Pausanias · Description of Greece Ἑλλάδος Περιήγησις

Pausanias, Description of Greece 10.20.1–9: The Gauls in Greece: the Greek forces at Thermopylae and the crossing of the Spercheus

Pausanias describes how the Greeks prepared to resist the Gauls, comparing the forces at Thermopylae against Xerxes with those mustered against the Gauls, with the contingents and commanders of the Boeotians, Phocians, Locrians, Megarians, Aetolians, Athenians and the Macedonian and Asiatic kings. He tells how the Greek detachment broke the bridges over the Spercheus, but Brennus sent swimmers across the marsh lower down the river.

Sections 10.20.1–9 · 803 words · click a number to copy its link

πάρεστι δέ, ὅστις ἐθέλοι καὶ ἀνταριθμῆσαι τούς τε ἐπὶ βασιλέα Ξέρξην ἐς Πύλας καὶ τοὺς τότε ἐναντία Γαλατῶν ἀθροισθέντας. ἐπὶ μέν γε τὸν Μῆδον ἀφίκοντο τοσοίδε Ἑλλήνων· Λακεδαιμόνιοι οἱ μετὰ Λεωνίδου τριακοσίων οὐ πλείονες, Τεγεᾶται πεντακόσιοι καὶ ἐκ Μαντινείας ἴσοι, παρὰ δὲ Ὀρχομενίων Ἀρκάδων εἴκοσί τε καὶ ἑκατόν, ἀπὸ δὲ τῶν ἄλλων χίλιοι τῶν ἐν Ἀρκαδίᾳ πόλεων, ὀγδοήκοντα δὲ ἐκ Μυκηνῶν καὶ ἐκ Φλιοῦντος διακόσιοι, διπλάσιοι δὲ τούτων Κορίνθιοι· παρεγένοντο δὲ καὶ Βοιωτῶν ἑπτακόσιοι ἐκ Θεσπείας καὶ ἐκ Θηβῶν τετρακόσιοι. χίλιοι δὲ Φωκέων ἐφύλασσον μὲν τὴν ἀτραπὸν ἐν τῇ Οἴτῃ, προσέστω δὲ τῷ παντὶ Ἑλληνικῷ καὶ ὁ ἀριθμὸς ὁ τούτων.

Λοκροὺς δὲ τοὺς ὑπὸ τῷ ὄρει τῇ Κνήμιδι Ἡρόδοτος μὲν οὐχ ὑπήγαγεν ἐς ἀριθμόν, ἀλλʼ ἀφικέσθαι σφᾶς ἀπὸ πασῶν ἔφη τῶν πόλεων· τεκμήρασθαι δὲ ἀριθμὸν καὶ τούτων ἔστιν ἐγγύτατα τοῦ ἀληθοῦς· ἐς Μαραθῶνα γὰρ Ἀθηναῖοι σὺν ἡλικίᾳ τε τῇ ἀχρείῳ καὶ δούλοις ἐνακισχιλίων ἀφίκοντο οὐ πλείους, τὸ οὖν μάχιμον Λοκρῶν τὸ ἐς Θερμοπύλας ἐλθὸν οὐκ ἂν ὑπέρ γε ἑξακισχιλίους ἀριθμοίη τις. οὕτω γένοιτο ἂν ὁ σύμπας στρατὸς διακόσιοι καὶ χίλιοι καὶ μύριοι. φαίνονται δὲ οὐδὲ οὗτοι τὸν χρόνον πάντα ἐπὶ τῇ φρουρᾷ τῶν Πυλῶν καταμείναντες· πλὴν γὰρ Λακεδαιμονίων τε αὐτῶν καὶ Θεσπιέων καὶ Μυκηναίων προαπέλιπον τὸ πέρας τῆς μάχης οἱ λοιποί.

