Plato · Critias Κριτίας

Plato, Critias 113a–115e: Atlantis: Poseidon and Cleito, the ten kings and the riches of the island

Critias says that Poseidon received the island of Atlantis as his allotment, where one of the earthborn inhabitants, Evenor, and his wife Leucippe had a daughter, Cleito. After the death of her parents, Poseidon fell in love with Cleito, and fashioned the hill on which she lived into rings of land and sea, and she bore him five pairs of twin sons. He divided the island into ten portions, and gave the first-born, Atlas, the largest, from whom the island and the Atlantic Sea were named, and the other nine kings each had a share. The island produced all metals, including the orichalcum which was the most precious after gold, and timber, animals such as elephants, and many fruits and scented plants.

Sections 113a–115e · 1482 words · click a number to copy its link

ΚΡΙ. τὸ δʼ ἔτι βραχὺ πρὸ τοῦ λόγου δεῖ δηλῶσαι, μὴ πολλάκις ἀκούοντες Ἑλληνικὰ βαρβάρων ἀνδρῶν ὀνόματα θαυμάζητε· τὸ γὰρ αἴτιον αὐτῶν πεύσεσθε. Σόλων, ἅτʼ ἐπινοῶν εἰς τὴν αὑτοῦ ποίησιν καταχρήσασθαι τῷ λόγῳ, διαπυνθανόμενος τὴν τῶν ὀνομάτων δύναμιν, ηὗρεν τούς τε Αἰγυπτίους τοὺς πρώτους ἐκείνους αὐτὰ γραψαμένους εἰς τὴν αὑτῶν φωνὴν μετενηνοχότας, αὐτός τε αὖ πάλιν ἑκάστου τὴν διάνοιαν ὀνόματος ἀναλαμβάνων εἰς τὴν ἡμετέραν ἄγων φωνὴν ἀπεγράφετο· καὶ ταῦτά γε δὴ τὰ γράμματα παρὰ τῷ πάππῳ τʼ ἦν καὶ ἔτʼ ἐστὶν παρʼ ἐμοὶ νῦν, διαμεμελέτηταί τε ὑπʼ ἐμοῦ παιδὸς ὄντος. ἂν οὖν ἀκούητε τοιαῦτα οἷα καὶ τῇδε ὀνόματα, μηδὲν ὑμῖν ἔστω θαῦμα· τὸ γὰρ αἴτιον αὐτῶν ἔχετε. μακροῦ δὲ δὴ λόγου τοιάδε τις ἦν ἀρχὴ τότε. καθάπερ ἐν τοῖς πρόσθεν ἐλέχθη περὶ τῆς τῶν θεῶν λήξεως, ὅτι κατενείμαντο γῆν πᾶσαν ἔνθα μὲν μείζους λήξεις, ἔνθα δὲ καὶ ἐλάττους, ἱερὰ θυσίας τε αὑτοῖς κατασκευάζοντες, οὕτω δὴ καὶ τὴν νῆσον Ποσειδῶν τὴν Ἀτλαντίδα λαχὼν ἐκγόνους αὑτοῦ κατῴκισεν ἐκ θνητῆς γυναικὸς γεννήσας ἔν τινι τόπῳ τοιῷδε τῆς νήσου. πρὸς θαλάττης μέν, κατὰ δὲ μέσον πάσης πεδίον ἦν, ὃ δὴ πάντων πεδίων κάλλιστον ἀρετῇ τε ἱκανὸν γενέσθαι λέγεται, πρὸς τῷ πεδίῳ δὲ αὖ κατὰ μέσον σταδίους ὡς πεντήκοντα ἀφεστὸς ἦν ὄρος βραχὺ πάντῃ. τούτῳ δʼ ἦν ἔνοικος τῶν ἐκεῖ κατὰ ἀρχὰς ἐκ γῆς ἀνδρῶν γεγονότων Εὐήνωρ μὲν ὄνομα, γυναικὶ δὲ συνοικῶν Λευκίππῃ· Κλειτὼ δὲ μονογενῆ θυγατέρα ἐγεννησάσθην. ἤδη δʼ εἰς ἀνδρὸς ὥραν ἡκούσης τῆς κόρης ἥ τε μήτηρ τελευτᾷ καὶ ὁ πατήρ, αὐτῆς δὲ εἰς ἐπιθυμίαν Ποσειδῶν ἐλθὼν συμμείγνυται, καὶ τὸν γήλοφον, ἐν ᾧ κατῴκιστο, ποιῶν εὐερκῆ περιρρήγνυσιν κύκλῳ, θαλάττης γῆς τε ἐναλλὰξ ἐλάττους μείζους τε περὶ ἀλλήλους ποιῶν τροχούς, δύο μὲν γῆς, θαλάττης δὲ τρεῖς οἷον τορνεύων ἐκ μέσης τῆς νήσου, πάντῃ ἴσον ἀφεστῶτας, ὥστε ἄβατον ἀνθρώποις εἶναι· πλοῖα γὰρ καὶ τὸ πλεῖν οὔπω τότε ἦν. αὐτὸς δὲ τήν τε ἐν μέσῳ νῆσον οἷα δὴ θεὸς εὐμαρῶς διεκόσμησεν, ὕδατα μὲν διττὰ ὑπὸ γῆς ἄνω πηγαῖα κομίσας, τὸ μὲν θερμόν, ψυχρὸν δὲ ἐκ κρήνης ἀπορρέον ἕτερον, τροφὴν δὲ παντοίαν καὶ ἱκανὴν ἐκ τῆς γῆς ἀναδιδούς.

