ἐπεὶ δὲ Μήδων φυγόντων ἐκ τῆς Ἑλλάδος ἐπέμφθη στρατηγός, κατὰ θάλατταν οὔπω τὴν ἀρχὴν Ἀθηναίων ἐχόντων, ἔτι δὲ Παυσανίᾳ τε καὶ Λακεδαιμονίοις ἑπομένων, πρῶτον μὲν ἐν ταῖς στρατείαις ἀεὶ παρεῖχε τοὺς πολίτας κόσμῳ τε θαυμαστοὺς καὶ προθυμίᾳ πολὺ πάντων διαφέροντας·
After the flight of the Medes from Hellas, Cimon was sent out as a commander, before the Athenians had obtained their empire of the sea, and while they were still under the leadership of Pausanias and the Lacedaemonians. During this campaign, the citizen-soldiers he furnished on expeditions were always admirably disciplined and far more zealous than any others;
ἔπειτα Παυσανίου τοῖς μὲν βαρβάροις διαλεγομένου περὶ προδοσίας καὶ βασιλεῖ γράφοντος ἐπιστολάς, τοῖς δὲ συμμάχοις τραχέως καὶ αὐθαδῶς προσφερομένου καὶ πολλὰ διʼ ἐξουσίαν καὶ ὄγκον ἀνόητον ὑβρίζοντος, ὑπολαμβάνων πράως τοὺς ἀδικουμένους καὶ φιλανθρώπως ἐξομιλῶν ἔλαθεν οὐ διʼ ὅπλων τὴν τῆς Ἑλλάδος ἡγεμονίαν, ἀλλὰ λόγῳ καὶ ἤθει παρελόμενος.
and again, while Pausanias was holding treasonable conference with the Barbarians, writing letters to the King, treating the allies with harsh arrogance, and displaying much wantonness of power and silly pretension, Cimon received with mildness those who brought their wrongs to him, treated them humanely, and so, before men were aware of it, secured the leadership of Hellas, not by force of arms, but by virtue of his address and character.
προσετίθεντο γὰρ οἱ πλεῖστοι τῶν συμμάχων ἐκείνῳ τε καὶ Ἀριστείδῃ τὴν χαλεπότητα καὶ ὑπεροψίαν τοῦ Παυσανίου μὴ φέροντες. οἱ δὲ καὶ τούτους ἅμα προσήγοντο καὶ τοῖς ἐφόροις πέμποντες ἔφραζον, ὡς ἀδοξούσης τῆς Σπάρτης καὶ ταραττομένης τῆς Ἑλλάδος, ἀνακαλεῖν τὸν Παυσανίαν.
For most of the allies, because they could not endure the severity and disdain of Pausanias, attached themselves to Cimon and Aristides, who had no sooner won this following than they sent also to the Ephors and told them, since Sparta had lost her prestige and Hellas was in confusion, to recall Pausanias.
λέγεται δὲ παρθένον τινὰ Βυζαντίαν ἐπιφανῶν γονέων, ὄνομα Κλεονίκην, ἐπʼ αἰσχύνῃ τοῦ Παυσανίου μεταπεμπομένου, τοὺς μὲν γονεῖς ὑπʼ ἀνάγκης καὶ φόβου προέσθαι τὴν παῖδα, τὴν δὲ τῶν πρὸ τοῦ δωματίου δεηθεῖσαν ἀνελέσθαι τὸ φῶς, διὰ σκότους καὶ σιωπῆς τῇ κλίνῃ προσιοῦσαν ἤδη τοῦ Παυσανίου καθεύδοντος, ἐμπεσεῖν καὶ ἀνατρέψαι τὸ λυχνίον ἄκουσαν·
It is said that a maiden of Byzantium, of excellent parentage, Cleonice by name, was summoned by Pausanias for a purpose that would disgrace her. Her parents influenced by constraint and fear, abandoned their daughter to her fate, and she, after requesting the attendants before his chamber to remove the light, in darkness and silence at length drew near the couch on which Pausanias was asleep, but accidentally stumbled against the lamp-holder and upset it.
