ΕΥΘ. τί νεώτερον, ὦ Σώκρατες, γέγονεν, ὅτι σὺ τὰς ἐν Λυκείῳ καταλιπὼν διατριβὰς ἐνθάδε νῦν διατρίβεις περὶ τὴν τοῦ βασιλέως στοάν; οὐ γάρ που καὶ σοί γε δίκη τις οὖσα τυγχάνει πρὸς τὸν βασιλέα ὥσπερ ἐμοί.
ΣΩ. οὔτοι δὴ Ἀθηναῖοί γε, ὦ Εὐθύφρων, δίκην αὐτὴν καλοῦσιν ἀλλὰ γραφήν.
ΕΥΘ. τί φῄς; γραφὴν σέ τις, ὡς ἔοικε, γέγραπται· οὐ γὰρ ἐκεῖνό γε καταγνώσομαι, ὡς σὺ ἕτερον.
ΣΩ. οὐ γὰρ οὖν.
ΕΥΘ. ἀλλὰ σὲ ἄλλος;
ΣΩ. πάνυ γε.
ΕΥΘ. τίς οὗτος;
ΣΩ. οὐδʼ αὐτὸς πάνυ τι γιγνώσκω, ὦ Εὐθύφρων, τὸν ἄνδρα, νέος γάρ τίς μοι φαίνεται καὶ ἀγνώς· ὀνομάζουσι μέντοι αὐτόν, ὡς ἐγᾦμαι, Μέλητον. ἔστι δὲ τῶν δήμων Πιτθεύς, εἴ τινα νῷ ἔχεις Πιτθέα Μέλητον οἷον τετανότριχα καὶ οὐ πάνυ εὐγένειον, ἐπίγρυπον δέ.
ΕΥΘ. οὐκ ἐννοῶ, ὦ Σώκρατες· ἀλλὰ δὴ τίνα γραφήν σε γέγραπται;
ΣΩ. ἥντινα; οὐκ ἀγεννῆ, ἔμοιγε δοκεῖ· τὸ γὰρ νέον ὄντα τοσοῦτον πρᾶγμα ἐγνωκέναι οὐ φαῦλόν ἐστιν. ἐκεῖνος γάρ, ὥς φησιν, οἶδε τίνα τρόπον οἱ νέοι διαφθείρονται καὶ τίνες οἱ διαφθείροντες αὐτούς. καὶ κινδυνεύει σοφός τις εἶναι, καὶ τὴν ἐμὴν ἀμαθίαν κατιδὼν ὡς διαφθείροντος τοὺς ἡλικιώτας αὐτοῦ, ἔρχεται κατηγορήσων μου ὥσπερ πρὸς μητέρα πρὸς τὴν πόλιν. καὶ φαίνεταί μοι τῶν πολιτικῶν μόνος ἄρχεσθαι ὀρθῶς· ὀρθῶς γάρ ἐστι τῶν νέων πρῶτον ἐπιμεληθῆναι ὅπως ἔσονται ὅτι ἄριστοι, ὥσπερ γεωργὸν ἀγαθὸν τῶν νέων φυτῶν εἰκὸς πρῶτον ἐπιμεληθῆναι, μετὰ δὲ τοῦτο καὶ τῶν ἄλλων.
Euthyphro. What strange thing has happened, Socrates, that you have left your accustomed haunts in the Lyceum and are now haunting the portico where the king archon sits? For it cannot be that you have an action before the king, as I have.
Socrates. Our Athenians, Euthyphro, do not call it an action, but an indictment.
Euthyphro. What? Somebody has, it seems, brought an indictment against you; for I don’t accuse you of having brought one against anyone else.
Socrates. Certainly not.
Euthyphro. But someone else against you?
Socrates. Quite so.
Euthyphro. Who is he?
Socrates. I don’t know the man very well myself, Euthyphro, for he seems to be a young and unknown person. His name, however, is Meletus, I believe. And he is of the deme of Pitthus, if you remember any Pitthian Meletus, with long hair and only a little beard, but with a hooked nose.