But before I begin my account, there is still a small point which I ought to explain, lest you should be surprised at frequently hearing Greek names given to barbarians. The reason of this you shall now learn. Since Solon was planning to make use of the story for his own poetry, he had found, on investigating the meaning of the names, that those Egyptians who had first written them down had translated them into their own tongue. So he himself in turn recovered the original sense of each name and, rendering it into our tongue, wrote it down so. And these very writings were in the possession of my grandfather and are actually now in mine, and when I was a child I learnt them all by heart. Therefore if the names you hear are just like our local names, do not be at all astonished; for now you know the reason for them. The story then told was a long one, and it began something like this. Like as we previously stated concerning the allotments of the Gods, that they portioned out the whole earth, here into larger allotments and there into smaller, and provided for themselves shrines and sacrifices, even so Poseidon took for his allotment the island of Atlantis and settled therein the children whom he had begotten of a mortal woman in a region of the island of the following description. Bordering on the sea and extending through the center of the whole island there was a plain, which is said to have been the fairest of all plains and highly fertile; and, moreover, near the plain, over against its center, at a distance of about 50 stades, there stood a mountain that was low on all sides. Thereon dwelt one of the natives originally sprung from the earth, Evenor by name, with his wife Leucippe; and they had for offspring an only-begotten daughter, Cleito. And when this damsel was now come to marriageable age, her mother died and also her father; and Poseidon, being smitten with desire for her, wedded her; and to make the hill whereon she dwelt impregnable he broke it off all round about; and he made circular belts of sea and land enclosing one another alternately, some greater, some smaller, two being of land and three of sea, which he carved as it were out of the midst of the island; and these belts were at even distances on all sides, so as to be impassable for man; for at that time neither ships nor sailing were as yet in existence. And Poseidon himself set in order with ease, as a god would, the central island, bringing up from beneath the earth two springs of waters, the one flowing warm from its source, the other cold, and producing out of the earth all kinds of food in plenty.