τὸν δʼ ὑπὸ τοῦ ψόφου ταραχθέντα καὶ σπασάμενοντὸ παρακείμενον ἐγχειρίδιον, ὥς τινος ἐπʼ αὐτὸν ἐχθροῦ βαδίζοντος, πατάξαι καὶ καταβαλεῖν τὴν παρθένον, ἐκ δὲ τῆς πληγῆς ἀποθανοῦσαν αὐτὴν οὐκ ἐᾶν τὸν Παυσανίαν ἡσυχάζειν, ἀλλὰ νύκτωρ εἴδωλον αὐτῷ φοιτῶσαν εἰς τὸν ὕπνον ὀργῇ λέγειν τόδε τὸ ἡρῷον· στεῖχε δίκης ἆσσον· μάλα τοι κακὸν ἀνδράσιν ὕβρις. / ἐφʼ ᾧ καὶ μάλιστα χαλεπῶς ἐνεγκόντες οἱ σύμμαχοι μετὰ τοῦ Κίμωνος ἐξεπολιόρκησαν αὐτόν.
Pausanias, startled by the noise, drew the dagger which lay at his side, with the idea that some enemy was upon him, and smote and felled the maiden. After her death in consequence of the blow, she gave Pausanias no peace, but kept coming into his sleep by night in phantom form, wrathfully uttering this verse:— Draw thou nigh to thy doom; ’tis evil for men to be wanton. / At this outrage the allies were beyond measure incensed, and joined Cimon in forcing Pausanias to give up the city.
ὁ δʼ ἐκπεσὼν τοῦ Βυζαντίου καὶ τῷ φάσματι ταραττόμενος, ὡς λέγεται, κατέφυγε πρὸς τὸ νεκυομαντεῖον εἰς Ἡράκλειαν, καὶ τὴν ψυχὴν ἀνακαλούμενος τῆς Κλεονίκης παρῃτεῖτο τὴν ὀργήν. ἡ δʼ εἰς ὄψιν ἐλθοῦσα ταχέως ἔφη παύσεσθαι τῶν κακῶν αὐτὸν ἐν Σπάρτῃ γενόμενον, αἰνιττομένη, ὡς ἔοικε, τὴν μέλλουσαν αὐτῷ τελευτήν. ταῦτα μὲν οὖν ὑπὸ πολλῶν ἱστόρηται.
Driven from Byzantium, and still harassed by the phantom, as the story goes, he had recourse to the ghost-oracle of Heracleia, and summoning up the spirit of Cleonice, besought her to forgo her wrath. She came into his presence and said that he would soon cease from his troubles on coming to Sparta, thus darkly intimating, as it seems, his impending death. At any rate, this tale is told by many.
Κίμων δέ, τῶν συμμάχων ἤδη προσκεχωρηκότων αὐτῷ, στρατηγὸς εἰς Θρᾴκην ἔπλευσε, πυνθανόμενος Περσῶν ἄνδρας ἐνδόξους καὶ συγγενεῖς βασιλέως Ἠϊόνα πόλιν παρὰ τῷ Στρυμόνι κειμένην ποταμῷ κατέχοντας ἐνοχλεῖν τοῖς περὶ τὸν τόπον ἐκεῖνον Ἕλλησι.
But Cimon, now that the allies had attached themselves to him, took command of them and sailed to Thrace, for he heard that men of rank among the Persians and kinsmen of the King held possession of Eion, a city on the banks of the Strymon, and were harassing the Hellenes in that vicinity.
πρῶτον μὲν οὖν αὐτοὺς μάχῃ τοὺς Πέρσας ἐνίκησε καὶ κατέκλεισεν εἰς τὴν πόλιν· ἔπειτα τοὺς ὑπὲρ Στρυμόνα Θρᾷκας, ὅθεν αὐτοῖς ἐφοίτα σῖτος, ἀναστάτους ποιῶν καὶ τὴν χώραν παραφυλάττων ἅπασαν εἰς τοσαύτην ἀπορίαν τοὺς πολιορκουμένους κατέστησεν, ὥστε Βούτην τὸν βασιλέως στρατηγὸν ἀπογνόντα τὰ πράγματα τῇ πόλει πῦρ ἐνεῖναι καὶ συνδιαφθεῖραι μετὰ τῶν φίλων καὶ τῶν χρημάτων ἑαυτόν.