ἐπὶ δὲ τοὺς ἀπὸ τοῦ Ὠκεανοῦ βαρβάρους τοσοίδε ἐς Θερμοπύλας ἀφίκοντο Ἕλληνες· ὁπλῖται μύριοι καὶ ἵππος πεντακοσία παρὰ Βοιωτῶν· ἐβοιωτάρχουν δὲ Κηφισόδοτος καὶ Θεαρίδας καὶ Διογένης καὶ Λύσανδρος. ἐκ δὲ Φωκέων ἱππεῖς πεντακόσιοι καὶ ἐς τρισχιλίους ὁ ἀριθμὸς τῶν πεζῶν· στρατηγοὶ δὲ Φωκέων Κριτόβουλός τε ἦν καὶ Ἀντίοχος.

Λοκροὺς δὲ τοὺς ἐπὶ Ἀταλάντῃ τῇ νήσῳ Μειδίας ἦγεν· ἀριθμὸς δὲ αὐτῶν ἑπτακόσιοι, καὶ ἱππικόν σφισιν οὐ προσῆν. παρὰ δὲ Μεγαρέων ἀφίκοντο ὁπλῖται τετρακόσιοι· τούτων ἦγε τὸ †ἱππικὸν Μεγαρεύς. Αἰτωλῶν δὲ πλείστη τε ἐγένετο στρατιὰ καὶ ἐς πᾶσαν μάχης ἰδέαν, ἡ μὲν ἵππος οὐ λέγουσιν ὁπόση, ψιλοὶ δὲ ἐνενήκοντα καὶ ἑπτακόσιοι, πλέονες δὲ ἑπτακισχιλίων ἀριθμὸν ἦσαν οἱ ὁπλιτεύοντες· Αἰτωλοὺς δὲ ἦγον Πολύαρχος καὶ Πολύφρων τε καὶ Λακράτης.

Ἀθηναίων δὲ στρατηγὸς μὲν Κάλλιππος ἦν ὁ Μοιροκλέους, καθὰ ἐδήλωσα καὶ ἐν τοῖς προτέροις τοῦ λόγου, δύναμις δὲ τριήρεις τε αἱ πλώιμοι πᾶσαι, πεντακόσιοι δὲ ἐς τὸ ἱππικόν, χίλιοι δὲ ἐτάσσοντο ἐν τοῖς πεζοῖς· καὶ ἡγεμονίαν οὗτοι κατʼ ἀξίωμα εἶχον τὸ ἀρχαῖον. βασιλέων δὲ ξενικὰ πεντακόσιοί τε ἐκ Μακεδονίας καὶ ἐκ τῆς Ἀσίας ἴσοι σφίσιν ἀφίκοντο ἀριθμόν· ἄρχοντες δὲ τῶν μὲν παρʼ Ἀντιγόνου πεμφθέντων Ἀριστόδημος ἦν Μακεδών, τῶν δὲ παρὰ Ἀντιόχου τε καὶ ἐκ τῆς Ἀσίας Τελέσαρχος τῶν ἐπὶ Ὀρόντῃ Σύρων.

τοῖς δὲ ἐς Θερμοπύλας ἀθροισθεῖσιν Ἑλλήνων, ὡς ἐπύθοντο περί τε Μαγνησίαν καὶ γῆν τὴν Φθιῶτιν ὄντα ἤδη τῶν Γαλατῶν τὸν στρατόν, ἔδοξεν ἤδη ψιλούς τε ἐς χιλίους καὶ τὴν ἵππον ἀπολέξαντας ἀποστεῖλαι σφᾶς ἐπὶ τὸν Σπερχειόν, ἵνα μηδὲ τὸν ποταμὸν διαβῆναι τοῖς βαρβάροις ἄνευ ἀγῶνός τε καὶ κινδύνων ἐγγένηται. οἱ δὲ ἐλθόντες τὰς γεφύρας τε καταλύουσι καὶ αὐτοὶ παρὰ τὴν ὄχθην ἐστρατοπεδεύσαντο. ἦν δὲ οὐδὲ ὁ Βρέννος οὔτε πάντα ἀσύνετος οὔτε ἀπείρως εἶχεν ὡς ἄν τις βάρβαρος σοφίσματα ἐς πολεμίους ἐξευρεῖν.

