ΦΑΙΔ. ἴσως μὲν οὖν ᾧ εἰκάζω τρόπον τινὰ οὐκ ἔοικεν· οὐ γὰρ πάνυ συγχωρῶ τὸν ἐν [τοῖς] λόγοις σκοπούμενον τὰ ὄντα ἐν εἰκόσι μᾶλλον σκοπεῖν ἢ τὸν ἐν [τοῖς] ἔργοις. ἀλλ’ οὖν δὴ ταύτῃ γε ὥρμησα, καὶ ὑποθέμενος ἑκάστοτε λόγον ὃν ἂν κρίνω ἐρρωμενέστατον εἶναι, ἃ μὲν ἄν μοι δοκῇ τούτῳ συμφωνεῖν τίθημι ὡς ἀληθῆ ὄντα, καὶ περὶ αἰτίας καὶ περὶ τῶν ἄλλων ἁπάντων [ὄντων], ἃ δ’ ἂν μή, ὡς οὐκ ἀληθῆ. βούλομαι δέ σοι σαφέστερον εἰπεῖν ἃ λέγω· οἶμαι γάρ σε νῦν οὐ μανθάνειν. οὐ μὰ τὸν Δία, ἔφη ὁ Κέβης, οὐ σφόδρα. ἀλλ᾽, ἦ δ’ ὅς, ὧδε λέγω, οὐδὲν καινόν, ἀλλ’ ἅπερ ἀεί τε ἄλλοτε καὶ ἐν τῷ παρεληλυθότι λόγῳ οὐδὲν πέπαυμαι λέγων. ἔρχομαι [γὰρ] δὴ ἐπιχειρῶν σοι ἐπιδείξασθαι τῆς αἰτίας τὸ εἶδος ὃ πεπραγμάτευμαι, καὶ εἶμι πάλιν ἐπ᾽ ἐκεῖνα τὰ πολυθρύλητα καὶ ἄρχομαι ἀπ’ ἐκείνων, ὑποθέμενος εἶναί τι καλὸν αὐτὸ καθ’ αὑτὸ καὶ ἀγαθὸν καὶ μέγα καὶ τἆλλα πάντα· ἃ εἴ μοι δίδως τε καὶ συγχωρεῖς εἶναι ταῦτα, ἐλπίζω σοι ἐκ τούτων τὴν αἰτίαν ἐπιδείξειν καὶ ἀνευρήσειν ὡς ἀθάνατον [ἡ] ψυχή. ἀλλὰ μήν, ἔφη ὁ Κέβης, ὡς διδόντος σοι οὐκ ἂν φθάνοις περαίνων. σκόπει δή, ἔφη, τὰ ἑξῆς ἐκείνοις ἐάν σοι συνδοκῇ ὥσπερ ἐμοί. φαίνεται γάρ μοι, εἴ τί ἐστιν ἄλλο καλὸν πλὴν αὐτὸ τὸ καλόν, οὐδὲ δι’ ἓν ἄλλο καλὸν εἶναι ἢ διότι μετέχει ἐκείνου τοῦ καλοῦ· καὶ πάντα δὴ οὕτως λέγω. τῇ τοιᾷδε αἰτίᾳ συγχωρεῖς; συγχωρῶ, ἔφη. οὐ τοίνυν, ἦ δ’ ὅς, ἔτι μανθάνω οὐδὲ δύναμαι τὰς ἄλλας αἰτίας τὰς σοφὰς ταύτας γιγνώσκειν· ἀλλ’ ἐάν τίς μοι λέγῃ δι’ ὅτι καλόν ἐστιν ὁτιοῦν, ἢ χρῶμα εὐανθὲς ἔχον ἢ σχῆμα ἢ ἄλλο ὁτιοῦν τῶν τοιούτων, τὰ μὲν ἄλλα χαίρειν ἐῶ, — ταράττομαι γὰρ ἐν τοῖς ἄλλοις πᾶσι — τοῦτο δὲ ἁπλῶς καὶ ἀτέχνως καὶ ἴσως εὐήθως ἔχω παρ’ ἐμαυτῷ, ὅτι οὐκ ἄλλο τι ποιεῖ αὐτὸ καλὸν ἢ ἡ ἐκείνου τοῦ καλοῦ εἴτε παρουσία εἴτε κοινωνία εἴτε ὅπῃ δὴ καὶ ὅπως προσγενομένη· οὐ γὰρ ἔτι τοῦτο διισχυρίζομαι, ἀλλ’ ὅτι τῷ καλῷ πάντα τὰ καλὰ [γίγνεται] καλά. τοῦτο γάρ μοι δοκεῖ ἀσφαλέστατον εἶναι καὶ ἐμαυτῷ ἀποκρίνασθαι καὶ ἄλλῳ, καὶ τούτου ἐχόμενος ἡγοῦμαι οὐκ ἄν ποτε πεσεῖν, ἀλλ’ ἀσφαλὲς εἶναι καὶ ἐμοὶ καὶ ὁτῳοῦν ἄλλῳ ἀποκρίνασθαι ὅτι τῷ καλῷ τὰ καλὰ [γίγνεται] καλά· ἢ οὐ καὶ σοὶ δοκεῖ; δοκεῖ. καὶ μεγέθει ἄρα τὰ μεγάλα μεγάλα καὶ τὰ μείζω μείζω, καὶ σμικρότητι τὰ ἐλάττω ἐλάττω; ναί.