ΚΡΙ. παίδων δὲ ἀρρένων πέντε γενέσεις διδύμους γεννησάμενος ἐθρέψατο, καὶ τὴν νῆσον τὴν Ἀτλαντίδα πᾶσαν δέκα μέρη κατανείμας τῶν μὲν πρεσβυτάτων τῷ προτέρῳ γενομένῳ τήν τε μητρῴαν οἴκησιν καὶ τὴν κύκλῳ λῆξιν, πλείστην καὶ ἀρίστην οὖσαν, ἀπένειμε, βασιλέα τε τῶν ἄλλων κατέστησε, τοὺς δὲ ἄλλους ἄρχοντας, ἑκάστῳ δὲ ἀρχὴν πολλῶν ἀνθρώπων καὶ τόπον πολλῆς χώρας ἔδωκεν. ὀνόματα δὲ πᾶσιν ἔθετο, τῷ μὲν πρεσβυτάτῳ καὶ βασιλεῖ τοῦτο οὗ δὴ καὶ πᾶσα ἡ νῆσος τό τε πέλαγος ἔσχεν ἐπωνυμίαν, Ἀτλαντικὸν λεχθέν, ὅτι τοὔνομʼ ἦν τῷ πρώτῳ βασιλεύσαντι τότε Ἄτλας· τῷ δὲ διδύμῳ μετʼ ἐκεῖνόν τε γενομένῳ, λῆξιν δὲ ἄκρας τῆς νήσου πρὸς Ἡρακλείων στηλῶν εἰληχότι ἐπὶ τὸ τῆς Γαδειρικῆς νῦν χώρας κατʼ ἐκεῖνον τὸν τόπον ὀνομαζομένης, Ἑλληνιστὶ μὲν Εὔμηλον, τὸ δʼ ἐπιχώριον Γάδειρον, ὅπερ τʼ ἦν ἐπίκλην ταύτῃ ὄνομʼ ἂν παράσχοι. τοῖν δὲ δευτέροιν γενομένοιν τὸν μὲν Ἀμφήρη, τὸν δὲ Εὐαίμονα ἐκάλεσεν· τρίτοις δέ, Μνησέα μὲν τῷ προτέρῳ γενομένῳ, τῷ δὲ μετὰ τοῦτον Αὐτόχθονα· τῶν δὲ τετάρτων Ἐλάσιππον μὲν τὸν πρότερον, Μήστορα δὲ τὸν ὕστερον· ἐπὶ δὲ τοῖς πέμπτοις τῷ μὲν ἔμπροσθεν Ἀζάης ὄνομα ἐτέθη, τῷ δʼ ὑστέρῳ Διαπρέπης. οὗτοι δὴ πάντες αὐτοί τε καὶ ἔκγονοι τούτων ἐπὶ γενεὰς πολλὰς ᾤκουν ἄρχοντες μὲν πολλῶν ἄλλων κατὰ τὸ πέλαγος νήσων, ἔτι δέ, ὥσπερ καὶ πρότερον ἐρρήθη, μέχρι τε Αἰγύπτου καὶ Τυρρηνίας τῶν ἐντὸς δεῦρο ἐπάρχοντες. Ἄτλαντος δὴ πολὺ μὲν ἄλλο καὶ τίμιον γίγνεται γένος, βασιλεὺς δὲ ὁ πρεσβύτατος ἀεὶ τῷ πρεσβυτάτῳ τῶν ἐκγόνων παραδιδοὺς ἐπὶ γενεὰς πολλὰς τὴν βασιλείαν διέσῳζον, πλοῦτον μὲν κεκτημένοι πλήθει τοσοῦτον, ὅσος οὔτε πω πρόσθεν ἐν δυναστείαις τισὶν βασιλέων γέγονεν οὔτε ποτὲ ὕστερον γενέσθαι ῥᾴδιος, κατεσκευασμένα δὲ πάντʼ ἦν αὐτοῖς ὅσα ἐν πόλει καὶ ὅσα κατὰ τὴν ἄλλην χώραν ἦν ἔργον κατασκευάσασθαι. πολλὰ μὲν γὰρ διὰ τὴν ἀρχὴν αὐτοῖς προσῄειν ἔξωθεν, πλεῖστα δὲ ἡ νῆσος αὐτὴ παρείχετο εἰς τὰς τοῦ βίου κατασκευάς, πρῶτον μὲν ὅσα ὑπὸ μεταλλείας ὀρυττόμενα στερεὰ καὶ ὅσα τηκτὰ γέγονε, καὶ τὸ νῦν ὀνομαζόμενον μόνον—τότε δὲ πλέον ὀνόματος ἦν τὸ γένος ἐκ γῆς ὀρυττόμενον ὀρειχάλκου κατὰ τόπους πολλοὺς τῆς νήσου, πλὴν χρυσοῦ τιμιώτατον ἐν τοῖς τότε ὄν—καὶ ὅσα ὕλη πρὸς τὰ τεκτόνων διαπονήματα παρέχεται, πάντα φέρουσα ἄφθονα, τά τε αὖ περὶ τὰ ζῷα ἱκανῶς ἥμερα καὶ ἄγρια τρέφουσα.

