Plato · Critias Κριτίας

Plato, Critias 116b–118e: The royal city of Atlantis, the canals, the temple of Poseidon and the plain

Critias describes the royal palace on the central island, with its walls coated with brass, tin and orichalcum, and the temple of Cleito and Poseidon, enclosed by a wall of gold. The temple of Poseidon, a stade in length, was covered with silver and gold, and the roof was ivory variegated with gold, silver and orichalcum, with a golden statue of the god driving six winged steeds. He tells of the hot and cold springs, the baths, the harbour and the canals joining the rings of water, and the great bridges and gates. He then describes the plain beyond the city, which was surrounded by a great canal, and the many channels and the villages.

Sections 116b–118e · 1469 words · click a number to copy its link

ΚΡΙ. ἡ δὲ νῆσος, ἐν ᾗ τὰ βασίλεια ἦν, πέντε σταδίων τὴν διάμετρον εἶχεν. ταύτην δὴ κύκλῳ καὶ τοὺς τροχοὺς καὶ τὴν γέφυραν πλεθριαίαν τὸ πλάτος οὖσαν ἔνθεν καὶ ἔνθεν λιθίνῳ περιεβάλλοντο τείχει, πύργους καὶ πύλας ἐπὶ τῶν γεφυρῶν κατὰ τὰς τῆς θαλάττης διαβάσεις ἑκασταχόσε ἐπιστήσαντες· τὸν δὲ λίθον ἔτεμνον ὑπὸ τῆς νήσου κύκλῳ τῆς ἐν μέσῳ καὶ ὑπὸ τῶν τροχῶν ἔξωθεν καὶ ἐντός, τὸν μὲν λευκόν, τὸν δὲ μέλανα, τὸν δὲ ἐρυθρὸν ὄντα, τέμνοντες δὲ ἅμʼ ἠργάζοντο νεωσοίκους κοίλους διπλοῦς ἐντός, κατηρεφεῖς αὐτῇ τῇ πέτρᾳ. καὶ τῶν οἰκοδομημάτων τὰ μὲν ἁπλᾶ, τὰ δὲ μειγνύντες τοὺς λίθους ποικίλα ὕφαινον παιδιᾶς χάριν, ἡδονὴν αὐτοῖς σύμφυτον ἀπονέμοντες· καὶ τοῦ μὲν περὶ τὸν ἐξωτάτω τροχὸν τείχους χαλκῷ περιελάμβανον πάντα τὸν περίδρομον, οἷον ἀλοιφῇ προσχρώμενοι, τοῦ δʼ ἐντὸς καττιτέρῳ περιέτηκον, τὸν δὲ περὶ αὐτὴν τὴν ἀκρόπολιν ὀρειχάλκῳ μαρμαρυγὰς ἔχοντι πυρώδεις. τὰ δὲ δὴ τῆς ἀκροπόλεως ἐντὸς βασίλεια κατεσκευασμένα ὧδʼ ἦν. ἐν μέσῳ μὲν ἱερὸν ἅγιον αὐτόθι τῆς τε Κλειτοῦς καὶ τοῦ Ποσειδῶνος ἄβατον ἀφεῖτο, περιβόλῳ χρυσῷ περιβεβλημένον, τοῦτʼ ἐν ᾧ κατʼ ἀρχὰς ἐφίτυσαν καὶ ἐγέννησαν τὸ τῶν δέκα βασιλειδῶν γένος· ἔνθα καὶ κατʼ ἐνιαυτὸν ἐκ πασῶν τῶν δέκα λήξεων ὡραῖα αὐτόσε ἀπετέλουν ἱερὰ ἐκείνων ἑκάστῳ. τοῦ δὲ Ποσειδῶνος αὐτοῦ νεὼς ἦν, σταδίου μὲν μῆκος, εὖρος δὲ τρίπλεθρος, ὕψος δʼ ἐπὶ τούτοις σύμμετρον ἰδεῖν, εἶδος δέ τι βαρβαρικὸν ἔχοντος. πάντα δὲ ἔξωθεν περιήλειψαν τὸν νεὼν ἀργύρῳ, πλὴν τῶν ἀκρωτηρίων, τὰ δὲ ἀκρωτήρια χρυσῷ· τὰ δʼ ἐντός, τὴν μὲν ὀροφὴν ἐλεφαντίνην ἰδεῖν πᾶσαν χρυσῷ καὶ ἀργύρῳ καὶ ὀρειχάλκῳ πεποικιλμένην, τὰ δὲ ἄλλα πάντα τῶν τοίχων τε καὶ κιόνων καὶ ἐδάφους ὀρειχάλκῳ περιέλαβον. χρυσᾶ δὲ ἀγάλματα ἐνέστησαν, τὸν μὲν θεὸν ἐφʼ ἅρματος ἑστῶτα ἓξ ὑποπτέρων ἵππων ἡνίοχον, αὐτόν τε ὑπὸ μεγέθους τῇ κορυφῇ τῆς ὀροφῆς ἐφαπτόμενον, Νηρῇδας δὲ ἐπὶ δελφίνων ἑκατὸν κύκλῳ— τοσαύτας γὰρ ἐνόμιζον αὐτὰς οἱ τότε εἶναι—πολλὰ δʼ ἐντὸς ἄλλα ἀγάλματα ἰδιωτῶν ἀναθήματα ἐνῆν. περὶ δὲ τὸν νεὼν ἔξωθεν εἰκόνες ἁπάντων ἕστασαν ἐκ χρυσοῦ, τῶν γυναικῶν καὶ αὐτῶν ὅσοι τῶν δέκα ἐγεγόνεσαν βασιλέων, καὶ πολλὰ ἕτερα ἀναθήματα μεγάλα τῶν τε βασιλέων καὶ ἰδιωτῶν ἐξ αὐτῆς τε τῆς πόλεως καὶ τῶν ἔξωθεν ὅσων ἐπῆρχον.