Phaedo. “ Now perhaps my metaphor is not quite accurate; for I do not grant in the least that he who studies realities by means of conceptions is looking at them in images any more than he who studies them in the facts of daily life. However, that is the way I began. I assume in each case some principle which I consider strongest, and whatever seems to me to agree with this, whether relating to cause or to anything else, I regard as true, and whatever disagrees with it, as untrue. But I want to tell you more clearly what I mean; for I think you do not understand now.”“Not very well, certainly,” said Cebes. “Well,” said Socrates, “this is what I mean. It is nothing new, but the same thing I have always been saying, both in our previous conversation and elsewhere. I am going to try to explain to you the nature of that cause which I have been studying, and I will revert to those familiar subjects of ours as my point of departure and assume that there are such things as absolute beauty and good and greatness and the like. If you grant this and agree that these exist, I believe I shall explain cause to you and shall prove that the soul is immortal.”“You may assume,” said Cebes, “that I grant it, and go on.”“Then,” said he, “see if you agree with me in the next step. I think that if anything is beautiful besides absolute beauty it is beautiful for no other reason than because it partakes of absolute beauty; and this applies to everything. Do you assent to this view of cause?”“I do,” said he.“Now I do not yet, understand,” he went on, “nor can I perceive those other ingenious causes. If anyone tells me that what makes a thing beautiful is its lovely color, or its shape or anything else of the sort, I let all that go, for all those things confuse me, and I hold simply and plainly and perhaps foolishly to this, that nothing else makes it beautiful but the presence or communion (call it which you please) of absolute beauty, however it may have been gained; about the way in which it happens, I make no positive statement as yet, but I do insist that beautiful things are made beautiful by beauty. For I think this is the safest answer I can give to myself or to others, and if I cleave fast to this, I think I shall never be overthrown, and I believe it is safe for me or anyone else to give this answer, that beautiful things are beautiful through beauty. Do you agree?”“I do.”“And great things are great and greater things greater by greatness, and smaller things smaller by smallness?”“Yes.”