εὐθὺς οὖν τῇ ἐπιούσῃ νυκτί, οὐ καθότι ἦν τὰ ἀρχαῖα τῷ ποταμῷ ζεύγματα ἀλλὰ ἐς τὸ κάτω, ὡς μή τις τοῖς Ἕλλησι διαβαινόντων γένοιτο αἴσθησις, καὶ ᾗ μάλιστα ὁ Σπερχειὸς διεχεῖτο ἐς πλέον τοῦ πεδίου καὶ ἕλος τε ἐποίει καὶ λίμνην ἀντὶ βιαίου καὶ στενοῦ ῥεύματος, κατὰ τοῦτο ὁ Βρέννος ὅσον μυρίους τῶν Γαλατῶν ἀπέστειλεν, ὁπόσοι τε νεῖν ἠπίσταντο ἐξ αὐτῶν καὶ ὅστις τῷ μήκει τοῦ σώματος ἐτύγχανεν ὢν ὑπὲρ τοὺς πολλούς· εἰσὶ δὲ καὶ ἄλλως οἱ Κελτοὶ μακρῷ πάντας ὑπερηρκότες μήκει τοὺς ἀνθρώπους.

οὗτοι οὖν διαβαίνουσιν ἐν τῇ νυκτὶ διανηχόμενοι ὧδε τὸ λιμνῶδες τοῦ ποταμοῦ· τὰ ὅπλα, τοὺς ἐπιχωρίους θυρεούς, ἐποιεῖτο ἕκαστος ἀντὶ σχεδίας, οἱ δὲ αὐτῶν μήκιστοι διελθεῖν ἐμβαδὸν τὸ ὕδωρ ἐδυνήθησαν. οἱ δὲ Ἕλληνες οἱ ἐπὶ τῷ Σπερχειῷ —πυνθάνονται γὰρ ὅτι κατὰ τὸ ἕλος διέβη μοῖρα τῶν βαρβάρων—αὐτίκα ἐς τὸ στράτευμα ἀναχωροῦσι, Βρέννος δὲ τοῖς περὶ τὸν Μαλιακὸν κόλπον οἰκοῦσι ζευγνύναι τὸν Σπερχειὸν ἐπέτασσεν· οἱ δὲ ἤνυον τὸ ἔργον σπουδῇ, τῷ τε ἐκείνου δέει καὶ ἀπελθεῖν ἐκ τῆς χώρας σφίσιν ἐπιθυμοῦντες τοὺς βαρβάρους μηδὲ ἐπὶ πλέον κακουργεῖν μένοντας.

ὁ δὲ ὡς κατὰ τὰς γεφύρας διεβίβασε τὴν στρατιάν, ἐχώρει πρὸς τὴν Ἡράκλειαν· καὶ διήρπασαν μὲν τὰ ἐκ τῆς χώρας οἱ Γαλάται καὶ ἀνθρώπους τοὺς ἐπὶ τῶν ἀγρῶν ἐγκαταληφθέντας ἐφόνευσαν, τὴν πόλιν δὲ οὐχ εἷλον. ἔτει γὰρ πρότερον τούτων οἱ Αἰτωλοὶ συντελεῖν τοὺς Ἡρακλεώτας ἠνάγκασαν ἐς τὸ Αἰτωλικόν· τότε οὖν ἠμύνοντο ὡς περὶ πόλεως οὐδέν τι Ἡρακλεώταις μᾶλλον ἢ καὶ αὑτοῖς προσηκούσης. ἦν δὲ καὶ τῷ Βρέννῳ τὰ μὲν Ἡρακλεωτῶν ἐλάσσονος φροντίδος, ἀγώνισμα δὲ ἐποιεῖτο ἐξελάσαι τε ἐκ τῶν στενῶν τοὺς ἀντικαθημένους καὶ παρελθεῖν ἐς τὴν ἐντὸς Θερμοπυλῶν Ἑλλάδα.

The spirit of the Greeks had fallen very low, but the very excess of their fear roused them to the necessity of defending Greece. They saw that the struggle would not now be for freedom as it had been in the Persian war, and that safety was not to be had by a gift of water and earth; for the fate that had overtaken the Macedonians, Thracians, and Paeonians in the former inroad of the Gauls was still fresh in their memory, and reports were reaching them of the atrocities that even then were being perpetrated on the Thessalians. Death or victory, that was the alternative that every man and every state prepared to face.