And this island, wherein stood the royal palace, was of five stades in diameter. Now the island and the circles and the bridge, which was a plethrum in breadth, they encompassed round about, on this side and on that, with a wall of stone; and upon the bridges on each side, over against the passages for the sea, they erected towers and gates. And the stone they quarried beneath the central island all round, and from beneath the outer and inner circles, some of it being white, some black and some red; and while quarrying it they constructed two inner docks, hollowed out and roofed over by the native rock. And of the buildings some they framed of one simple color, in others they wove a pattern of many colors by blending the stones for the sake of ornament so as to confer upon the buildings a natural charm. And they covered with brass, as though with plaster, all the circumference of the wall which surrounded the outermost circle; and that of the inner one they coated with tin; and that which encompassed the acropolis itself with orichalcum which sparkled like fire. The royal palace within the acropolis was arranged in this manner. In the center there stood a temple sacred to Cleito and Poseidon, which was reserved as holy ground, and encircled with a wall of gold; this being the very spot where at the beginning they had generated and brought to birth the family of the ten royal lines. Thither also they brought year by year from all the ten allotments their seasonable offerings to do sacrifice to each of those princes. And the temple of Poseidon himself was a stade in length, three plethra in breadth, and of a height which appeared symmetrical therewith; and there was something of the barbaric in its appearance. All the exterior of the temple they coated with silver, save only the pinnacles, and these they coated with gold. As to the interior, they made the roof all of ivory in appearance, variegated with gold and silver and orichalcum, and all the rest of the walls and pillars and floors they covered with orichalcum. And they placed therein golden statues, one being that of the God standing on a chariot and driving six winged steeds, his own figure so tall as to touch the ridge of the roof, and round about him a hundred Nereids on dolphins (for that was the number of them as men then believed) ; and it contained also many other images, the votive offerings of private men. And outside, round about the temple, there stood images in gold of all the princes, both themselves and their wives, as many as were descended from the ten kings, together with many other votive offerings both of the kings and of private persons not only from the State itself but also from all the foreign peoples over whom they ruled.