ΦΑΙΔ. οὐδὲ σὺ ἄρ’ ἂν ἀποδέχοιο εἴ τίς τινα φαίη ἕτερον ἑτέρου τῇ κεφαλῇ μείζω εἶναι, καὶ τὸν ἐλάττω τῷ αὐτῷ τούτῳ ἐλάττω, ἀλλὰ διαμαρτύροιο ἂν ὅτι σὺ μὲν οὐδὲν ἄλλο λέγεις ἢ ὅτι τὸ μεῖζον πᾶν ἕτερον ἑτέρου οὐδενὶ ἄλλῳ μεῖζόν ἐστιν ἢ μεγέθει, καὶ διὰ τοῦτο μεῖζον, διὰ τὸ μέγεθος, τὸ δὲ ἔλαττον οὐδενὶ ἄλλῳ ἔλαττον ἢ σμικρότητι, καὶ διὰ τοῦτο ἔλαττον, διὰ τὴν σμικρότητα, φοβούμενος οἶμαι μή τίς σοι ἐναντίος λόγος ἀπαντήσῃ, ἐὰν τῇ κεφαλῇ μείζονά τινα φῇς εἶναι καὶ ἐλάττω, πρῶτον μὲν τῷ αὐτῷ τὸ μεῖζον μεῖζον εἶναι καὶ τὸ ἔλαττον ἔλαττον, ἔπειτα τῇ κεφαλῇ σμικρᾷ οὔσῃ τὸν μείζω μείζω εἶναι, καὶ τοῦτο δὴ τέρας εἶναι, τὸ σμικρῷ τινι μέγαν τινὰ εἶναι· ἢ οὐκ ἂν φοβοῖο ταῦτα; καὶ ὁ Κέβης γελάσας, ἔγωγε, ἔφη. οὐκοῦν, ἦ δ’ ὅς, τὰ δέκα τῶν ὀκτὼ δυοῖν πλείω εἶναι, καὶ διὰ ταύτην τὴν αἰτίαν ὑπερβάλλειν, φοβοῖο ἂν λέγειν, ἀλλὰ μὴ πλήθει καὶ διὰ τὸ πλῆθος; καὶ τὸ δίπηχυ τοῦ πηχυαίου ἡμίσει μεῖζον εἶναι ἀλλ’ οὐ μεγέθει; ὁ αὐτὸς γάρ που φόβος. πάνυ γ᾽, ἔφη. τί δέ; ἑνὶ ἑνὸς προστεθέντος τὴν πρόσθεσιν αἰτίαν εἶναι τοῦ δύο γενέσθαι ἢ διασχισθέντος τὴν σχίσιν οὐκ εὐλαβοῖο ἂν λέγειν; καὶ μέγα ἂν βοῴης ὅτι οὐκ οἶσθα ἄλλως πως ἕκαστον γιγνόμενον ἢ μετασχὸν τῆς ἰδίας οὐσίας ἑκάστου οὗ ἂν μετάσχῃ, καὶ ἐν τούτοις οὐκ ἔχεις ἄλλην τινὰ αἰτίαν τοῦ δύο γενέσθαι ἀλλ’ ἢ τὴν τῆς δυάδος μετάσχεσιν, καὶ δεῖν τούτου μετασχεῖν τὰ μέλλοντα δύο ἔσεσθαι, καὶ μονάδος ὃ ἂν μέλλῃ ἓν ἔσεσθαι, τὰς δὲ σχίσεις ταύτας καὶ προσθέσεις καὶ τὰς ἄλλας τὰς τοιαύτας κομψείας ἐῴης ἂν χαίρειν, παρεὶς ἀποκρίνασθαι τοῖς σεαυτοῦ σοφωτέροις· σὺ δὲ δεδιὼς ἄν, τὸ λεγόμενον, τὴν σαυτοῦ σκιὰν καὶ τὴν ἀπειρίαν, ἐχόμενος ἐκείνου τοῦ ἀσφαλοῦς τῆς ὑποθέσεως, οὕτως ἀποκρίναιο ἄν. εἰ δέ τις αὐτῆς τῆς ὑποθέσεως ἔχοιτο, χαίρειν ἐῴης ἂν καὶ οὐκ ἀποκρίναιο ἕως ἂν τὰ ἀπ’ ἐκείνης ὁρμηθέντα σκέψαιο εἴ σοι ἀλλήλοις συμφωνεῖ ἢ διαφωνεῖ· ἐπειδὴ δὲ ἐκείνης αὐτῆς δέοι σε διδόναι λόγον, ὡσαύτως ἂν διδοίης, ἄλλην αὖ ὑπόθεσιν ὑποθέμενος ἥτις τῶν ἄνωθεν βελτίστη φαίνοιτο, ἕως ἐπί τι ἱκανὸν ἔλθοις, ἅμα δὲ οὐκ ἂν φύροιο ὥσπερ οἱ ἀντιλογικοὶ περί τε τῆς ἀρχῆς διαλεγόμενος καὶ τῶν ἐξ ἐκείνης ὡρμημένων, εἴπερ βούλοιό τι τῶν ὄντων εὑρεῖν; ἐκείνοις μὲν γὰρ ἴσως οὐδὲ εἷς περὶ τούτου λόγος οὐδὲ φροντίς· ἱκανοὶ γὰρ ὑπὸ σοφίας ὁμοῦ πάντα κυκῶντες ὅμως δύνασθαι αὐτοὶ αὑτοῖς ἀρέσκειν· σὺ δ᾽, εἴπερ εἶ τῶν φιλοσόφων, οἶμαι ἂν ὡς ἐγὼ λέγω ποιοῖς.