Euthyphro. I don’t remember him, Socrates. But what sort of an indictment has he brought against you?
Socrates. What sort? No mean one, it seems to me; for the fact that, young as he is, he has apprehended so important a matter reflects no small credit upon him. For he says he knows how the youth are corrupted and who those are who corrupt them. He must be a wise man; who, seeing my lack of wisdom and that I am corrupting his fellows, comes to the State, as a boy runs to his mother, to accuse me. And he seems to me to be the only one of the public men who begins in the right way; for the right way is to take care of the young men first, to make them as good as possible, just as a good husbandman will naturally take care of the young plants first and afterwards of the rest.
ΣΩ. καὶ δὴ καὶ Μέλητος ἴσως πρῶτον μὲν ἡμᾶς ἐκκαθαίρει τοὺς τῶν νέων τὰς βλάστας διαφθείροντας, ὥς φησιν· ἔπειτα μετὰ τοῦτο δῆλον ὅτι τῶν πρεσβυτέρων ἐπιμεληθεὶς πλείστων καὶ μεγίστων ἀγαθῶν αἴτιος τῇ πόλει γενήσεται, ὥς γε τὸ εἰκὸς συμβῆναι ἐκ τοιαύτης ἀρχῆς ἀρξαμένῳ.
ΕΥΘ. βουλοίμην ἄν, ὦ Σώκρατες, ἀλλʼ ὀρρωδῶ μὴ τοὐναντίον γένηται· ἀτεχνῶς γάρ μοι δοκεῖ ἀφʼ ἑστίας ἄρχεσθαι κακουργεῖν τὴν πόλιν, ἐπιχειρῶν ἀδικεῖν σέ. καί μοι λέγε, τί καὶ ποιοῦντά σέ φησι διαφθείρειν τοὺς νέους;
ΣΩ. ἄτοπα, ὦ θαυμάσιε, ὡς οὕτω γʼ ἀκοῦσαι. φησὶ γάρ με ποιητὴν εἶναι θεῶν, καὶ ὡς καινοὺς ποιοῦντα θεοὺς τοὺς δʼ ἀρχαίους οὐ νομίζοντα ἐγράψατο τούτων αὐτῶν ἕνεκα, ὥς φησιν.
ΕΥΘ. μανθάνω, ὦ Σώκρατες· ὅτι δὴ σὺ τὸ δαιμόνιον φῂς σαυτῷ ἑκάστοτε γίγνεσθαι. ὡς οὖν καινοτομοῦντός σου περὶ τὰ θεῖα γέγραπται ταύτην τὴν γραφήν, καὶ ὡς διαβαλῶν δὴ ἔρχεται εἰς τὸ δικαστήριον, εἰδὼς ὅτι εὐδιάβολα τὰ τοιαῦτα πρὸς τοὺς πολλούς. καὶ ἐμοῦ γάρ τοι, ὅταν τι λέγω ἐν τῇ ἐκκλησίᾳ περὶ τῶν θείων, προλέγων αὐτοῖς τὰ μέλλοντα, καταγελῶσιν ὡς μαινομένου· καίτοι οὐδὲν ὅτι οὐκ ἀληθὲς εἴρηκα ὧν προεῖπον, ἀλλʼ ὅμως φθονοῦσιν ἡμῖν πᾶσι τοῖς τοιούτοις. ἀλλʼ οὐδὲν αὐτῶν χρὴ φροντίζειν, ἀλλʼ ὁμόσε ἰέναι.
ΣΩ. ὦ φίλε Εὐθύφρων, ἀλλὰ τὸ μὲν καταγελασθῆναι ἴσως οὐδὲν πρᾶγμα. Ἀθηναίοις γάρ τοι, ὡς ἐμοὶ δοκεῖ, οὐ σφόδρα μέλει ἄν τινα δεινὸν οἴωνται εἶναι, μὴ μέντοι διδασκαλικὸν τῆς αὑτοῦ σοφίας· ὃν δʼ ἂν καὶ ἄλλους οἴωνται ποιεῖν τοιούτους, θυμοῦνται, εἴτʼ οὖν φθόνῳ ὡς σὺ λέγεις, εἴτε διʼ ἄλλο τι.