And he begat five pairs of twin sons and reared them up; and when he had divided all the island of Atlantis into ten portions, he assigned to the first-born of the eldest sons his mother's dwelling and the allotment surrounding it, which was the largest and best; and him he appointed to be king over the rest, and the others to be rulers, granting to each the rule over many men and a large tract of country. And to all of them he gave names, giving to him that was eldest and king the name after which the whole island was called and the sea spoken of as the Atlantic, because the first king who then reigned had the name of Atlas. And the name of his younger twin-brother, who had for his portion the extremity of the island near the pillars of Heracles up to the part of the country now called Gadeira after the name of that region, was Eumelus in Greek, but in the native tongue Gadeirus,—which fact may have given its title to the country. And of the pair that were born next he called the one Ampheres and the other Evaemon; and of the third pair the elder was named Mneseus and the younger Autochthon; and of the fourth pair, he called the first Elasippus and the second Mestor; and of the fifth pair, Azaes was the name given to the elder, and Diaprepes to the second. So all these, themselves and their descendants, dwelt for many generations bearing rule over many other islands throughout the sea, and holding sway besides, as was previously stated, over the Mediterranean peoples as far as Egypt and Tuscany. Now a large family of distinguished sons sprang from Atlas; but it was the eldest, who, as king, always passed on the scepter to the eldest of his sons, and thus they preserved the sovereignty for many generations; and the wealth they possessed was so immense that the like had never been seen before in any royal house nor will ever easily be seen again; and they were provided with everything of which provision was needed either in the city or throughout the rest of the country. For because of their headship they had a large supply of imports from abroad, and the island itself furnished most of the requirements of daily life,—metals, to begin with, both the hard kind and the fusible kind, which are extracted by mining, and also that kind which is now known only by name but was more than a name then, there being mines of it in many places of the island,—I mean “orichalcum,” which was the most precious of the metals then known, except gold. It brought forth also in abundance all the timbers that a forest provides for the labors of carpenters; and of animals it produced a sufficiency, both of tame and wild.

ΚΡΙ. καὶ δὴ καὶ ἐλεφάντων ἦν ἐν αὐτῇ γένος πλεῖστον· νομὴ γὰρ τοῖς τε ἄλλοις ζῴοις, ὅσα καθʼ ἕλη καὶ λίμνας καὶ ποταμούς, ὅσα τʼ αὖ κατʼ ὄρη καὶ ὅσα ἐν τοῖς πεδίοις νέμεται, σύμπασιν παρῆν ἅδην, καὶ τούτῳ κατὰ ταὐτὰ τῷ ζῴῳ, μεγίστῳ πεφυκότι καὶ πολυβορωτάτῳ. πρὸς δὲ τούτοις, ὅσα εὐώδη τρέφει που γῆ τὰ νῦν, ῥιζῶν ἢ χλόης ἢ ξύλων ἢ χυλῶν στακτῶν εἴτε ἀνθῶν ἢ καρπῶν, ἔφερέν τε ταῦτα καὶ ἔτρεφεν εὖ· ἔτι δὲ τὸν ἥμερον καρπόν, τόν τε ξηρόν, ὃς ἡμῖν τῆς τροφῆς ἕνεκά ἐστιν, καὶ ὅσοις χάριν τοῦ σίτου προσχρώμεθα—καλοῦμεν δὲ αὐτοῦ τὰ μέρη σύμπαντα ὄσπρια—καὶ τὸν ὅσος ξύλινος, πώματα καὶ βρώματα καὶ ἀλείμματα φέρων, παιδιᾶς τε ὃς ἕνεκα ἡδονῆς τε γέγονε δυσθησαύριστος ἀκροδρύων καρπός, ὅσα τε παραμύθια πλησμονῆς μεταδόρπια ἀγαπητὰ κάμνοντι τίθεμεν, ἅπαντα ταῦτα ἡ τότε [ποτὲ] οὖσα ὑφʼ ἡλίῳ νῆσος ἱερὰ καλά τε καὶ θαυμαστὰ καὶ πλήθεσιν ἄπειρʼ ἔφερεν. ταῦτα οὖν λαμβάνοντες πάντα παρὰ τῆς γῆς κατεσκευάζοντο τά τε ἱερὰ καὶ τὰς βασιλικὰς οἰκήσεις καὶ τοὺς λιμένας καὶ τὰ νεώρια καὶ σύμπασαν τὴν ἄλλην χώραν, τοιᾷδʼ ἐν τάξει διακοσμοῦντες. τοὺς τῆς θαλάττης τροχούς, οἳ περὶ τὴν ἀρχαίαν ἦσαν μητρόπολιν, πρῶτον μὲν ἐγεφύρωσαν, ὁδὸν ἔξω καὶ ἐπὶ τὰ βασίλεια ποιούμενοι. τὰ δὲ βασίλεια ἐν ταύτῃ τῇ τοῦ θεοῦ καὶ τῶν προγόνων κατοικήσει κατʼ ἀρχὰς ἐποιήσαντο εὐθύς, ἕτερος δὲ παρʼ ἑτέρου δεχόμενος, κεκοσμημένα κοσμῶν, ὑπερεβάλλετο εἰς δύναμιν ἀεὶ τὸν ἔμπροσθεν, ἕως εἰς ἔκπληξιν μεγέθεσιν κάλλεσίν τε ἔργων ἰδεῖν τὴν οἴκησιν ἀπηργάσαντο. διώρυχα μὲν γὰρ ἐκ τῆς θαλάττης ἀρχόμενοι τρίπλεθρον τὸ πλάτος, ἑκατὸν δὲ ποδῶν βάθος, μῆκος δὲ πεντήκοντα σταδίων, ἐπὶ τὸν ἐξωτάτω τροχὸν συνέτρησαν, καὶ τὸν ἀνάπλουν ἐκ τῆς θαλάττης ταύτῃ πρὸς ἐκεῖνον ὡς εἰς λιμένα ἐποιήσαντο, διελόντες στόμα ναυσὶν ταῖς μεγίσταις ἱκανὸν εἰσπλεῖν. καὶ δὴ καὶ τοὺς τῆς γῆς τροχούς, οἳ τοὺς τῆς θαλάττης διεῖργον, κατὰ τὰς γεφύρας διεῖλον ὅσον μιᾷ τριήρει διέκπλουν εἰς ἀλλήλους, καὶ κατεστέγασαν ἄνωθεν ὥστε τὸν ὑπόπλουν κάτωθεν εἶναι· τὰ γὰρ τῶν τῆς γῆς τροχῶν χείλη βάθος εἶχεν ἱκανὸν ὑπερέχον τῆς θαλάττης. ἦν δὲ ὁ μὲν μέγιστος τῶν τροχῶν, εἰς ὃν ἡ θάλαττα συνετέτρητο, τριστάδιος τὸ πλάτος, ὁ δʼ ἑξῆς τῆς γῆς ἴσος ἐκείνῳ· τοῖν δὲ δευτέροιν ὁ μὲν ὑγρὸς δυοῖν σταδίοιν πλάτος, ὁ δὲ ξηρὸς ἴσος αὖ πάλιν τῷ πρόσθεν ὑγρῷ· σταδίου δὲ ὁ περὶ αὐτὴν τὴν ἐν μέσῳ νῆσον περιθέων.