Phaedo. “And you would not accept the statement, if you were told that one man was greater or smaller than another by a head, but you would insist that you say only that every greater thing is greater than another by nothing else than greatness, and that it is greater by reason of greatness, and that which is smaller is smaller by nothing else than smallness and is smaller by reason of smallness. For you would, I think, be afraid of meeting with the retort, if you said that a man was greater or smaller than another by a head, first that the greater is greater and the smaller is smaller by the same thing, and secondly, that the greater man is greater by a head, which is small, and that it is a monstrous thing that one is great by something that is small. Would you not be afraid of this?” And Cebes laughed and said, “Yes, I should.”“Then,” he continued, “you would be afraid to say that ten is more than eight by two and that this is the reason it is more. You would say it is more by number and by reason of number; and a two cubit measure is greater than a one-cubit measure not by half but by magnitude, would you not? For you would have the same fear.”“Certainly,” said he.“Well, then, if one is added to one or if one is divided, you would avoid saying that the addition or the division is the cause of two? You would exclaim loudly that you know no other way by which any thing can come into existence than by participating in the proper essence of each thing in which it participates, and therefore you accept no other cause of the existence of two than participation in duality, and things which are to be two must participate in duality, and whatever is to be one must participate in unity, and you would pay no attention to the divisions and additions and other such subtleties, leaving those for wiser men to explain. You would distrust your inexperience and would be afraid, as the saying goes, of your own shadow; so you would cling to that safe principle of ours and would reply as I have said. And if anyone attacked the principle, you would pay him no attention and you would not reply to him until you had examined the consequences to see whether they agreed with one another or not; and when you had to give an explanation of the principle, you would give it in the same way by assuming some other principle which seemed to you the best of the higher ones, and so on until you reached one which was adequate. You would not mix things up, as disputants do, in talking about the beginning and its consequences, if you wished to discover any of the realities; for perhaps not one of them thinks or cares in the least about these things. They are so clever that they succeed in being well pleased with themselves even when they mix everything up; but if you are a philosopher, I think you will do as I have said.”