ΚΡΙ. βωμός τε δὴ συνεπόμενος ἦν τὸ μέγεθος καὶ τὸ τῆς ἐργασίας ταύτῃ τῇ κατασκευῇ, καὶ τὰ βασίλεια κατὰ τὰ αὐτὰ πρέποντα μὲν τῷ τῆς ἀρχῆς μεγέθει, πρέποντα δὲ τῷ περὶ τὰ ἱερὰ κόσμῳ. ταῖς δὲ δὴ κρήναις, τῇ τοῦ ψυχροῦ καὶ τῇ τοῦ θερμοῦ νάματος, πλῆθος μὲν ἄφθονον ἐχούσαις, ἡδονῇ δὲ καὶ ἀρετῇ τῶν ὑδάτων πρὸς ἑκατέρου τὴν χρῆσιν θαυμαστοῦ πεφυκότος, ἐχρῶντο περιστήσαντες οἰκοδομήσεις καὶ δένδρων φυτεύσεις πρεπούσας ὕδασι, δεξαμενάς τε αὖ τὰς μὲν ὑπαιθρίους, τὰς δὲ χειμερινὰς τοῖς θερμοῖς λουτροῖς ὑποστέγους περιτιθέντες, χωρὶς μὲν βασιλικάς, χωρὶς δὲ ἰδιωτικάς, ἔτι δὲ γυναιξὶν ἄλλας καὶ ἑτέρας ἵπποις καὶ τοῖς ἄλλοις ὑποζυγίοις, τὸ πρόσφορον τῆς κοσμήσεως ἑκάστοις ἀπονέμοντες. τὸ δὲ ἀπορρέον ἦγον ἐπὶ τὸ τοῦ Ποσειδῶνος ἄλσος, δένδρα παντοδαπὰ κάλλος ὕψος τε δαιμόνιον ὑπʼ ἀρετῆς τῆς γῆς ἔχοντα, καὶ ἐπὶ τοὺς ἔξω κύκλους διʼ ὀχετῶν κατὰ τὰς γεφύρας ἐπωχέτευον· οὗ δὴ πολλὰ μὲν ἱερὰ καὶ πολλῶν θεῶν, πολλοὶ δὲ κῆποι καὶ πολλὰ γυμνάσια ἐκεχειρούργητο, τὰ μὲν ἀνδρῶν, τὰ δὲ ἵππων χωρὶς ἐν ἑκατέρᾳ τῇ τῶν τροχῶν νήσῳ, τά τε ἄλλα καὶ κατὰ μέσην τὴν μείζω τῶν νήσων ἐξῃρημένος ἱππόδρομος ἦν αὐτοῖς, σταδίου τὸ πλάτος ἔχων, τὸ δὲ μῆκος περὶ τὸν κύκλον ὅλον ἀφεῖτο εἰς ἅμιλλαν τοῖς ἵπποις. δορυφορικαὶ δὲ περὶ αὐτὸν ἔνθεν τε καὶ ἔνθεν οἰκήσεις ἦσαν τῷ πλήθει τῶν δορυφόρων· τοῖς δὲ πιστοτέροις ἐν τῷ μικροτέρῳ τροχῷ καὶ πρὸς τῆς ἀκροπόλεως μᾶλλον ὄντι διετέτακτο ἡ φρουρά, τοῖς δὲ πάντων διαφέρουσιν πρὸς πίστιν ἐντὸς τῆς ἀκροπόλεως περὶ τοὺς βασιλέας αὐτοὺς ἦσαν οἰκήσεις δεδομέναι. τὰ δὲ νεώρια τριήρων μεστὰ ἦν καὶ σκευῶν ὅσα τριήρεσιν προσήκει, πάντα δὲ ἐξηρτυμένα ἱκανῶς. καὶ τὰ μὲν δὴ περὶ τὴν τῶν βασιλέων οἴκησιν οὕτω κατεσκεύαστο· διαβάντι δὲ τοὺς λιμένας ἔξω τρεῖς ὄντας ἀρξάμενον ἀπὸ τῆς θαλάττης ᾔειν ἐν κύκλῳ τεῖχος, πεντήκοντα σταδίους τοῦ μεγίστου τροχοῦ τε καὶ λιμένος ἀπέχον πανταχῇ, καὶ συνέκλειεν εἰς ταὐτὸν πρὸς τὸ τῆς διώρυχος στόμα τὸ πρὸς θαλάττης. τοῦτο δὴ πᾶν συνῳκεῖτο μὲν ὑπὸ πολλῶν καὶ πυκνῶν οἰκήσεων, ὁ δὲ ἀνάπλους καὶ ὁ μέγιστος λιμὴν ἔγεμεν πλοίων καὶ ἐμπόρων ἀφικνουμένων πάντοθεν, φωνὴν καὶ θόρυβον παντοδαπὸν κτύπον τε μεθʼ ἡμέραν καὶ διὰ νυκτὸς ὑπὸ πλήθους παρεχομένων.