ΕΥΘ. τούτου οὖν πέρι ὅπως ποτὲ πρὸς ἐμὲ ἔχουσιν, οὐ πάνυ ἐπιθυμῶ πειραθῆναι.
ΣΩ. ἴσως γὰρ σὺ μὲν δοκεῖς σπάνιον σεαυτὸν παρέχειν καὶ διδάσκειν οὐκ ἐθέλειν τὴν σεαυτοῦ σοφίαν· ἐγὼ δὲ φοβοῦμαι μὴ ὑπὸ φιλανθρωπίας δοκῶ αὐτοῖς ὅτιπερ ἔχω ἐκκεχυμένως παντὶ ἀνδρὶ λέγειν, οὐ μόνον ἄνευ μισθοῦ, ἀλλὰ καὶ προστιθεὶς ἂν ἡδέως εἴ τίς μου ἐθέλει ἀκούειν. εἰ μὲν οὖν, ὃ νυνδὴ ἔλεγον, μέλλοιέν μου καταγελᾶν ὥσπερ σὺ φῂς σαυτοῦ, οὐδὲν ἂν εἴη ἀηδὲς παίζοντας καὶ γελῶντας ἐν τῷ δικαστηρίῳ διαγαγεῖν· εἰ δὲ σπουδάσονται, τοῦτʼ ἤδη ὅπῃ ἀποβήσεται ἄδηλον πλὴν ὑμῖν τοῖς μάντεσιν.
ΕΥΘ. ἀλλʼ ἴσως οὐδὲν ἔσται, ὦ Σώκρατες, πρᾶγμα, ἀλλὰ σύ τε κατὰ νοῦν ἀγωνιῇ τὴν δίκην, οἶμαι δὲ καὶ ἐμὲ τὴν ἐμήν.
ΣΩ. ἔστιν δὲ δὴ σοί, ὦ Εὐθύφρων, τίς ἡ δίκη; φεύγεις αὐτὴν ἢ διώκεις;
ΕΥΘ. διώκω.
ΣΩ. τίνα;
Socrates. And so Meletus, perhaps, is first clearing away us who corrupt the young plants, as he says; then after this, when he has turned his attention to the older men, he will bring countless most precious blessings upon the State,—at least, that is the natural outcome of the beginning he has made.
Euthyphro. I hope it may be so, Socrates; but I fear the opposite may result. For it seems to me that he begins by injuring the State at its very heart, when he undertakes to harm you. Now tell me, what does he say you do that corrupts the young?
Socrates. Absurd things, my friend, at first hearing. For he says I am a maker of gods; and because I make new gods and do not believe in the old ones, he indicted me for the sake of these old ones, as he says.
Euthyphro. I understand, Socrates; it is because you say the divine monitor keeps coming to you. So he has brought the indictment against you for making innovations in religion, and he is going into court to slander you, knowing that slanders on such subjects are readily accepted by the people. Why, they even laugh at me and say I am crazy when I say anything in the assembly about divine things and foretell the future to them. And yet there is not one of the things I have foretold that is not true; but they are jealous of all such men as you and I are. However, we must not be disturbed, but must come to close quarters with them.
Socrates. My dear Euthyphro, their ridicule is perhaps of no consequence. For the Athenians, I fancy, are not much concerned, if they think a man is clever, provided he does not impart his clever notions to others; but when they think he makes others to be like himself, they are angry with him, either through jealousy, as you say, or for some other reason.
Euthyphro. I don’t much desire to test their sentiments toward me in this matter.
Socrates. No, for perhaps they think that you are reserved and unwilling to impart your wisdom. But I fear that because of my love of men they think that I not only pour myself out copiously to anyone and everyone without payment, but that I would even pay something myself, if anyone would listen to me. Now if, as I was saying just now, they were to laugh at me, as you say they do at you, it would not be at all unpleasant to pass the time in the court with jests and laughter; but if they are in earnest, then only soothsayers like you can tell how this will end.