ΦΑΙΔ. ἀληθέστατα, ἔφη, λέγεις, ὅ τε Σιμμίας ἅμα καὶ ὁ Κέβης.
ΕΧ. νὴ Δία, ὦ Φαίδων, εἰκότως γε· θαυμαστῶς γάρ μοι δοκεῖ ὡς ἐναργῶς τῷ καὶ σμικρὸν νοῦν ἔχοντι εἰπεῖν ἐκεῖνος ταῦτα.
ΦΑΙΔ. πάνυ μὲν οὖν, ὦ Ἐχέκρατες, καὶ πᾶσι τοῖς παροῦσιν ἔδοξεν.
ΕΧ. καὶ γὰρ ἡμῖν τοῖς ἀποῦσι, νῦν δὲ ἀκούουσιν. ἀλλὰ τίνα δὴ ἦν τὰ μετὰ ταῦτα λεχθέντα;
ΦΑΙΔ. ὡς μὲν ἐγὼ οἶμαι, ἐπεὶ αὐτῷ ταῦτα συνεχωρήθη, καὶ ὡμολογεῖτο εἶναί τι ἕκαστον τῶν εἰδῶν καὶ τούτων τἆλλα μεταλαμβάνοντα αὐτῶν τούτων τὴν ἐπωνυμίαν ἴσχειν, τὸ δὴ μετὰ ταῦτα ἠρώτα, εἰ δή, ἦ δ’ ὅς, ταῦτα οὕτως λέγεις, ἆρ’ οὐχ, ὅταν Σιμμίαν Σωκράτους φῇς μείζω εἶναι, Φαίδωνος δὲ ἐλάττω, λέγεις τότ’ εἶναι ἐν τῷ Σιμμίᾳ ἀμφότερα, καὶ μέγεθος καὶ σμικρότητα; ἔγωγε. ἀλλὰ γάρ, ἦ δ’ ὅς, ὁμολογεῖς τὸ τὸν Σιμμίαν ὑπερέχειν Σωκράτους οὐχ ὡς τοῖς ῥήμασι λέγεται οὕτω καὶ τὸ ἀληθὲς ἔχειν; οὐ γάρ που πεφυκέναι Σιμμίαν ὑπερέχειν τούτῳ, τῷ Σιμμίαν εἶναι, ἀλλὰ τῷ μεγέθει ὃ τυγχάνει ἔχων· οὐδ’ αὖ Σωκράτους ὑπερέχειν ὅτι Σωκράτης ὁ Σωκράτης ἐστίν, ἀλλ’ ὅτι σμικρότητα ἔχει ὁ Σωκράτης πρὸς τὸ ἐκείνου μέγεθος; ἀληθῆ. οὐδέ γε αὖ ὑπὸ Φαίδωνος ὑπερέχεσθαι τῷ ὅτι Φαίδων ὁ Φαίδων ἐστίν, ἀλλ’ ὅτι μέγεθος ἔχει ὁ Φαίδων πρὸς τὴν Σιμμίου σμικρότητα; ἔστι ταῦτα. οὕτως ἄρα ὁ Σιμμίας ἐπωνυμίαν ἔχει σμικρός τε καὶ μέγας εἶναι, ἐν μέσῳ ὢν ἀμφοτέρων, τοῦ μὲν τῷ μεγέθει ὑπερέχειν τὴν σμικρότητα ὑπέχων, τῷ δὲ τὸ μέγεθος τῆς σμικρότητος παρέχων ὑπερέχον. καὶ ἅμα μειδιάσας, ἔοικα, ἔφη, καὶ συγγραφικῶς ἐρεῖν, ἀλλ’ οὖν ἔχει γέ που ὡς λέγω. συνέφη. λέγω δὴ τοῦδ’ ἕνεκα, βουλόμενος δόξαι σοὶ ὅπερ ἐμοί. ἐμοὶ γὰρ φαίνεται οὐ μόνον αὐτὸ τὸ μέγεθος οὐδέποτ’ ἐθέλειν ἅμα μέγα καὶ σμικρὸν εἶναι, ἀλλὰ καὶ τὸ ἐν ἡμῖν μέγεθος οὐδέποτε προσδέχεσθαι τὸ σμικρὸν οὐδ’ ἐθέλειν ὑπερέχεσθαι, ἀλλὰ δυοῖν τὸ ἕτερον, ἢ φεύγειν καὶ ὑπεκχωρεῖν ὅταν αὐτῷ προσίῃ τὸ ἐναντίον, τὸ σμικρόν, ἢ προσελθόντος ἐκείνου ἀπολωλέναι· ὑπομένον δὲ καὶ δεξάμενον τὴν σμικρότητα οὐκ ἐθέλειν εἶναι ἕτερον ἢ ὅπερ ἦν. ὥσπερ ἐγὼ δεξάμενος καὶ ὑπομείνας τὴν σμικρότητα, καὶ ἔτι ὢν ὅσπερ εἰμί, οὗτος ὁ αὐτὸς σμικρός εἰμι· ἐκεῖνο δὲ οὐ τετόλμηκεν μέγα ὂν σμικρὸν εἶναι· ὡς δ’ αὕτως καὶ τὸ σμικρὸν τὸ ἐν ἡμῖν οὐκ ἐθέλει ποτὲ μέγα γίγνεσθαι οὐδὲ εἶναι, οὐδ’ ἄλλο οὐδὲν τῶν ἐναντίων, ἔτι ὂν ὅπερ ἦν, ἅμα τοὐναντίον γίγνεσθαί τε καὶ εἶναι, ἀλλ’ ἤτοι ἀπέρχεται ἢ ἀπόλλυται ἐν τούτῳ τῷ παθήματι.
Phaedo. “That is true,” said Simmias and Cebes together.
Echecrates. By Zeus, Phaedo, they were right. It seems to me that he made those matters astonishingly clear, to anyone with even a little sense.
Phaedo. Certainly, Echecrates, and all who were there thought so, too.
Echecrates. And so do we who were not there, and are hearing about it now. But what was said after that?
