενὲς καὶ εἰς τὸ τοιοῦτον ἀφικομένη ἀπηλλάχθαι τῶν ἀνθρωπίνων κακῶν. ἐκ δὴ τῆς τοιαύτης τροφῆς οὐδὲν δεινὸν μὴ φοβηθῇ, [ταῦτα δ’ ἐπιτηδεύσασα,] ὦ Σιμμία τε καὶ Κέβης, ὅπως μὴ διασπασθεῖσα ἐν τῇ ἀπαλλαγῇ τοῦ σώματος ὑπὸ τῶν ἀνέμων διαφυσηθεῖσα καὶ διαπτομένη οἴχηται καὶ οὐδὲν ἔτι οὐδαμοῦ ᾖ. σιγὴ οὖν ἐγένετο ταῦτα εἰπόντος τοῦ Σωκράτους ἐπὶ πολὺν χρόνον, καὶ αὐτός τε πρὸς τῷ εἰρημένῳ λόγῳ ἦν ὁ Σωκράτης, ὡς ἰδεῖν ἐφαίνετο, καὶ ἡμῶν οἱ πλεῖστοι· Κέβης δὲ καὶ Σιμμίας σμικρὸν πρὸς ἀλλήλω διελεγέσθην. καὶ ὁ Σωκράτης ἰδὼν αὐτὼ ἤρετο, τί; ἔφη, ὑμῖν τὰ λεχθέντα μῶν μὴ δοκεῖ ἐνδεῶς λέγεσθαι; πολλὰς γὰρ δὴ ἔτι ἔχει ὑποψίας καὶ ἀντιλαβάς, εἴ γε δή τις αὐτὰ μέλλει ἱκανῶς διεξιέναι. εἰ μὲν οὖν τι ἄλλο σκοπεῖσθον, οὐδὲν λέγω· εἰ δέ τι περὶ τούτων ἀπορεῖτον, μηδὲν ἀποκνήσητε καὶ αὐτοὶ εἰπεῖν καὶ διελθεῖν, εἴ πῃ ὑμῖν φαίνεται βέλτιον ἂν λεχθῆναι, καὶ αὖ καὶ ἐμὲ συμπαραλαβεῖν, εἴ τι μᾶλλον οἴεσθε μετ’ ἐμοῦ εὐπορήσειν. καὶ ὁ Σιμμίας ἔφη· καὶ μήν, ὦ Σώκρατες, τἀληθῆ σοι ἐρῶ. πάλαι γὰρ ἡμῶν ἑκάτερος ἀπορῶν τὸν ἕτερον προωθεῖ καὶ κελεύει ἐρέσθαι διὰ τὸ ἐπιθυμεῖν μὲν ἀκοῦσαι, ὀκνεῖν δὲ ὄχλον παρέχειν, μή σοι ἀηδὲς ᾖ διὰ τὴν παροῦσαν συμφοράν. καὶ ὃς ἀκούσας ἐγέλασέν τε ἠρέμα καί φησιν· Βαβαί, ὦ Σιμμία· ἦ που χαλεπῶς ἂν τοὺς ἄλλους ἀνθρώπους πείσαιμι ὡς οὐ συμφορὰν ἡγοῦμαι τὴν παροῦσαν τύχην, ὅτε γε μηδ’ ὑμᾶς δύναμαι πείθειν, ἀλλὰ φοβεῖσθε μὴ δυσκολώτερόν τι νῦν διάκειμαι ἢ ἐν τῷ πρόσθεν βίῳ· καί, ὡς ἔοικε, τῶν κύκνων δοκῶ φαυλότερος ὑμῖν εἶναι τὴν μαντικήν, οἳ ἐπειδὰν αἴσθωνται ὅτι δεῖ αὐτοὺς ἀποθανεῖν, ᾄδοντες καὶ ἐν τῷ πρόσθεν χρόνῳ, τότε δὴ πλεῖστα καὶ κάλλιστα ᾄδουσι, γεγηθότες ὅτι μέλλουσι παρὰ τὸν θεὸν ἀπιέναι οὗπέρ εἰσι θεράποντες.

Phaedo. “Certainly not.”“No, for the soul of the philosopher would not reason as others do, and would not think it right that philosophy should set it free, and that then when set free it should give itself again into bondage to pleasure and pain and engage in futile toil, like Penelope unweaving the web she wove. No, his soul believes that it must gain peace from these emotions, must follow reason and abide always in it, beholding that which is true and divine and not a matter of opinion, and making that its only food; and in this way it believes it must live, while life endures, and then at death pass on to that which is akin to itself and of like nature, and be free from human ills. A soul which has been nurtured in this way, Simmias and Cebes, is not likely to fear that it will be torn asunder at its departure from the body and will vanish into nothingness, blown apart by the winds, and be no longer anywhere.” When Socrates had said this there was silence for a long time, and Socrates himself was apparently absorbed in what had been said, as were also most of us. But Simmias and Cebes conversed a little with each other; and Socrates saw them and said: “Do you think there is any incompleteness in what has been said? There are still many subjects for doubt and many points open to attack, if anyone cares to discuss the matter thoroughly. If you are considering anything else, I have nothing to say; but if you are in any difficulty about these matters, do not hesitate to speak and discuss them yourselves, if you think anything better could be said on the subject, and to take me along with you in the discussion, if you think you can get on better in my company.” And Simmias said: “Socrates, I will tell you the truth. For some time each of us has been in doubt and has been egging the other on and urging him to ask a question, because we wish to hear your answer, but hesitate to trouble you, for fear that it may be disagreeable to you in your present misfortune.” And when he heard is, he laughed gently and said: “Ah, Simmias! I should have hard work to persuade other people that I do not regard my present situation as a misfortune, when I cannot even make you believe it, but you are afraid I am more churlish now than I used to be. And you seem to think I am inferior in prophetic power to the swans who sing at other times also, but when they feel that they are to die, sing most and best in their joy that they are to go to the god whose servants they are.”

English translation by Harold North Fowler (1914). Original text: Harold North Fowler (trans.), Plato I: Euthyphro, Apology, Crito, Phaedo, Phaedrus, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1914; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.