Euthyphro. Well, Socrates, perhaps it won’t amount to much, and you will bring your case to a satisfactory ending, as I think I shall mine.
Socrates. What is your case, Euthyphro? Are you defending or prosecuting?
Euthyphro. Prosecuting.
Socrates. Whom?
ΕΥΘ. ὃν διώκων αὖ δοκῶ μαίνεσθαι.
ΣΩ. τί δέ; πετόμενόν τινα διώκεις;
ΕΥΘ. πολλοῦ γε δεῖ πέτεσθαι, ὅς γε τυγχάνει ὢν εὖ μάλα πρεσβύτης.
ΣΩ. τίς οὗτος;
ΕΥΘ. ὁ ἐμὸς πατήρ.
ΣΩ. ὁ σός, ὦ βέλτιστε;
ΕΥΘ. πάνυ μὲν οὖν.
ΣΩ. ἔστιν δὲ τί τὸ ἔγκλημα καὶ τίνος ἡ δίκη;
ΕΥΘ. φόνου, ὦ Σώκρατες.
ΣΩ. Ἡράκλεις. ἦ που, ὦ Εὐθύφρων, ἀγνοεῖται ὑπὸ τῶν πολλῶν ὅπῃ ποτὲ ὀρθῶς ἔχει· οὐ γὰρ οἶμαί γε τοῦ ἐπιτυχόντος [ὀρθῶς] αὐτὸ πρᾶξαι ἀλλὰ πόρρω που ἤδη σοφίας ἐλαύνοντος.
ΕΥΘ. πόρρω μέντοι νὴ Δία, ὦ Σώκρατες.
ΣΩ. ἔστιν δὲ δὴ τῶν οἰκείων τις ὁ τεθνεὼς ὑπὸ τοῦ σοῦ πατρός; ἢ δῆλα δή; οὐ γὰρ ἄν που ὑπέρ γε ἀλλοτρίου ἐπεξῇσθα φόνου αὐτῷ.
ΕΥΘ. γελοῖον, ὦ Σώκρατες, ὅτι οἴει τι διαφέρειν εἴτε ἀλλότριος εἴτε οἰκεῖος ὁ τεθνεώς, ἀλλʼ οὐ τοῦτο μόνον δεῖν φυλάττειν, εἴτε ἐν δίκῃ ἔκτεινεν ὁ κτείνας εἴτε μή, καὶ εἰ μὲν ἐν δίκῃ, ἐᾶν, εἰ δὲ μή, ἐπεξιέναι, ἐάνπερ ὁ κτείνας συνέστιός σοι καὶ ὁμοτράπεζος ᾖ· ἴσον γὰρ τὸ μίασμα γίγνεται ἐὰν συνῇς τῷ τοιούτῳ συνειδὼς καὶ μὴ ἀφοσιοῖς σεαυτόν τε καὶ ἐκεῖνον τῇ δίκῃ ἐπεξιών. ἐπεὶ ὅ γε ἀποθανὼν πελάτης τις ἦν ἐμός, καὶ ὡς ἐγεωργοῦμεν ἐν τῇ Νάξῳ, ἐθήτευεν ἐκεῖ παρʼ ἡμῖν. παροινήσας οὖν καὶ ὀργισθεὶς τῶν οἰκετῶν τινι τῶν ἡμετέρων ἀποσφάττει αὐτόν. ὁ οὖν πατὴρ συνδήσας τοὺς πόδας καὶ τὰς χεῖρας αὐτοῦ, καταβαλὼν εἰς τάφρον τινά, πέμπει δεῦρο ἄνδρα πευσόμενον τοῦ ἐξηγητοῦ ὅτι χρείη ποιεῖν. ἐν δὲ τούτῳ τῷ χρόνῳ τοῦ δεδεμένου ὠλιγώρει τε καὶ ἠμέλει ὡς ἀνδροφόνου καὶ οὐδὲν ὂν πρᾶγμα εἰ καὶ ἀποθάνοι, ὅπερ οὖν καὶ ἔπαθεν· ὑπὸ γὰρ λιμοῦ καὶ ῥίγους καὶ τῶν δεσμῶν ἀποθνῄσκει πρὶν τὸν ἄγγελον παρὰ τοῦ ἐξηγητοῦ ἀφικέσθαι. ταῦτα δὴ οὖν καὶ ἀγανακτεῖ ὅ τε πατὴρ καὶ οἱ ἄλλοι οἰκεῖοι, ὅτι ἐγὼ ὑπὲρ τοῦ ἀνδροφόνου τῷ πατρὶ φόνου ἐπεξέρχομαι οὔτε ἀποκτείναντι, ὥς φασιν ἐκεῖνοι, οὔτʼ εἰ ὅτι μάλιστα ἀπέκτεινεν, ἀνδροφόνου γε ὄντος τοῦ ἀποθανόντος, οὐ δεῖν φροντίζειν ὑπὲρ τοῦ τοιούτου—ἀνόσιον γὰρ εἶναι τὸ ὑὸν πατρὶ φόνου ἐπεξιέναι—κακῶς εἰδότες, ὦ Σώκρατες, τὸ θεῖον ὡς ἔχει τοῦ ὁσίου τε πέρι καὶ τοῦ ἀνοσίου.