Phaedo. As I remember it, after all this had been admitted, and they had agreed that each of the abstract qualities exists and that other things which participate in these get their names from them, then Socrates asked: “Now if you assent to this, do you not, when you say that Simmias is greater than Socrates and smaller than Phaedo, say that there is in Simmias greatness and smallness?”“Yes.”“But,” said Socrates, “you agree that the statement that Simmias is greater than Socrates is not true as stated in those words. For Simmias is not greater than Socrates by reason of being Simmias, but by reason of the greatness he happens to have; nor is he greater than Socrates because Socrates is Socrates, but because Socrates has smallness relatively to his greatness.”“True.”“And again, he is not smaller than Phaedo because Phaedo is Phaedo, but because Phaedo has greatness relatively to Simmias’s smallness.”“That is true.”“Then Simmias is called small and great, when he is between the two, surpassing the smallness of the one by exceeding him in height, and granting to the other the greatness that exceeds his own smallness.” And he laughed and said, “I seem to he speaking like a legal document, but it really is very much as I say.” Simmias agreed.“I am speaking so because I want you to agree with me. I think it is evident not only that greatness itself will never be great and also small, but that the greatness in us will never admit the small or allow itself to be exceeded. One of two things must take place: either it flees or withdraws when its opposite, smallness, advances toward it, or it has already ceased to exist by the time smallness comes near it. But it will not receive and admit smallness, thereby becoming other than it was. So I have received and admitted smallness and am still the same small person I was; but the greatness in me, being great, has not suffered itself to become small. In the same way the smallness in us will never become or be great, nor will any other opposite which is still what it was, ever become or be also its own opposite. It either goes away or loses its existence in the change.”
ΦΑΙΔ. παντάπασιν, ἔφη ὁ Κέβης, οὕτω φαίνεταί μοι. καί τις εἶπε τῶν παρόντων ἀκούσας — ὅστις δ’ ἦν, οὐ σαφῶς μέμνημαι — πρὸς θεῶν, οὐκ ἐν τοῖς πρόσθεν ἡμῖν λόγοις αὐτὸ τὸ ἐναντίον τῶν νυνὶ λεγομένων ὡμολογεῖτο, ἐκ τοῦ ἐλάττονος τὸ μεῖζον γίγνεσθαι καὶ ἐκ τοῦ μείζονος τὸ ἔλαττον, καὶ ἀτεχνῶς αὕτη εἶναι ἡ γένεσις τοῖς ἐναντίοις, ἐκ τῶν ἐναντίων; νῦν δέ μοι δοκεῖ λέγεσθαι ὅτι τοῦτο οὐκ ἄν ποτε γένοιτο. καὶ ὁ Σωκράτης παραβαλὼν τὴν κεφαλὴν καὶ ἀκούσας, ἀνδρικῶς, ἔφη, ἀπεμνημόνευκας, οὐ μέντοι ἐννοεῖς τὸ διαφέρον τοῦ τε νῦν λεγομένου καὶ τοῦ τότε. τότε μὲν γὰρ ἐλέγετο ἐκ τοῦ ἐναντίου πράγματος τὸ ἐναντίον πρᾶγμα γίγνεσθαι, νῦν δέ, ὅτι αὐτὸ τὸ ἐναντίον ἑαυτῷ ἐναντίον οὐκ ἄν ποτε γένοιτο, οὔτε τὸ ἐν ἡμῖν οὔτε τὸ ἐν τῇ φύσει. τότε μὲν γάρ, ὦ φίλε, περὶ τῶν ἐχόντων τὰ ἐναντία ἐλέγομεν, ἐπονομάζοντες αὐτὰ τῇ ἐκείνων ἐπωνυμίᾳ, νῦν δὲ περὶ ἐκείνων αὐτῶν ὧν ἐνόντων ἔχει τὴν ἐπωνυμίαν τὰ ὀνομαζόμενα· αὐτὰ δ’ ἐκεῖνα οὐκ ἄν ποτέ φαμεν ἐθελῆσαι γένεσιν ἀλλήλων δέξασθαι. καὶ ἅμα βλέψας πρὸς τὸν Κέβητα εἶπεν, ἆρα μή που, ὦ Κέβης, ἔφη, καὶ σέ τι τούτων ἐτάραξεν ὧν ὅδε εἶπεν; οὐδ’ αὖ, ἔφη ὁ Κέβης, οὕτως ἔχω· καίτοι οὔτι λέγω ὡς οὐ πολλά με ταράττει. συνωμολογήκαμεν ἄρα, ἦ δ’ ὅς, ἁπλῶς τοῦτο, μηδέποτε ἐναντίον ἑαυτῷ τὸ ἐναντίον ἔσεσθαι. παντάπασιν, ἔφη. ἔτι δή μοι καὶ τόδε