First he defeated the Persians themselves in battle and shut them up in the city; then he expelled from their homes above the Strymon the Thracians from whom the Persians had been getting provisions, put the whole country under guard, and brought the besieged to such straits that Butes, the King’s general, gave up the struggle, set fire to the city, and destroyed with it his family, his treasures, and himself.
οὕτω δὲ λαβὼν τὴν πόλιν ἄλλο μὲν οὐδὲν ἀξιόλογον ὠφελήθη, τῶν πλείστων τοῖς βαρβάροις συγκατακαέντων, τὴν δὲ χώραν εὐφυεστάτην οὖσαν καὶ καλλίστην οἰκῆσαι παρέδωκε τοῖς Ἀθηναίοις. καὶ τοὺς Ἑρμᾶς αὐτῷ τοὺς λιθίνους ὁ δῆμος ἀναθεῖναι συνεχώρησεν, ὧν ἐπιγέγραπται τῷ μὲν πρώτῳ·
And so it was that though Cimon took the city, he gained no other memorable advantage thereby, since most of its treasures had been burned up with the Barbarians; but the surrounding territory was very fertile and fair, and this he turned over to the Athenians for occupation. Wherefore the people permitted him to dedicate the stone Hermae, on the first of which is the inscription:—
ἦν ἄρα κἀκεῖνοι ταλακάρδιοι, οἵ ποτε Μήδων / παισὶν ἐπʼ Ἠϊόνι, Στρυμόνος ἀμφὶ ῥοάς, / λιμόν τʼ αἴθωνα κρυερόν τʼ ἐπάγοντες Ἄρηα / πρῶτοι δυσμενέων εὗρον ἀμηχανίην. / τῷ δὲ δευτέρῳ· ἡγεμόνεσσι δὲ μισθὸν Ἀθηναῖοι τάδʼ ἔδωκαν / ἀντʼ εὐεργεσίης καὶ μεγάλων ἀγαθῶν. / μᾶλλόν τις τάδʼ ἰδὼν καὶ ἐπεσσομένων ἐθελήσει / ἀμφὶ περὶ ξυνοῖς πράγμασι δῆριν ἔχειν. /
Valorous-hearted as well were they who at Eion fighting, / Facing the sons of the Medes, Strymon’s current beside, / Fiery famine arrayed, and gore-flecked Ares, against them, / Thus first finding for foes that grim exit,—despair; / and on the second:— Unto their leaders reward by Athenians thus hath been given; / Benefits won such return, valorous deeds of the brave. / All the more strong at the sight will the men of the future be eager, / Fighting for commonwealth, war’s dread strife to maintain; /
τῷ δὲ τρίτῳ· ἔκ ποτε τῆσδε πόληος ἅμʼ Ἀτρείδῃσι Μενεσθεὺς / ἡγεῖτο ζάθεον Τρωϊκὸν ἐς πεδίον· / ὅν ποθʼ Ὅμηρος ἔφη Δαναῶν πύκα θωρηκτάων / κοσμητῆρα μάχης ἔξοχον ὄντα μολεῖν. / οὕτως οὐδὲν ἀεικὲς Ἀθηναίοισι καλεῖσθαι κοσμηταῖς / πολέμου τʼ ἀμφὶ καὶ ἠνορέης. /
and on the third:— With the Atridae of old, from this our city, Menestheus / Led his men to the plain Trojan called and divine. / He, once Homer asserted, among well-armoured Achaeans, / Marshaller was of the fight, best of them all who had come. / Thus there is naught unseemly in giving that name to Athenians; / Marshallers they both of war and of the vigor of men. /