Moreover, it contained a very large stock of elephants; for there was an ample food-supply not only for all the other animals which haunt the marshes and lakes and rivers, or the mountains or the plains, but likewise also for this animal, which of its nature is the largest and most voracious. And in addition to all this, it produced and brought to perfection all those sweet-scented stuffs which the earth produces now, whether made of roots or herbs or trees, or of liquid gums derived from flowers or fruits. The cultivated fruit also, and the dry, which serves us for nutriment, and all the other kinds that we use for our meals—the various species of which are comprehended under the name “vegetables”— and all the produce of trees which affords liquid and solid food and unguents, and the fruit of the orchard-trees, so hard to store, which is grown for the sake of amusement and pleasure, and all the after-dinner fruits that we serve up as welcome remedies for the sufferer from repletion,—all these that hallowed island, as it lay then beneath the sun, produced in marvellous beauty and endless abundance. And thus, receiving from the earth all these products, they furnished forth their temples and royal dwellings, their harbors and their docks, and all the rest of their country, ordering all in the fashion following. First of all they bridged over the circles of sea which surrounded the ancient metropolis, making thereby a road towards and from the royal palace. And they had built the palace at the very beginning where the settlement was first made by their God and their ancestors; and as each king received it from his predecessor, he added to its adornment and did all he could to surpass the king before him, until finally they made of it an abode amazing to behold for the magnitude and beauty of its workmanship. For, beginning at the sea, they bored a channel right through to the outermost circle, which was three plethra in breadth, one hundred feet in depth, and fifty stades in length; and thus they made the entrance to it from the sea like that to a harbor by opening out a mouth large enough for the greatest ships to sail through. Moreover, through the circles of land, which divided those of sea, over against the bridges they opened out a channel leading from circle to circle, large enough to give passage to a single trireme; and this they roofed over above so that the sea-way was subterranean; for the lips of the landcircles were raised a sufficient height above the level of the sea. The greatest of the circles into which a boring was made for the sea was three stades in breadth, and the circle of land next to it was of equal breadth; and of the second pair of circles that of water was two stades in breadth and that of dry land equal again to the preceding one of water; and the circle which ran round the central island itself was of a stade's breadth.

People and places in this passage

English translation by Robert Gregg Bury (1929). Original text: Robert Gregg Bury (trans.), Plato IX: Timaeus, Critias, Cleitophon, Menexenus, Epistles, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1929; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.