σκέψαι, ἔφη, εἰ ἄρα συνομολογήσεις. θερμόν τι καλεῖς καὶ ψυχρόν; ἔγωγε. ἆρ’ ὅπερ χιόνα καὶ πῦρ; μὰ Δί᾽ οὐκ ἔγωγε. ἀλλ᾽ ἕτερόν τι πυρὸς τὸ θερμὸν καὶ ἕτερόν τι χιόνος τὸ ψυχρόν; ναί. ἀλλὰ τόδε γ᾽ οἶμαι δοκεῖ σοι, οὐδέποτε χιόνα γ’ οὖσαν δεξαμένην τὸ θερμόν, ὥσπερ ἐν τοῖς πρόσθεν ἐλέγομεν, ἔτι ἔσεσθαι ὅπερ ἦν, χιόνα καὶ θερμόν, ἀλλὰ προσιόντος τοῦ θερμοῦ ἢ ὑπεκχωρήσειν αὐτῷ ἢ ἀπολεῖσθαι. πάνυ γε. καὶ τὸ πῦρ γε αὖ προσιόντος τοῦ ψυχροῦ αὐτῷ ἢ ὑπεξιέναι ἢ ἀπολεῖσθαι, οὐ μέντοι ποτὲ τολμήσειν δεξάμενον τὴν ψυχρότητα ἔτι εἶναι ὅπερ ἦν, πῦρ καὶ ψυχρόν. ἀληθῆ, ἔφη, λέγεις. ἔστιν ἄρα, ἦ δ’ ὅς, περὶ ἔνια τῶν τοιούτων, ὥστε μὴ μόνον αὐτὸ τὸ εἶδος ἀξιοῦσθαι τοῦ αὑτοῦ ὀνόματος εἰς τὸν ἀεὶ χρόνον, ἀλλὰ καὶ ἄλλο τι ὃ ἔστι μὲν οὐκ ἐκεῖνο, ἔχει δὲ τὴν ἐκείνου μορφὴν ἀεί, ὅτανπερ ᾖ. ἔτι δὲ ἐν τῷδε ἴσως ἔσται σαφέστερον ὃ λέγω· τὸ γὰρ περιττὸν ἀεί που δεῖ τούτου τοῦ ὀνόματος τυγχάνειν ὅπερ νῦν λέγομεν· ἢ οὔ; πάνυ γε.
Phaedo. “That,” said Cebes, “seems to me quite evident.” Then one of those present—I don’t just remember who it was—said: “In Heaven’s name, is not this present doctrine the exact opposite of what was fitted in our earlier discussion, that the greater is generated from the less and the less from the greater and that opposites are always generated from their opposites? But now it seems to me we are saying, this can never happen.” Socrates cocked his head on one side and listened. “You have spoken up like a man,” he said, “but you do not observe the difference between the present doctrine and what we said before. We said before that in the case of concrete things opposites are generated from opposites; whereas now we say that the abstract concept of an opposite can never become its own opposite, either in us or in the world about us. Then we were talking about things which possess opposite qualities and are called after them, but now about those very opposites the immanence of which gives the things their names. We say that these latter can never be generated from each other.” At the same time he looked at Cebes and said: “And you—are you troubled by any of our friends’ objections?”“No,” said Cebes, “not this time; though I confess that objections often do trouble me.”“Well, we are quite agreed,” said Socrates, “upon this, that an opposite can never be its own opposite.”“Entirely agreed,” said Cebes.“Now,” said he, “see if you agree with me in what follows: Is there something that you call heat and something you call cold?” “Yes.”“Are they the same as snow and fire?” “No, not at all.”“But heat is a different thing from fire and cold differs from snow?”“Yes.”“Yet I fancy you believe that snow, if (to employ the form of phrase we used before) it admits heat, will no longer be what it was, namely snow, and also warm, but will either withdraw when heat approaches it or will cease to exist.”“Certainly.”“And similarly fire, when cold approaches it, will either withdraw or perish. It will never succeed in admitting cold and being still fire, as it was before, and also cold.”“That is true,” said he.“The fact is,” said he, “in some such cases, that not only the abstract idea itself has a right to the same name through all time, but also something else, which is not the idea, but which always, whenever it exists, has the form of the idea. But perhaps I can make my meaning clearer by some examples. In numbers, the odd must always have the name of odd, must it not?”“Certainly.”