And the altar, in respect of its size and its workmanship, harmonized with its surroundings; and the royal palace likewise was such as befitted the greatness of the kingdom, and equally befitted the splendor of the temples. The springs they made use of, one kind being of cold, another of warm water, were of abundant volume, and each kind was wonderfully well adapted for use because of the natural taste and excellence of its waters; and these they surrounded with buildings and with plantations of trees such as suited the waters; and, moreover, they set reservoirs round about, some under the open sky, and others under cover to supply hot baths in the winter; they put separate baths for the kings and for the private citizens, besides others for women, and others again for horses and all other beasts of burden, fitting out each in an appropriate manner. And the outflowing water they conducted to the sacred grove of Poseidon, which contained trees of all kinds that were of marvellous beauty and height because of the richness of the soil; and by means of channels they led the water to the outer circles over against the bridges. And there they had constructed many temples for gods, and many gardens and many exercising grounds, some for men and some set apart for horses, in each of the circular belts of island; and besides the rest they had in the center of the large island a racecourse laid out for horses, which was a stade in width, while as to length, a strip which ran round the whole circumference was reserved for equestrian contests. And round about it, on this side and on that, were barracks for the greater part of the spearmen ; but the guard-house of the more trusty of them was posted in the smaller circle, which was nearer the acropolis; while those who were the most trustworthy of all had dwellings granted to them within the acropolis round about the persons of the kings. And the shipyards were full of triremes and all the tackling that belongs to triremes, and they were all amply equipped. Such then was the state of things round about the abode of the kings. And after crossing the three outer harbors, one found a wall which began at the sea and ran round in a circle, at a uniform distance of fifty stades from the largest circle and harbor, and its ends converged at the seaward mouth of the channel. The whole of this wall had numerous houses built on to it, set close together; while the sea-way and the largest harbor were filled with ships and merchants coming from all quarters, which by reason of their multitude caused clamor and tumult of every description and an unceasing din night and day.

ΚΡΙ. τὸ μὲν οὖν ἄστυ καὶ τὸ περὶ τὴν ἀρχαίαν οἴκησιν σχεδὸν ὡς τότʼ ἐλέχθη νῦν διεμνημόνευται· τῆς δʼ ἄλλης χώρας ὡς ἡ φύσις εἶχεν καὶ τὸ τῆς διακοσμήσεως εἶδος, ἀπομνημονεῦσαι πειρατέον. πρῶτον μὲν οὖν ὁ τόπος ἅπας ἐλέγετο σφόδρα τε ὑψηλὸς καὶ ἀπότομος ἐκ θαλάττης, τὸ δὲ περὶ τὴν πόλιν πᾶν πεδίον, ἐκείνην μὲν περιέχον, αὐτὸ δὲ κύκλῳ περιεχόμενον ὄρεσιν μέχρι πρὸς τὴν θάλατταν καθειμένοις, λεῖον καὶ ὁμαλές, πρόμηκες δὲ πᾶν, ἐπὶ μὲν θάτερα τρισχιλίων σταδίων, κατὰ δὲ μέσον ἀπὸ θαλάττης ἄνω δισχιλίων. ὁ δὲ τόπος οὗτος ὅλης τῆς νήσου πρὸς νότον ἐτέτραπτο, ἀπὸ τῶν ἄρκτων κατάβορρος. τὰ δὲ περὶ αὐτὸν ὄρη τότε ὑμνεῖτο πλῆθος καὶ μέγεθος καὶ κάλλος παρὰ πάντα τὰ νῦν ὄντα γεγονέναι, πολλὰς μὲν κώμας καὶ πλουσίας περιοίκων ἐν ἑαυτοῖς ἔχοντα, ποταμοὺς δὲ καὶ λίμνας καὶ λειμῶνας τροφὴν τοῖς πᾶσιν ἡμέροις καὶ ἀγρίοις ἱκανὴν θρέμμασιν, ὕλην δὲ καὶ πλήθει καὶ γένεσι ποικίλην σύμπασίν τε τοῖς ἔργοις καὶ πρὸς ἕκαστα ἄφθονον. ὧδε οὖν τὸ πεδίον φύσει καὶ ὑπὸ βασιλέων πολλῶν ἐν πολλῷ χρόνῳ διεπεπόνητο. τετράγωνον μὲν αὔθʼ ὑπῆρχεν τὰ πλεῖστʼ ὀρθὸν καὶ πρόμηκες, ὅτι δὲ ἐνέλειπε, κατηύθυντο τάφρου κύκλῳ περιορυχθείσης· τὸ δὲ βάθος καὶ πλάτος τό τε μῆκος αὐτῆς ἄπιστον μὲν λεχθέν, ὡς χειροποίητον ἔργον, πρὸς τοῖς ἄλλοις διαπονήμασι τοσοῦτον εἶναι, ῥητέον δὲ ὅ γε ἠκούσαμεν· πλέθρου μὲν γὰρ βάθος ὀρώρυκτο, τὸ δὲ πλάτος ἁπάντῃ σταδίου, περὶ δὲ πᾶν τὸ πεδίον ὀρυχθεῖσα συνέβαινεν εἶναι τὸ μῆκος σταδίων μυρίων. τὰ δʼ ἐκ τῶν ὀρῶν καταβαίνοντα ὑποδεχομένη ῥεύματα καὶ περὶ τὸ πεδίον κυκλωθεῖσα, πρὸς τὴν πόλιν ἔνθεν τε καὶ ἔνθεν ἀφικομένη, ταύτῃ πρὸς θάλατταν μεθεῖτο ἐκρεῖν. ἄνωθεν δὲ ἀπʼ αὐτῆς τὸ πλάτος μάλιστα ἑκατὸν ποδῶν διώρυχες εὐθεῖαι τετμημέναι κατὰ τὸ πεδίον πάλιν εἰς τὴν τάφρον τὴν πρὸς θαλάττης ἀφεῖντο, ἑτέρα δὲ ἀφʼ ἑτέρας αὐτῶν σταδίους ἑκατὸν ἀπεῖχεν· ᾗ δὴ τήν τε ἐκ τῶν ὀρῶν ὕλην κατῆγον εἰς τὸ ἄστυ καὶ τἆλλα δὲ ὡραῖα πλοίοις κατεκομίζοντο, διάπλους ἐκ τῶν διωρύχων εἰς ἀλλήλας τε πλαγίας καὶ πρὸς τὴν πόλιν τεμόντες. καὶ δὶς δὴ τοῦ ἐνιαυτοῦ τὴν γῆν ἐκαρποῦντο, χειμῶνος μὲν τοῖς ἐκ Διὸς ὕδασι χρώμενοι, θέρους δὲ ὅσα γῆ φέρει τὰ ἐκ τῶν διωρύχων ἐπάγοντες νάματα.