We may, if we please, compare the numbers that mustered at Thermopylae to meet King Xerxes with those that now gathered to face the Gauls. To meet the Mede there came the following Greek forces :—Lacedaemonians under Leonidas, not more than three hundred; Tegeans, five hundred; the same number from Mantinea ; from Orchomenus, in Arcadia, one hundred and twenty ; from the other cities in Arcadia, one thousand; from Mycenae, eighty ; from Phlius, two hundred ; double that number of Corinthians ; and of the Boeotians there came forward seven hundred from Thespiae, and four hundred from Thebes. One thousand Phocians guarded the path on Mount Oeta: their number should be added to the total of the Greek force. The numbers of the Locrians who dwell under Mount Cnemis is not stated by Herodotus, though he says that they came from every city; but it is possible to estimate their numbers with a very close approximation to the truth. For the number of Athenians who marched to Marathon, inclusive of slaves and of those whose age rendered them unfit for active service, did not exceed nine thousand; therefore, the fighting force of Locrians which marched to Thermopylae cannot be reckoned at more than six thousand. Thus the whole army may have numbered eleven thousand two hundred. But even that force notoriously did not remain the whole time guarding Thermopylae; for, with the exception of the Lacedaemonians themselves, the Thespians, and the Mycenaeans, they did not wait to see the issue of the fight.

To meet the barbarians who had come from the Ocean the following Greek forces marched to Thermopylae. Ten thousand heavy infantry and five hundred horse from Boeotia: the Boeotarchs were Cephisodotus, Thearidas, Diogenes, and Lysander. From Phocis, five hundred horse and infantry to the number of three thousand, under the command of Critobulus and Antiochus. The Locrians who dwell opposite the island of Atalanta were led by Midias: their number was seven hundred: they had no cavalry. From Megara there came four hundred heavy infantry: the Megarian cavalry was led by Megareus. The Aetolian force was very numerous and included every arm. The strength of their cavalry is not given. Their light infantry numbered ninety and . . . their heavy infantry numbered seven thousand. The Aetolians were led by Polyarchus, Polyphron, and Lacrates. The general of the Athenians was Callippus, son of Moerocles, as I have mentioned before; and the Athenian forces consisted of all their seaworthy galleys, five hundred horse, and one thousand foot. In virtue of their ancient prestige they held the command. The kings of Macedonia and Asia contributed five hundred mercenaries each: the contingent sent by Antigonus was commanded by Aristodemus, a Macedonian: the Asiatic force sent by Antiochus was under Telesarchus, a native of the district of Syria on the Orontes.

When the Greeks who were assembled at Thermopylae learned that the Gallic army had already reached Magnesia and the district of Phthiotis, they resolved to send a detachment, consisting of the cavalry and a thousand light infantry, to the Spercheus to dispute the passage of the river. On reaching the river the detachment broke down the bridges and encamped on the bank. But Brennus was no fool, and had, for a barbarian, a pretty notion of strategy. Accordingly that very night he despatched a force, not to the places where the old bridges had stood, but lower down the river, in order that they might effect the passage unperceived by the Greeks. At this point the Spercheus spread its waters over the plain, forming a marsh and a lake instead of a narrow rushing stream. Thither, then, Brennus sent some ten thousand Gauls who could swim, or were taller than their fellows; and the Celts are by far the tallest race in the world. This force passed the river in the night by swimming the lagoon, the men using their national bucklers as rafts. The tallest of them were able to cross the water on foot. No sooner were the Greeks on the Spercheus informed that a detachment of the enemy had passed the marsh than they immediately fell back on the main body.

People and places in this passage

English translation by Sir James George Frazer (1898). Original text: Friedrich Spiro (ed.), Pausaniae Graeciae descriptio, 3 vols., Leipzig: Teubner, 1903 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (OCR from the Internet Archive scan). Introductions, summaries and notes © GreekMythology.com.