ΣΩ. σὺ δὲ δὴ πρὸς Διός, ὦ Εὐθύφρων, οὑτωσὶ ἀκριβῶς οἴει ἐπίστασθαι περὶ τῶν θείων ὅπῃ ἔχει, καὶ τῶν ὁσίων τε καὶ ἀνοσίων, ὥστε τούτων οὕτω πραχθέντων ὡς σὺ λέγεις, οὐ φοβῇ δικαζόμενος τῷ πατρὶ ὅπως μὴ αὖ σὺ ἀνόσιον πρᾶγμα τυγχάνῃς πράττων;
Euthyphro. Such a man that they think I am insane because I am prosecuting him.
Socrates. Why? Are you prosecuting one who has wings to fly away with?
Euthyphro. No flying for him at his ripe old age.
Socrates. Who is he?
Euthyphro. My father.
Socrates. Your father, my dear man?
Euthyphro. Certainly.
Socrates. But what is the charge, and what is the suit about?
Euthyphro. Murder, Socrates.
Socrates. Heracles! Surely, Euthyphro, most people do not know where the right lies; for I fancy it is not everyone who can rightly do what you are doing, but only one who is already very far advanced in wisdom.
Euthyphro. Very far, indeed, Socrates, by Zeus.
Socrates. Is the one who was killed by your father a relative? But of course he was; for you would not bring a charge of murder against him on a stranger’s account.
Euthyphro. It is ridiculous, Socrates, that you think it matters whether the man who was killed was a stranger or a relative, and do not see that the only thing to consider is whether the action of the slayer was justified or not, and that if it was justified one ought to let him alone, and if not, one ought to proceed against him, even if he share one’s hearth and eat at one’s table. For the pollution is the same if you associate knowingly with such a man and do not purify yourself and him by proceeding against him. In this case, the man who was killed was a hired workman of mine, and when we were farming at Naxos, he was working there on our land. Now he got drunk, got angry with one of our house slaves, and butchered him. So my father bound him hand and foot, threw him into a ditch, and sent a man here to Athens to ask the religious adviser what he ought to do. In the meantime he paid no attention to the man as he lay there bound, and neglected him, thinking that he was a murderer and it did not matter if he were to die. And that is just what happened to him. For he died of hunger and cold and his bonds before the messenger came back from the adviser. Now my father and the rest of my relatives are angry with me, because for the sake of this murderer I am prosecuting my father for murder. For they say he did not kill him, and if he had killed him never so much, yet since the dead man was a murderer, I ought not to trouble myself about such a fellow, because it is unholy for a son to prosecute his father for murder. Which shows how little they know what the divine law is in regard to holiness and unholiness.
Socrates. But, in the name of Zeus, Euthyphro, do you think your knowledge about divine laws and holiness and unholiness is so exact that, when the facts are as you say, you are not afraid of doing something unholy yourself in prosecuting your father for murder?