Now as regards the city and the environs of the ancient dwelling we have now wellnigh completed the description as it was originally given. We must endeavor next to repeat the account of the rest of the country, what its natural character was, and in what fashion it was ordered. In the first place, then, according to the account, the whole region rose sheer out of the sea to a great height, but the part about the city was all a smooth plain, enclosing it round about, and being itself encircled by mountains which stretched as far as to the sea; and this plain had a level surface and was as a whole rectangular in shape, being 3000 stades long on either side and 2000 stades wide at its center, reckoning upwards from the sea. And this region, all along the island, faced towards the South and was sheltered from the Northern blasts. And the mountains which surrounded it were at that time celebrated as surpassing all that now exist in number, magnitude and beauty; for they had upon them many rich villages of country folk, and streams and lakes and meadows which furnished ample nutriment to all the animals both tame and wild, and timber of various sizes and descriptions, abundantly sufficient for the needs of all and every craft. Now as a result of natural forces, together with the labors of many kings which extended over many ages, the condition of the plain was this. It was originally a quadrangle, rectilinear for the most part, and elongated; and what it lacked of this shape they made right by means of a trench dug round about it. Now, as regards the depth of this trench and its breadth and length, it seems incredible that it should be so large as the account states, considering that it was made by hand, and in addition to all the other operations, but none the less we must report what we heard: it was dug out to the depth of a plethrum and to a uniform breadth of a stade, and since it was dug round the whole plain its consequent length was 10,000 stades. It received the streams which came down from the mountains and after circling round the plain, and coming towards the city on this side and on that, it discharged them thereabouts into the sea. And on the inland side of the city channels were cut in straight lines, of about 100 feet in width, across the plain, and these discharged themselves into the trench on the seaward side, the distance between each being 100 stades. It was in this way that they conveyed to the city the timber from the mountains and transported also on boats the seasons' products, by cutting transverse passages from one channel to the next and also to the city. And they cropped the land twice a year, making use of the rains from Heaven in the winter, and the waters that issue from the earth in summer, by conducting the streams from the trenches.

People and places in this passage

English translation by Robert Gregg Bury (1929). Original text: Robert Gregg Bury (trans.), Plato IX: Timaeus, Critias, Cleitophon, Menexenus, Epistles, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1929; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.